Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί της πνευματικής σιωπής και του Πάσχα

Επιστολές που εξηγούν την παιδαγωγική αξία της σιωπής, τη λήξη της την περίοδο του Πάσχα και ευχές προς διαφόρους αποδέκτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 16 από 29

ΚΛΗΔΟΝΙΩΙ Ἐρωτᾷς τί βούλεται ἡμῖν ἡ σιγή; Βούλεται λόγου μέτρα καὶ σιωπῆς. Ὁ γὰρ τοῦ παντὸς κρατήσας ῥᾷον κρατήσει τοῦ μέρους· πρὸς δὲ καὶ θυμὸν ἡμεροῖ μὴ λαλούμενον, ἀλλ᾽ ἐν ἑαυτῷ δαπανώμενον.

ΤΩΙ ΑΥΤΩΙ Σιωπῶμεν τῷ λόγῳ, τὸ λαλεῖν ἃ χρὴ διδασκόμενοι, καὶ τῶν παθῶν ἐπικρατεῖν γυμναζόμεθα. Εἰ μέν τις δέχεται τοῦτο, καλῶς· εἰ δὲ μή, καὶ τοῦτο κέρδος τῆς σιωπῆς, τὸ τοῖς πολλοῖς μηδὲ ἀποκρίνεσθαι.

ΤΩΙ ΑΥΤΩΙ Οὐ κωλύω τὴν συντυχίαν· εἰ γὰρ καὶ ἡ γλῶττα σιγᾷ, τά γε ὦτα τοῖς σοῖς λόγοις ἡδέως παρέξομεν, ἐπειδὴ τοῦ λαλεῖν ἃ χρὴ τὸ ἀκούειν οὐκ ἀτιμότερον.

ΠΑΛΛΑΔΙΩΙ Καινὸς τῆς νουθεσίας ὁ τρόπος· ἐπειδὴ γὰρ λαλῶν οὐκ ἐπεῖχον τὰς γλώσσας τῇ σιωπῇ τὸ σιγᾶν ἐδίδαξα, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐκπαιδεύων. Οὗτος καὶ Χριστοῦ νόμος· ἐπειδὴ νομοθετῶν ἡμῖν οὐκ ἐκάθηρεν, ἡμεροῖ τῷ ἀνθρωπίνῳ τὸν ἄνθρωπον κατὰ τὴν μεγάλην αὐτοῦ τῆς περὶ ἡμᾶς οἰκονομίας φιλανθρωπίαν.

ΕΥΓΕΝΙΩΙ Σὺ φιλοσοφεῖς τὴν ἐρημίαν καὶ τὴν ἄμετρον οὕτω νηστείαν, ἐγὼ δὲ τὴν σιωπήν. Μεταδῶμεν ἀλλήλοις τοῦ χαρίσματος· ἐπειδὰν δὲ εἰς ἓν γενώμεθα, κοινῇ τὸν Θεὸν ᾀσόμεθα, καρποφοροῦντες ὥσπερ εὔλογον σιωπήν, οὕτω καὶ λόγον ἔνθεον.

ΚΕΛΕΥΣΙΩΙ Εἰσεδεξάμην σε καὶ σιωπῶν, ἵνα μάθῃς καὶ σιωπῆς λόγον τῇ γραφίδι λαλούμενον. Λαλήσω δὲ ἃ πρέπει φιλίᾳ καὶ τοιούτῳ καιρῷ. Παρανομεῖς, ὁ δικαστής, οὐ νηστεύων· καὶ πῶς φυλάξεις τοὺς ἀνθρωπίνους νόμους, τοὺς θείους περιφρονῶν;

Κάθαρόν σου τὸ δικαστήριον, ἵνα μὴ δυοῖν ἕν, ἢ γίνῃ κακός, ἢ νομίζῃ. Τὸ προτιθέναι θέας αἰσχρὰς ἑαυτόν ἐστι θεατρίζειν. Κεφάλαιον τοῦ λόγου, ἴσθι κρινόμενος, ὁ κριτής, καὶ ἧττον ἁμαρτήσεις. Τούτων οὐδὲν εἶχόν σοι παρασχεῖν ἄμεινον.

ΤΩΙ ΑΥΤΩΙ Μὴ κρῖνέ με σιγῶντα, οὐδὲ γὰρ ἐγὼ σὲ φθεγγόμενον, ὃ περὶ τῶν βρωμάτων ὁ Παῦλος ἐνομοθέτησεν. Εἰ δὲ κρίνεις, φοβοῦ τὴν γλῶσσαν, μὴ κατὰ σοῦ κινηθῇ πρῶτον, εἴ σε λάβοι τοῦ σιωπᾶν ἄξιον.

ΤΩΙ ΑΥΤΩΙ Ἐπειδή μοι τὴν σιωπὴν ἐγκαλεῖς καὶ τὴν ἀγροικίαν, ὦ λάλε καὶ ἀστικέ, φέρε σοι διαμυθολογήσω μῦθον οὐκ ἄμουσον, εἴ πως, ἀλλὰ ταύτῃ γε, δυναίμην ἐπισχεῖν σε τῆς φλυαρίας. Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις μήτε δημοσιεύειν τὴν μουσικήν, ἀλλ᾽ ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τοὺς ποταμούς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἃ δὲ καὶ ᾄδοιεν ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνουμένους τὴν μουσικήν. «Ἡμῶν δέ, ἔφασαν, αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλαλοῦμεν τοῖς ἀνθρώποις καὶ τὰ ἡμέτερα διηγούμεθα, ταῦτα δὴ τὰ ἀρχαῖα καὶ ἀττικά, τὸν Πανδίονα, τὰς Ἀθήνας, τὸν Τηρέα, τὴν Θρᾴκην, τὴν ἀποδημίαν, τὸ κῆδος, τὴν ὕβριν, τὴν ἐκτομήν, τὰ γράμματα, καὶ ἐπὶ πᾶσι τὸν Ἴτυν, καὶ ὡς ἐγενόμεθα ἐξ ἀνθρώπων ὄρνιθες.» Καὶ οἳ μόλις μὲν αὐτὰς ἠξίωσαν καὶ λόγου τῆς ἀδολεσχίας μισήσαντες, ἐπεὶ δὲ ἠξίωσαν· «Ἀλλ᾽ ἡμῶν μὲν ἕνεκεν, ἔφασαν, ὦ αὗται, κἂν εἰς τὴν ἐρημίαν ἀφίκοιτό τις ὥστε ἀκοῦσαι τῆς μουσικῆς, ὅταν ἀνῶμεν τῷ Ζεφύρῳ τὰς πτέρυγας ἐμπνεῖν ἡδύ τι καὶ ἐναρμόνιον· ὥστ᾽ εἰ μὴ πολλὰ καὶ ἐν πολλοῖς ᾄδομεν, ἀλλ᾽ αὐτὸ δὴ τοῦτο κάλλιστόν ἐστιν ἡμῶν ὅτι μέτρῳ φιλοσοφοῦμεν τὸ μέλος καὶ οὐκ ἀναμίγνυμεν θορύβοις τὴν μουσικήν.

Ὑμᾶς δὲ καὶ εἰσοικιζομένας οἱ ἄνθρωποι δυσχεραίνουσι καὶ ᾀδούσας ἀποστρέφονται· καὶ μάλα ἐν δίκῃ, αἵ γε οὐδὲ ἐκτμηθεῖσαι τὴν γλῶτταν δύνασθε σιωπᾶν, ἀλλ᾽ αὐταὶ τὴν ἀφωνίαν ὑμῶν ὀδυρόμεναι καὶ τὸ ἐφ᾽ ὑμῖν πάθος, ἔπειτά ἐστε λαλίστεραι τίνος οὐχὶ τῶν εὐγλώττων καὶ μουσικῶν;» 〈Σύνες ὅ τοι λέγω〉, φησὶν ὁ Πίνδαρος, κἂν εὕρῃς τὴν ἐμὴν ἀφωνίαν ἀμείνω τῆς σῆς εὐγλωττίας, παῦσαι καταφλυαρῶν ἡμῶν τῆς σιωπῆς· ἤ σοι παροιμίαν ἐρῶ μάλα μὲν ἀληθῆ, μάλα δὲ σύντομον, ὅτι τότε ᾄσονται κύκνοι ὅταν κολοιοὶ σιωπήσωσιν.

ΘΕΟΔΩΡΩΙ Ἑορτὴ καὶ τὰ γράμματα, καὶ τὸ κρεῖσσον ὅτι προφθάνεις τὸν καιρόν, τῇ προθυμίᾳ τὸ προεορτάζειν ἡμῖν χαριζόμενος. Τὰ μὲν οὖν παρὰ τῆς σῆς εὐλαβείας, τοιαῦτα· ἡμεῖς δὲ ὧν ἔχομεν τὸ μεῖζον ἀντιδίδομεν, τὰς εὐχάς.

Ἵνα δέ τι καὶ ὑπόμνημα παρ᾽ ἡμῶν ἔχῃς, τὸ δ᾽ αὐτὸ καὶ τοῦ ἁγίου Βασιλείου, πυκτίον ἀπεστάλκαμέν σοι τῆς Ὠριγένους Φιλοκαλίας ἐκλογὰς ἔχον τῶν χρησίμων τοῖς φιλολόγοις. Τοῦτο καὶ δέξασθαι καταξίωσον καὶ ἀπόδειξιν ἡμῖν δοῦναι τῆς ὠφελείας, καὶ σπουδῇ καὶ Πνεύματι βοηθούμενος.

ΕΥΛΑΛΙΩΙ Γέγονε καὶ ἡ Λαμὶς ἐμοὶ τῆς σιωπῆς χωρίον καὶ φιλοσοφίας ἐγγυμναστήριον· ἣν ὡς σιγῶν ἐθεασάμην, ἰδεῖν ἐπιθυμῶ καὶ φθεγγόμενος, ἵνα τοῖς τε ἀδελφοῖς πληρώσω τὸν πόθον καὶ ὑμᾶς ἀμύνωμαι τῆς μικρολογίας τοὺς κακοὺς τῶν ἐμῶν νευμάτων ἐξηγητάς.

Αὐτὸς γὰρ ὁ λαλῶν παρέσομαι, οὐκέτ᾽ ἀλληγορούμενος οὐδὲ εἰκαζόμενος, ἀλλὰ καθαρῶς νοούμενος.

ΤΩΙ ΑΥΤΩΙ Καινόν τι πέπονθα· παρόντι σιγήσας, ἀπόντα ποθῶ, ἵνα καὶ μεταδῶ λόγου καὶ μεταλάβω. Καλὸν γὰρ ὥσπερ ἄλλου παντός, οὕτω δὴ καὶ λόγων ἀπαρχὰς ἀνατιθέναι τῷ Λόγῳ πρῶτον, εἶτα τοῖς φοβουμένοις τὸν Κύριον.

ΕΥΓΕΝΙΩΙ 〈Καιρὸς τῷ παντὶ πράγματι〉, φησὶν ὁ Ἐκκλησιαστής· διὰ τοῦτο 〈Ἐθέμην φυλακὴν τῷ στόματί μου〉, ἡνίκα καιρός, καὶ 〈Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω〉, ἐπειδὴ τούτου καιρός. 〈Ἐσιώπησα〉 γάρ, φησὶν ἡ Γραφή· μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐσιώπησα μὲν ἐμαυτῷ· λαλήσω δὲ τοῖς ἄλλοις. Οἳ δέ, εἰ μὲν ἃ χρὴ φθέγγοιντο, πᾶσα χάρις· εἰ δὲ μή, καὶ τὰ ὦτα φραξόμεθα.

ΠΑΛΛΑΔΙΩΙ Χριστῷ συνενέκρωσα τὴν γλῶσσαν ἡνίκα ἐνήστευον, καὶ ἀναστάντι συνήγειρα. Τοῦτό μοι τῆς σιωπῆς τὸ μυστήριον, ἵν᾽, ὥσπερ ἔθυσα νοῦν ἀνεκλάλητον, οὕτω θύσω καὶ λόγον κεκαθαρμένον.

ΕΛΛΑΔΙΩΙ Ὁρᾶν τὰ ἐλπιζόμενα πόρρωθεν διδαχθέντες (χρήσομαι γὰρ τῷ σῷ προοιμίῳ), καὶ τοῖς ἤδη παροῦσιν ἐνευφραινόμεθα. Τὴν γὰρ ἁγίαν τοῦ Πάσχα ἡμέραν, εἰς ἣν ἀπηντήκαμεν, τῶν ἐκεῖθεν ἀγαθῶν οἶδα μυσταγωγίαν, ἑορτὴν οὖσαν διαβατήριον. Ὧν καλῶς ἐποίησας καὶ αὐτὸς ἀναμνήσας ἡμᾶς, οἷς ἀπέσταλκας καὶ οἷς γράφεις.

Ἐγὼ δὲ πολλὰ μὲν ἤδη Πάσχα διῆλθον, καὶ τοῦτο ὠνάμην τῆς μακροτέρας ζωῆς. Νῦν δὲ καθαρώτερον ἐπιθυμῶ, τὴν Αἴγυπτον ταύτην ἐξελθὼν τοῦ βίου τὴν βαρεῖαν καὶ σκοτεινήν, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἐλευθερωθεὶς ᾗ συνδεδέμεθα, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μεταναστῆναι.

Ταῦθ᾽ ἡμῶν προσεύχου καὶ ὑπερεύχου, εἴ τί σοι μέλει τοῦ τὰ μέγιστα εὖ ποιεῖν ἡμᾶς. Σὲ δὲ πολλάκις γένοιτο τῷ κοινῷ τῆς Ἐκκλησίας συνεορτάσαι βιωσίμως ἔχοντα. Εἰ δέ μοι δοίητε καὶ τὸ γῆρας ἐν καλῷ καταλῦσαι τῇ Ἐκκλησίᾳ ταύτῃ δόντες ἐπίσκοπον, ὃν ἀναδείξει τὸ Πνεῦμα τὸ ἅγιον, ἔργον ἔσεσθε ἀγαθὸν εἰργασμένοι, καὶ τί ἂν γὰρ ἢ πατρικῶν εὐλογιῶν ἄξιον;

ΘΕΟΔΩΡΩΙ Ἀγάπης συμβόλοις ἡδόμεθα, καὶ μάλιστα καιροῦ τοιούτου καὶ παρὰ τοιούτου νεοπαγοῦς τε ὁμοῦ καὶ τελείου, καί, ἵνα σε τοῖς ἀπὸ τῆς Γραφῆς δεξιώσωμαι, 〈ἱδρυμένου ἐν τῇ νεότητι〉· οὕτω γὰρ ἐκείνη καλεῖ τὸ πλεῖον ἐν συνέσει τῆς ἡλικίας.

Οἱ μὲν οὖν παλαιοὶ πατέρες 〈δρόσον οὐρανοῦ καὶ πιότητα γῆς〉 μετὰ τῶν ἄλλων ἐπηύχοντο τοῖς παισὶν (εἰ μή τῳ φίλον καὶ ταῦτα νοεῖν ὑψηλότερον), ἡμεῖς δέ σοι τὸ πᾶν πνευματικῶς ἀντιδώσομεν· 〈Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου〉, καὶ γένοιο τοιούτων τέκνων πατὴρ (εἰ δεῖ σοι συντόμως καὶ οἰκείως ἐπεύξασθαι) οἷον σεαυτὸν ὑποφαίνεις τοῖς σοῖς πατράσιν, ὡς ἂν τά τε ἄλλα καὶ ἡμεῖς ἐπὶ σοὶ δοξαζοίμεθα.

ΤΩΙ ΑΥΤΩΙ Χρεωστεῖς μὲν ἡμῖν καὶ ὡς νοσεροῖς θεραπείας, εἴπερ μία τῶν ἐντολῶν ἀσθενούντων ἐπίσκεψις· χρεωστεῖς δὲ καὶ τοῖς ἁγίοις μάρτυσι τὴν δι᾽ ἔτους τιμήν, ἣν ἐν Ἀριανζοῖς τοῖς σοῖς ἑορτάζομεν τῇ εἰκάδι δευτέρᾳ τοῦ καθ᾽ ἡμᾶς μηνὸς Δαθοῦσα. Καὶ ἅμα οὐκ ὀλίγα τῶν ἐκκλησιαστικῶν δεῖται κοινῆς διασκέψεως.

Πάντων οὖν ἕνεκεν ἀόκνως παραγενέσθαι καταξίωσον· καὶ γάρ, εἰ πολὺς ὁ κάματος, ἀλλ᾽ ἀντίρροπος ὁ μισθός.

ΤΩΙ ΑΥΤΩΙ Ἡδέσθην σου τὴν παρουσίαν καὶ στέργω τὴν συνουσίαν, καίτοι γε ἄλλως ἐμαυτὸν νουθετήσας οἴκοι μένειν καὶ καθ᾽ ἡσυχίαν φιλοσοφεῖν· τοῦτο γὰρ εὗρον ἐμαυτῷ ἐκ πάντων λυσιτελέστερον. Ἐπεὶ δὲ οἵ τε ἀέρες ἔτι ταραχώδεις καὶ οὐκ ἀνῆκεν ἡ ἀρρωστία, παρακαλῶ, μικρὸν μακροθύμησον, συνεύχου δὲ τὴν ὑγίειαν· καὶ ἡνίκα ἂν ᾖ καιρός, ἐπιστησόμεθα σαῖς εὐχαῖς.

ΤΩΙ ΑΥΤΩΙ Καλεῖς; Ἡμεῖς δὲ σπεύδομεν· σπεύδομεν δὲ μόνῳ πλησιάσαι καὶ μόνοι. Συνόδους γὰρ καὶ συλλόγους πόρρωθεν ἀσπαζόμεθα, ἐξ οὗ μοχθηρῶν πεπειράμεθα τῶν πολλῶν, οὕτω γὰρ εἰπεῖν μέτριον. Τί οὖν ἔτι λείπεται;

Πόθῳ δικαίῳ βοήθησον διὰ τῶν εὐχῶν, ἵνα τύχωμεν ὧν σπουδάζομεν.