Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἐπιστολαί

Γρηγόριος ὁ Ναζιανζηνός

Επιστολές περί της υπεράσπισης του επισκόπου Βοσπορίου και εκκλησιαστικών υποθέσεων

Αλληλογραφία περί της χειροτονίας επισκόπου στη Ναζιανζό και παρεμβάσεις για την αναίρεση συκοφαντιών εις βάρος του Βοσπορίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 22 από 29

ΣΑΤΟΡΝΙΝΩΙ Εἰ καὶ τὸ τῆς ἀρχῆς ὕψος ἀπρόσιτον, ἀλλὰ φιλάνθρωπον ἡ φιλία, δι᾽ ἣν ἐθαρρήσαμεν ταύτην σοι προσαγαγεῖν τὴν παράκλησιν. Πᾶσιν οἷς εὖ πεποίηκας ἡμᾶς, καὶ τοῦτο πρόσθες· τὸν λογιώτατον υἱὸν ἡμῶν Εὐδόξιον, ἄνδρα καὶ βίῳ καὶ λόγῳ τῆς σῆς ἀρετῆς ἄξιον, καὶ τἄλλα ἡδέως ἰδεῖν καταξίωσον καὶ τῆς παρὰ σεαυτοῦ προστασίας ἀξιῶσαι περὶ ὧν ἂν δέηται τῆς σῆς καλοκἀγαθίας.

Ἡμεῖς δὲ ἀντιδώσομεν τὰς εὐχάς, ᾧ μόνῳ δυνατὸν ἡμῖν τοὺς εὐεργέτας ἀμείβεσθαι.

ΓΡΗΓΟΡΙΩΙ 〈Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη〉· καὶ τὸ κεφάλαιον ἐν πολέμῳ καὶ στάσει τὰ ἡμέτερα, καὶ ἣν παρελάβομεν παρὰ τῶν ἁγίων Πατέρων εἰρήνην οὐκ ἐτηρήσαμεν. Ταύτην μὲν οὖν οἶδ᾽ ὅτι αὐτὸς ἀποκαταστήσεις ἐν τῇ δυνάμει τοῦ σέ τε καὶ τὰ σὰ φέροντος Πνεύματος.

Ἡμῶν δὲ μηδεὶς καταψευδέσθω, παρακαλῶ, μηδὲ τῶν κυρίων τῶν ἐπισκόπων, ὅτι ἀκόντων ἡμῶν ἄλλον ἐπεκήρυξαν ἡμῖν ἐπίσκοπον· οὐ γὰρ τοσοῦτον αὐτοῖς ἀπερρίμμεθα, οὐδὲ οὕτως ἔχουσι πρὸς ἡμᾶς ἀπεχθῶς. Ἀλλὰ πολλὰ δεηθεὶς διὰ τὴν ἐμαυτοῦ νέκρωσιν, καὶ ἅμα τὸ βάρος φοβηθεὶς τῆς Ἐκκλησίας ἀμελουμένης, ταύτην ᾔτησα παρ᾽ αὐτῶν χάριν, οὔτε κανόσιν ἐναντιουμένην, καὶ ἡμᾶς ἀναψύχουσαν, δοθῆναι τῇ Ἐκκλησίᾳ ποιμένα, ὃς καὶ δέδοται ταῖς σαῖς εὐχαῖς, ἄξιος τῆς ὑμετέρας θεοσεβείας· ὃν καὶ εἰς χεῖράς σου τίθημι, τὸν αἰδεσιμώτατον Εὐλάλιον λέγω, τὸν θεοφιλέστατον ἐπίσκοπον, οὗ καὶ ταῖς χερσὶν ἐναποψύξαιμι.

Εἰ δέ τις οἴεται μὴ χρῆναι ζῶντος ἐπισκόπου ἄλλον χειροτονεῖν, ἴστω μηδ᾽ ἐνταῦθα κρατῶν ἡμῶν· πᾶσι γὰρ δῆλον ὅτι μὴ Ναζιανζοῦ, Σασίμων δὲ προεβλήθημεν, εἰ καὶ πρὸς ὀλίγον, αἰδοῖ τοῦ πατρὸς καὶ τῶν ἱκετευσάντων, ὡς ξένοι τὴν προστασίαν κατεδεξάμεθα.

ΘΕΟΔΩΡΩΙ Ἔσχε τι καὶ παρ᾽ ἡμῖν ὁ φθόνος, ὃν οὐδεὶς ῥᾳδίως διέφυγεν. Ἰδοὺ καὶ Καππαδόκαι στασιάζομεν, ἵν᾽ οὕτως εἴπω, —τὸ μὴ πρότερον ἀκουσθὲν μηδὲ πιστευθὲν κακόν, 〈ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ〉· —ἀλλ᾽ εἰδῶμεν ἅπαντες ὄντες ἄνθρωποι, καὶ μὴ προχείρως ἑτέρων καταγινώσκωμεν.

Ἀλλ᾽ ἐμοί τι κέρδος καὶ παρὰ τῆς συμφορᾶς (εἰ δεῖ παραδόξως εἰπεῖν), καὶ ὄντως ῥόδα ἐξ ἀκανθῶν, ὡς ἡ παροιμία, συλλέγομεν. Ἐγὼ γοῦν οὔπω πρότερον οὔτε κατ᾽ ὄψιν συντετυχηκὼς τῇ σῇ εὐλαβείᾳ, οὔτε διὰ γραμμάτων ὡμιληκώς, ἀλλὰ τῇ περὶ σοῦ φήμῃ μόνῃ καταυγαζόμενος, νῦν καὶ εἰς ἀνάγκην ἦλθον τῆς διὰ τῶν γραμμάτων ἐντεύξεως καὶ χάρις πολλὴ τῷ τοῦτο χαρισαμένῳ.

Τὸ μὲν οὖν τοῖς ἄλλοις ἐπισκόποις περὶ ὧν ἐπέστειλας γράφειν, οὔπω γὰρ τούτου καιρός, παραλείψομεν καὶ ἅμα ἡ ἀρρωστία ὀκνηροτέρους ἡμᾶς πρὸς τοῦτο καθίστησιν· ἃ δέ σοι γράφομεν, κἀκείνοις διὰ σοῦ γράφομεν.

Παυσάσθω περιεργαζόμενος τὰ παρ᾽ ἡμῖν ὁ κύριός μου καὶ θεοφιλέστατος Ἑλλάδιος ὁ ἐπίσκοπος· οὐ πνευματικῇ γάρ, ἀλλὰ ἐριστικῇ ταῦτα ζητεῖ περιόδῳ, οὐδὲ ἀκριβείᾳ κανόνων, ἀλλ᾽ ὀργῆς ἐκπληρώσει, ὡς δῆλόν ἐστιν ἐκ τοῦ καιροῦ καὶ πολλῶν τῶν σὺν τούτῳ κεκινημένων ἔξω τοῦ λόγου· χρὴ γὰρ οὕτω λέγειν καὶ μὴ λυπεῖν.

Ἐγὼ γὰρ εἰ μὲν τοῦ σώματος οὕτως εἶχον ὡς Ἐκκλησίας δύνασθαι προστατεῖν Ναζιανζοῦ, ᾗ τὴν ἀρχὴν ἐπεκηρύχθην ἀλλὰ μὴ Σασίμοις, ὥς τινες ὑμᾶς πείθουσιν οὐκ ὀρθῶς, οὐχ οὕτως ἤμην ἄθλιος οὐδὲ τῶν θείων διατάξεων ἀμαθὴς ὡς ἢ τῆς Ἐκκλησίας ὑπεριδεῖν ἢ τὴν τοῦ βίου ῥᾳστώνην μεταδιώκειν, πρὸ τῶν ἀποκειμένων μισθῶν τοῖς κάμνουσι κατὰ Θεὸν καὶ τὸ πιστευθὲν τάλαντον ἀπεργαζομένοις.

Τί γάρ μοι τῶν πολλῶν πόνων ὄφελος καὶ τῶν μεγάλων ἐλπίδων, περὶ τῶν μεγίστων βουλευσαμένῳ κακῶς; Ἐπειδὴ δὲ καὶ τὸ σῶμα κακῶς ἔχει μοι, ὃ πᾶσι δῆλόν ἐστι, καὶ βάρος οὐδὲν ἐκ τῆς ὑποχωρήσεως ἔδεισα ταύτης δι᾽ ἣν εἶπον αἰτίαν· καὶ τὴν Ἐκκλησίαν ἑώρων ἐχομένην ἡμῶν, βλαπτομένην δὲ περὶ τὰ καίρια καὶ λελυμένην σχεδὸν ἐκ τῆς ἐμῆς λύσεως, ἐδεήθην καὶ πρότερον καὶ νῦν τῶν κυρίων μου τῶν θεοφιλεστάτων ἐπισκόπων, τῶν πατριωτῶν λέγω, δοῦναι τῇ Ἐκκλησίᾳ κεφαλήν, ἣν σὺν Θεῷ δεδώκασιν, ἀξίαν καὶ τῆς ἐμῆς ἐπιθυμίας καὶ τῶν ὑμετέρων εὐχῶν.

Ταῦτ᾽ οὖν αὐτὸς γίνωσκε, κύριε τιμιώτατε, καὶ τοὺς λοιποὺς ἐπισκόπους ἀναδίδαξον καὶ ἀποδέχεσθαι καὶ συνεπιψηφίζειν καὶ μὴ βαρεῖν τὸ ἡμέτερον γῆρας ταῖς διαβολαῖς πειθομένους. Προσκείσθω δὲ κἀκεῖνο τοῖς γράμμασι· τὸν κύριόν μου τὸν θεοφιλέστατον συλλειτουργὸν Βοσπόριον, εἰ μὲν ἡ παρ᾽ ὑμῶν ἐξέτασις εὑρίσκει περὶ τὴν πίστιν κακόν, ὃ μηδὲ λέγειν ἐστὶ θεμιτὸν (ἐῶ γὰρ τὸν μακρὸν χρόνον καὶ τὴν μαρτυρίαν τὴν ἡμετέραν), αὐτοὶ τοῦτο κρίνατε.

Εἰ δὲ ἡ τῶν παροικιῶν ζήτησις τὴν κακοδοξίαν δημιουργεῖ καὶ νέον τὸ ἔγκλημα, μὴ ταῖς διαβολαῖς παρασύρεσθε, μηδὲ ἰσχυροτέρας τῆς ἀληθείας ποιεῖσθε, παρακαλῶ, μὴ πολλοὺς εἰς ἀθυμίαν καταστήσητε τῶν εὖ πράττειν προῃρημένων.

Ἐρρωμένος, εὔθυμος, προκόπτων κατὰ Θεὸν χαρισθείης ἡμῖν καὶ τῇ Ἐκκλησίᾳ, τὸ κοινὸν σεμνολόγημα.

ΑΜΦΙΛΟΧΙΩΙ 〈Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου〉, καὶ μὴ ἀπαξιώσῃς πατρὸς εὐχήν· ἱκανῶς γὰρ τὸ γῆρας ἡμῶν ἀνέπαυσας καὶ γενόμενος μέχρι Παρνασσοῦ, καθὼς προεκλήθης, καὶ τὴν ἐπενεχθεῖσαν τῷ τιμιωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ συκοφαντίαν ἐλέγξας· ἐπειδὴ φιλοῦσιν οἱ πονηροὶ τὰς ἑαυτῶν αἰτίας περιτρέπειν εἰς τοὺς ἐλέγχοντας.

Ἰσχυρότερος μὲν γὰρ πάσης κατηγορίας ὁ χρόνος τοῦ ἀνδρὸς καὶ ὁ βίος καὶ ἡμεῖς οἱ πολλάκις τὰ αὐτὰ καὶ ἀκούσαντες παρ᾽ αὐτοῦ καὶ διδάξαντες, οἵ τε ἐκ τῆς πλάνης ἐπαναχθέντες καὶ προστεθέντες τῷ κοινῷ σώματι τῆς Ἐκκλησίας· ἐδεῖτο δὲ ὅμως πονηρὸς ὁ καιρὸς ὤν, καὶ ἀκριβεστέρας ἀποδείξεως διὰ τοὺς ἐπηρεαστὰς καὶ κακοήθεις ἣν αὐτὸς ἡμῖν ἐχαρίσω, μᾶλλον δὲ καὶ τοῖς κουφοτέροις καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων ἀπατωμένοις.

Ταῦτα δὲ εἰ θελήσειας καὶ μακροτέραν ὁδὸν ὑποστὰς διὰ σεαυτοῦ μαρτυρῆσαι καὶ διαιτήσεις τοῖς ἀμφισβητουμένοις μετὰ τῶν λοιπῶν ἐπισκόπων, ἔργον ποιήσεις πνευματικὸν καὶ τῆς σῆς τελειότητος ἄξιον. Τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πάντες προσαγορεύομεν.

ΝΕΚΤΑΡΙΩΙ Ὅταν ἄλλος ἄλλο τι τῶν σῶν ἐπαινῇ καὶ πάντες ὡς ἐν ἀγορᾷ προβάλλωνται τὴν σὴν εὐφημίαν, ἐγὼ τὰ κατ᾽ ἐμαυτὸν συνεισφέρω, καὶ οὐδενὸς ἔλαττον, ὅτι καὶ τιμᾶν ἡμᾶς ἀξιοῖς καὶ ὡς τέκνον ἀγαπητὸν πατρὸς γῆρας παραμυθεῖσθαι.

Διὰ τοῦτο καὶ νῦν ἐθάρρησα ταύτην προσαγαγεῖν τὴν παράκλησιν ὑπὲρ τοῦ αἰδεσιμωτάτου καὶ θεοφιλεστάτου ἐπισκόπου Βοσπορίου, αἰσχυνόμενος μὲν εἴ γε τοσοῦτος ἀνὴρ τῶν ἡμετέρων δεῖται γραμμάτων, ᾧ καὶ πολιτεία καὶ χρόνος βεβαιοῖ τὸ αἰδέσιμον, αἰσχυνόμενος δὲ οὐχ ἧττον τὸ σιωπᾶν καὶ τὸ μή τινα περὶ αὐτοῦ ποιήσασθαι λόγον, φωνὴν ἔχων καὶ πίστιν τιμῶν καὶ πάντων μάλιστα τὸν ἄνδρα γινώσκων.

Τὴν μὲν οὖν περὶ τῶν παροικιῶν ἀμφισβήτησιν δηλαδὴ αὐτὸς διαλύσεις κατὰ τὴν ἐν σοὶ τοῦ Πνεύματος χάριν καὶ τὴν τῶν κανόνων ἀκολουθίαν. Ἐκεῖνο δὲ μὴ ἀνεκτὸν φανήτω τῇ σῇ εὐλαβείᾳ στηλιτεύεσθαι τὰ ἡμέτερα. Κἂν γὰρ ὦσι χριστιανοί, ὥσπερ οὖν εἰσι τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, οἱ τῶν τοιούτων κριταί, τί κοινὸν ξίφει καὶ Πνεύματι;

Ἂν δὲ καὶ τοῦτο συγχωρήσωμεν, πῶς ἢ ποῦ δίκαιον τὸν περὶ πίστεως λόγον συμπλέκεσθαι τοῖς ἄλλοις ἀμφισβητήμασι; Σήμερον ἡμῖν κακόδοξος ὁ θεοφιλέστατος ἐπίσκοπος Βοσπόριος; Σήμερον πολιὰ ταλαντεύεται τοῦ τοσούτους μὲν ἐκ τῆς πλάνης ἐπαναγαγόντος, τοσαύτην δὲ ἀπόδειξιν δεδωκότος ὀρθοδοξίας, διδασκάλου δὲ πάντων ἡμῶν;

Μή, παρακαλῶ, μὴ δῷς χώραν ταῖς τοιαύταις συκοφαντίαις· ἀλλ᾽ εἰ μὲν δυνατόν, εἰρήνευσον τὰ διεστῶτα καὶ προστεθήτω τοῦτο τοῖς σοῖς ἐπαίνοις· εἰ δὲ μή, τοῦτό γε μὴ δέξῃ καθυβρίζεσθαι πάντας ἡμᾶς διὰ τῆς τοιαύτης ἐπηρείας, οἷς καὶ συνεβίωσε καὶ συνεγήρασεν, οὓς οἶδας ἀκριβεῖς τῆς Θεότητος κήρυκας καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως, καὶ μηδὲν ὑφαιρεῖν ἀνεχομένους τῆς μιᾶς καὶ ἀπροσίτου Θεότητος.

Καὶ ὑπὲρ ἡμῶν προσεύχου, παρακαλῶ, σφόδρα καμνόντων τῇ ἀρρωστίᾳ. Τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πάντες προσαγορεύουσι. Ἐρρωμένος, εὔθυμος, εὐδόκιμος ἐν Κυρίῳ χαρισθείης ἡμῖν καὶ ταῖς Ἐκκλησίαις τὸ κοινὸν στήριγμα.

ΤΩΙ ΑΥΤΩΙ Τί ἂν ἐποίησας, εἰ παρὼν αὐτὸς εἶχον πράγματα; ἦ δῆλον ὅτι πᾶσαν ἂν ἔθου σπουδὴν ἐλευθερῶσαί με τῆς ἐπηρείας, εἴπερ τι δεῖ τοῖς προλαβοῦσι τεκμαίρεσθαι. Τοῦτο καὶ νῦν ἡμῖν χάρισαι διὰ τῆς κοσμιωτάτης ἀνεψιᾶς ἡμῶν τῆς προσπιπτούσης σοι δι᾽ ἡμῶν, αἰδεσθεὶς μὲν τὴν ἡλικίαν τῆς ἱκέτιδος, αἰδεσθεὶς δὲ τὸν τρόπον καὶ τὴν εὐλάβειαν οὐ κατὰ πολλὰς οὖσαν γυναῖκας, αἰδεσθεὶς δὲ πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀπραγμοσύνην τῆς γυναικὸς καὶ τὸ παρὰ τῶν οἰκείων νῦν ἔχειν πράγματα, πρὸ πάντων δὲ τὴν ἡμετέραν παράκλησιν.

Ἡ μείζων δὲ χάρις, τὸ τάχος τῆς εὐεργεσίας ἣν ἀπαιτοῦμεν. Τὸ μὲν γὰρ φιλάνθρωπον τῇ χήρᾳ καὶ ὁ ἄδικος ἐν τῷ Εὐαγγελίῳ κριτὴς ἐχαρίσατο, ἀλλὰ μετὰ πολλὴν ἱκεσίαν καὶ προσεδρείαν. Παρ᾽ ὑμῶν δὲ ὑπαρχέτω τὸ τάχος ἵνα μὴ κάμνῃ μακρὰ ταῖς φροντίσι καὶ ταῖς ἐπὶ τῆς ἀλλοδαπῆς κακοπαθείαις· εἰ καὶ τὰ μάλιστα οἶδα σαφῶς ὅτι οἰκείαν αὐτῇ ποιήσει καὶ τὴν ἀλλοτρίαν ἡ σὴ θεοσέβεια.