Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ἠθικὰ ποιήματα
Κριτική της θύραθεν σοφίας και υπεροχή της χριστιανικής ακτημοσύνης
Έλεγχος της φιλαργυρίας των αρχαίων φιλοσόφων και προβολή των βιβλικών και αποστολικών προτύπων της εκούσιας πενίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κριτική της θύραθεν σοφίας και υπεροχή της χριστιανικής ακτημοσύνης
Έλεγχος της φιλαργυρίας των αρχαίων φιλοσόφων και προβολή των βιβλικών και αποστολικών προτύπων της εκούσιας πενίας.
Ἐμπειρίας μὲν εἰς τοσοῦτον ἤλασα, Ὅσον περ εἰκὸς τοὺς πονήσαντας μακρὰν Χρόνῳ τε πολλῷ προσλαλήσαντας σοφῶν Βίβλοις, θεοπνεύστων τε δογμάτων λόγοις, Πηγῇ γλυκείᾳ σώφροσί τ᾽ ἀρυσίμῳ, Ὧν καὶ βάθος τι μικρὸν ἐξηντλήσαμεν.
Τοῦ δευτέρου δ᾽ ὧν εἶπον, εὐνοίας λέγω, Πίστις μεγίστη· ταῦτα γάρ σοι βούλομαι Ἃ πρόσθ᾽ ἐμαυτῷ, φίλτατε, παρῄνεσα, Ἡνίκα λογισμοὶ κινδύνοις συνέδραμον Πικρᾶς θαλάσσης, οἷς συνήχθην πρὸς Θεόν· Φόβος γὰρ ἀρχὴ πολλάκις σωτηρίας.
Παῤῥησίας δὲ μὴ λάβῃς πεῖράν ποτε, Μήτ᾽ οὖν ἐμῆς γε, μήτε τούτων σοι ξένων· Ἀλλ᾽ οὐδὲ λήψῃ τοῖς ἐμοῖς πεισθεὶς λόγοις· Ἔσῃ γὰρ αἴνων, οὐ ψόγων ἐπάξιος. Ἐπεὶ δὲ ταῦτα, δεῦρό μοι σαυτὸν δίδου, Δὸς, καὶ Θεῷ δώσωμεν, ὃν λήψῃ δοθείς.
Φύσις γὰρ αὕτη τοῦ διδόντος γίνεται. Σκοπῶν δ᾽ ἂν οὕτω τῆς ἀληθείας τύχοις. Εἰσὶ δέ τινες καὶ παρ᾽ Ἕλλησι σοφοὶ, Οὐ μὴν σοφοί γε· πῶς ἂν εἴποιμεν σοφοὺς Τοὺς τὴν κρατίστην φύσιν ἠγνοηκότας, Θεὸν, τὸ πάντων αἴτιον πρῶτον καλῶν;
Οὗ καὶ φύσις γε τοῖς φρονοῦσι πρόξενος, Τάξις θ᾽ ὁρωμένων τε καὶ νοουμένων· Τοὺς δ᾽ ἢ τελείως ἐκβαλόντας τοῦ λόγου Τὸ Θεῖον, ἢ πρόνοιαν ἐξηρνηκότας, Ἢ μέτρα θέντας, μὴ κάμοι σώζων Θεός. Ὧν οἱ μὲν ὄψει χρώμενοι διδασκάλῳ, Ἄστροις ἔδωκαν τοῖς ὁμοδούλοις τὸ κράτος, Οἷς πάντ᾽ ἄγουσιν, ἠγμένοι λίαν κακῶς· Ἄλλοι δὲ προσεκύνησαν αἴσχη κνωδάλων, Πλέον πεσόντες· οἱ δὲ δαιμόνων σκιὰς, Μύθους τ᾽ ἀνεῦρον τῶν παθῶν συνηγόρους, Στήλας τ᾽ ἔθεντο τῆς ἀνοίας ἀξίας, Ἱδρύμαθ᾽ ὕλης, καὶ χερὸς ποιήματα.
Τίς οὖν τοσοῦτον ἄσοφος, ὡς τούτους σοφοὺς Θέσθαι; Ὅμως ἔστωσαν, εἰ δοκεῖ, σοφοί. Τούτους ἂν εὕροις τοῖς μὲν ἄλλοις δόγμασιν Ἀσυνθέτους τε καὶ διεστῶτάς τισι Τοῖς περὶ νοητῶν καὶ ὁρωμένων λόγοις, Θεοῦ προνοίας, ἰδεῶν χ᾽ εἱμαρμένης, Ὕλης ἀπείρου, συνθέσεώς τε σωμάτων, Ψυχῆς, νοός τε καὶ πλάνης αἰσθήσεων· Ἐξ ὧν Στοαί τε καὶ προσώπων ὀφρύες, Ἀκαδημίαι τε καὶ πλοκαὶ Πυῤῥωνίων, Σκέψεις, ἐφέξεις, τεχνικῶν ληρήματα· Ἀσυνθέτους μὲν ταῦτα, πάντας δ᾽ ἐξ ἴσου Ἐπαινέτας δὲ τοῦ καλοῦ καὶ σύμφρονας, Οὐδὲν τιθέντας τῆς ἀρετῆς ἀνώτερον, Κἂν μυρίοις ἱδρῶσι καὶ πολλοῖς πόνοις Χρόνῳ τε μακρῷ τυγχάνῃ κρατουμένη.
Μεμνήσομαι δὲ, δείγματος χάριν, τινῶν, Ὡς ἂν μάθῃς κἀνθένδε τὴν ἀρετὴν, ὅσα Ῥόδ᾽ ἐξ ἀκανθῶν, ὡς λέγουσι, συλλέγων, Ἐκ τῶν ἀπίστων μανθάνων τὰ κρείσσονα. Τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα; Οὗτος, (τί τἄλλα χρὴ λέγειν;) ἀλλ᾽ εὐτελὴς Οὕτως τις ἦν, καὶ μέτριος τὰ τοῦ βίου, Καὶ ταῦθ᾽ ἑαυτῷ νομοθετῶν, οὐκ ἐκ Θεοῦ Νόμον φυλάττων, οὐδ᾽ ἐπ᾽ ἐλπίσι τισὶν, Ὥστ᾽ εἶχεν ἓν μὲν κτῆμα, τὴν βακτηρίαν, Οἶκον δ᾽ ὕπαιθρον ἐν μέσῳ τοῦ ἄστεος, Στρεπτὸν πίθον φεύγοντα πνευμάτων βίας, Ὃς ἦν ἐκείνῳ δωμάτων χρυσωρόφων Κρείσσων· τροφή τε σχέδιος, οὐ πονουμένη.
Κράτης δ᾽ ὁμοίως χρημάτων ὑπερτιθεὶς Αὑτὸν, μεθείς τε μηλόβοτον τὴν οὐσίαν, Ὡς ἂν κακίας ὑπηρέτιν καὶ σωμάτων, Ἀρθεὶς ὑπὲρ βωμοῦ, μεγάλῳ κηρύγματι Ἀνεῖπεν αὑτὸν, ὡς ἐν Ὀλυμπίᾳ μέσῃ, Τὸ θαυμάσιον δὴ τοῦτο καὶ βοώμενος· «Ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης·» Δουλείαν εἰδὼς τὸ κρατεῖσθαι χρημάτων.
Φασὶν τὸν αὐτὸν (ὥς τινες δ᾽, ἄλλον τινὰ Τῶν φιλοσοφούντων ἐξ ἴσου φρονήματος), Πλέοντα, τοῦ κλύδωνος ἀγριουμένου, Ἔπειτα φόρτῳ τῆς νεὼς βαρουμένης, Ῥίπτειν προθύμως εἰς βυθὸν τὰ χρήματα, Τοῦτον δ᾽ ἐπειπεῖν ἄξιον μνήμης λόγον· «Εὖγ᾽, ὦ Τύχη, μοὶ τῶν καλῶν διδάσκαλε, Ὡς εἰς τρίβωνα ῥᾳδίως συστέλλομαι!» Ἄλλος παρῆκεν οὐσίαν τοῖς ἐκ γένους.
Ἄλλος δ᾽ ὑπερβὰς ταῦτα, ὡς ἀνθρώπινα, Ἅπανθ᾽ ὅσ᾽ εἶχεν εἰς μίαν βῶλόν τινα Χρυσῆν συνελὼν, ἔπειτ᾽ ἀναχθεὶς εἰς ἅλα, Βυθῷ δίδωσι τὴν ἀλαζόνα πλάνην, Μὴ δεῖν γὰρ ἄλλῳ προξενεῖν τὸ μὴ καλόν. Καὶ τοῦτ᾽ ἐπαινῶ. Τῶν τις ἀρχαίων κυνῶν Βασιλεῖ προσελθὼν ἠξίου τροφῆς τυχεῖν, Εἴτ᾽ ἐνδεὴς ὢν, εἴτε καὶ πειρώμενος.
Τοῦ δ᾽ εἴτε τιμῇ γ᾽, εἴτε καὶ πείρᾳ τινὶ, Πλὴν χρυσίου τάλαντον ἐκ προστάγματος Δόντος προθύμως, οὐ μὲν ἀρνεῖται λαβεῖν· Λαβὼν δ᾽ ἐν ὄψει τοῦ δεδωκότος αὐτίκα Ἄρτον πριάμενος τοῦ ταλάντου· «Τόνδ᾽, ἔφη, Λαβεῖν ἔχρῃζον, οὐ τὸν ἄβρωτον τύφον.» Ταῦτ᾽ οὖν μὲν ἴσα τοῖς ἐμοῖς νόμοις σχεδὸν, Οἵ με πτεροῦσιν εἰς βίον τε καὶ φύσιν Πτηνῶν, ἐφημερίῳ τε κ᾽ ἀσπόρῳ τροφῇ, Κρίνων τε κάλλει εὖ μάλ᾽ ἠμφιεσμένων, Ὑφαῖς ἀτέχνοις ἐγγυῶνταί μοι σκέπην, Εἰ πρὸς μόνον βλέποιμι τὸν μέγαν Θεόν.
Ἀλλ᾽ εἴ τι χρή με καὶ ξέσαι τὰ τῶν βίων, Ὡς ἂν δοκοίην μὴ μάτην ταῦθ᾽ ἱστορεῖν, Οἱ μὲν τιμῶντες χρημάτων ἀκτησίαν, Βίον τ᾽ ἐλεύθερόν τε καὶ δεσμῶν ἄνω, Πρῶτον μὲν οὐ καλῶς τὸ καλὸν μετῄεσαν· Πλεῖον γὰρ ἦν ἔνδειξις, ἢ καλοῦ πόθος.
Ἢ τί ποτ᾽ ἔδει βωμῶν τε καὶ κηρυγμάτων; Ἒπειτα γαστρὸς ἡδοναῖς ἐφίεσαν, Ὡς ἄν τινες φεύγοντες οὐ πλούτου κόρον, Τὰς φροντίδας δὲ καὶ πόνους τῆς κτήσεως, Τρυφῆς δ᾽ ἀφορμὴν τὸ ἀπορεῖν ποιούμενοι. Δηλοῦσι σησαμοῦσιν ἄρτοι κρίθινοι Ὑπεξιόντες, καὶ τραγῳδίας ἔπη, Ὧν ἕν τι καὶ τόδ᾽ εὐστόχως εἰρημένον· «Ὦ ξένε, τυράννοις ἐκ ποδῶν μεθίστασο,» Σέρις τε φεύγουσ᾽ ἐκ μέσων ἡδυσμάτων, Ὄψον πενήτων, ἄφθονός τε γῆς χάρις.
Ἡμῖν δ᾽ ἀνεπίδεικτον μὲν εἴ τι τῶν καλῶν, Οἷς πρῶτόν ἐστι μηδὲ τὴν εὐώνυμον Τὰ δεξιᾶς κινήματ᾽ εἰδέναι σαφῶς. Ἡ δ᾽ ἐγκράτεια μαρτυρεῖ τὸ ἔνθεον. Καλὸν Κλεάνθους τὸ φρέαρ, καὶ Σωκράτους Τὸ ζῇν πενιχρῶς· τἄλλα δ᾽ ὡς ἀσχήμονα!
Οἱ Χαρμίδαι τε καὶ σκέπη τριβωνίων, Ὑφ᾽ ἧς τὰ θεῖα τοῖς νέοις ὁ γεννάδας Συνῆν. Μόνοι γὰρ οἱ καλοὶ νοήμονες. Μηδεὶς ἔρωτι σωμάτων θηρευέτω Τὸ κάλλος. Ὣς ὄλοιτο τοῖα σκέμματα· Χωρὶς τὰ Μυσῶν καὶ Λυδῶν ὁρίσματα.
Ἀλκμαίονος δὲ τίς τόδ᾽ αἰνέσει ποτὲ, Ὃς πρῶτ᾽ Ἀθηναίων τῶν ἀοιδίμων φέρων Ἀνὴρ γένει τε καὶ κράτει πνέων μέγα, Τοσοῦτον ὤφθη χρημάτων ἡττώμενος, Ὅσον περ εἰκὸς ἦν φανῆναι κρείττονα; Κροίσου γὰρ αὐτὸν πλείοσι δεξιουμένου, Ὧν ἓν, ταμεῖα χρυσοῦ ἅπαντα προθεὶς, Ὡς ἂν δυνάστης τῇ τύχῃ μέγα φρονῶν, Ἔχειν ἐκέλευσεν ὅσον δύναιτο ψηγμάτων· Πλήσας δὲ κόλπους, καὶ γνάθους, καὶ τὴν κόμην Θεὶς χρυσόπαστον (τῆς ἀμετρίας ὅση!) Προῆλθε Λυδοῖς πλούσιος γελώμενος.
Τί δ᾽ ὁ Πλάτων σοι, καίπερ ὢν σοφώτατος Ἀνδρῶν; Τί δ᾽ Ἀρίστιππος, τὸν ἥδιστον λέγω; Τί δ᾽ ὁ χαρίεις Σπεύσιππος, ὥσπερ οἴομαι; Ὁ μὲν καπήλου δυστυχοῦς ἔζη βίον, Πόνους διαντλῶν κέρδεσιν θαλαττίους· Ἔλαιον ἦν ὁ φόρτος. Οὔπω τοῦτ᾽ ἴσως Ἐρεῖς ἄπληστον, καὶ πενίᾳ τι προσνέμεις.
Τὸ δὲ τραπέζας προσκυνεῖν τυραννικὰς Πλάτωνα· φεῦ λόγων τε καὶ σεμνῶν πόνων! Ἐῶ λέγειν πράσιν τε καὶ οὐχὶ πράσιν, Εἰ μὴ Πλάτωνί τις Λίβυς τῆς Ἑλλάδος Ὤφθη γ᾽ ἀμείνων, καὶ μικροῦ τιμήματος Δόξαν τε καὶ Πλάτωνος ὠνεῖται λόγους.
Τοῦ δ᾽ ἐκ Κυρήνης, μέγα μὲν ἡ παῤῥησία· Ὅμως δ᾽ ἔμιξε τῷ ἐλευθέρῳ τρυφὴν, Βλάπτων τὸ καλὸν ἁλμυρῷ τῷ δόγματι. Μύρων γὰρ ὄζων, συμποτῶν κατέπνεε· Τὸ δ᾽ εὐχάριστον τοῦ τρόπου καὶ στωμύλον Ὁδηγὸν εἶχε λημμάτων. Οὕτω ποτὲ Στολὴν γυναικῶν, Ἀρχελάου τοῦ σοφοῦ, Οὐκ οἶδ᾽ ὅπως τε καὶ δι᾽ ἣν τὴν αἰτίαν, Δωρουμένου, Πλάτων μὲν οὐ προσήκατο, Ἴαμβον εἰπὼν καίριον ἐξ Εὐριπίδου· «Οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.» Ὁ δ᾽, ὡς τὸ δώρημ᾽ ἦλθεν εἰς αὐτοῦ χέρας, Φέροντος ἀνδρὸς, καὶ προθύμως λαμβάνει, Καὶ τὴν ἰάμβου κομψότητ᾽ ἰαμβίῳ Βάλλει, τόδ᾽ εἰπών· «Καὶ γὰρ ἐν βακχεύμασιν Οὖσ᾽ ἥγε σώφρων, οὐ διαφθαρήσεται.» Ὁ δ᾽ αὐτὸς Ἀρχέλαος, ὥς φασιν, ποτὲ Λαβεῖν θελήσαντός τι τοῦ Σοφοκλέους, Εὐριπίδῃ δίδωσι τῷ σοφωτάτῳ, Τοσαῦτ᾽ ἐπειπών· «Σὺ μὲν ἄξιος δοκεῖς Ζητεῖν ἔμοιγε, λαμβάνειν δ᾽ Εὐριπίδης·» Δεικνὺς ὅπερ ἄριστον εὐγενὴς τρόπος.
Τάξας δὲ τοῖς Ἕλλησι τοὺς πόρους ποτὲ Ὁ Λυσιμάχου, καὶ τἄλλα τῶν πρώτων φανεὶς Ἐν δημαγωγίαις τε καὶ στρατηγίαις, Τοσοῦτον ὤφθη χρημάτων ἀνώτερος, Ὥσθ᾽ (ὅτι μὲν ἔσχε τοὔνομ᾽ ἐκ τῆς πράξεως, Δίκαιος ὤν τε καὶ καλούμενος εἰς ἔτι, Ἑκὼν παρήσω) τὰς δὲ παῖδας ἡ πόλις Ἐκδοῦσα τιμᾷ χρήμασι πενίαν καλὴν, Αὐτόν τ᾽ ἔθαψεν, οὐκ ἔχονθ᾽ ὅθεν ταφῇ.
Οὐκ ἂν παρέλθοιμ᾽ οὐδὲ τὰ Ῥωμαίων καλὰ Ὡς μὴ παλαιοῖς ἰσχυριζοίμην μόνοις. Πύῤῥου κρατήσας ἐν μάχῃ Φαβρίκιος, Ἦν δὲ στρατηγὸς τῶν περιβλέπτων ἄγαν, Καὶ τοῖσδ᾽ ἐνίκα μᾶλλον· ὡς γὰρ εἰς στενὸν Ὁ Πύῤῥος ἦλθεν ἐλπίδων, ἐπειράθη Χρυσοῦ ταλάντοις τὸν στρατηγὸν ἁρπάσαι· Ὁ δ᾽ οὐκ ἐδέξατ᾽, ἀλλ᾽ ὅμως ἐσπείσατο.
Ἐπεὶ δ᾽ ὁ Πύῤῥος, ὡς λέγουσ᾽, εἰρηνικὰ Παίζων πρὸς αὐτὸν, τῶν ἐνόπλων θηρίων Ἕνα τῶν ἐλεφάντων ὑπερφυᾶ τε καὶ μέγαν, Οὔπω κατ᾽ ὄψιν οἱ τέως ἐγνωσμένον, Ἔδειξε· ῥινὸς ὑπερφανείσης ἀθρόως Οὔτ᾽ ἐπτοήθη, καὶ τόδ᾽ εἶπεν ἵλεως· «Οὔ μ᾽ οὔτε χρυσὸς εἷλεν, οὔτε θηρίον.» Ἀρκεῖ τοσαῦτα, καὶ τάδε μέτρου πέρα, Ὡς ἄν τις εἴποι χρημάτων καταφρονῶν.
Μήτ᾽ οὖν ἐκεῖνα προσδέχου τὰ μὴ καλὰ Βίβλων παλαιῶν, ὦγαθ᾽, αἷς ἐνετράφης· Ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν. Κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους Πένητα ναίειν, δόξαν ἠμποληκότα. Μή μοι γένος γένιζε, μάζα μοι γένος.
Τὰ χρήματ᾽ ἀνθρώποισι τιμιώτατα. Πένητος ἀνδρὸς οὐδὲν ἀθλιώτερον. Ἄνευ δὲ χαλκοῦ, Φοῖβος οὐ μαντεύεται. Οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ· Ἢ γὰρ πεφυκὼς ἐσθλὸς, οὐκ ἔχει βίον, Ἢ δυσγενὴς ὢν, πλουσίαν ἀροῖ πλάκα.
Πῶς γὰρ καλεῖς δυσδαίμονα, τὸν πένητα μὲν, Πολλῷ δ᾽ ἔχοντα πλουσιώτερον τρόπον; Δύσδαιμον ὄντως τὸ φρονεῖν οὕτω κακῶς. Ταῦτ᾽ οὖν ἅπαντα φεῦγε τούς τ᾽ εἰρηκότας, Εἴτ᾽ ἄλλο τούτοις ἐμφερές τι ἐν λόγοις.
Καὶ ταῦτ᾽ ἐπαίνει τῶν σοφῶς εἰρημένων· Ὅτ᾽ ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς, Τοῦ δυστυχεῖν νόμιζε ἀῤῥαβῶν᾽ ἔχειν. Μὴ πάντοθεν κέρδαινε, σαυτὸν αἰσχύνων· Τὸ μὴ δικαίως εὐτυχεῖν, ἔχει φόβον. Μὴ Πλοῦτον εἴπῃς, οὐχὶ θαυμάζω θεὸν, Ὃν καὶ κάκιστος ῥᾳδίως ἐκτήσατο.
Πένης μέν ἐστι, τὸν τρόπον δὲ πλούσιος. Σοφὸν πένητα μᾶλλον, ἢ Μίδαν κακόν. Ληρεῖ δέ μοι Θέογνις ὡς λῆρον πλατὺν, Κρημνοὺς προτιμῶν τῆς ἀπορίας καὶ βυθοὺς, Κακῶς τε Κύρνῳ νομοθετῶν εἰς χρήματα. Ὅμηρε καὶ σὺ, πῶς τοσοῦτον ἀστάτῳ Πράγματι νέμεις, ὥστε φράσαι που τῶν ἐπῶν, Ὀπηδὸν εἶναι τὴν ἀρετὴν τῶν χρημάτων;
Φησίν· Τόδ᾽ εἶπον αὐτὸς, οὐχ οὕτως ἔχων, Γελῶν δὲ τοὺς ἔχοντας οὕτως ἀθλίως. Οὐ γὰρ δοκεῖ σοι τὴν θάλασσαν ἐκφυγὼν Ὀδυσσεὺς ἐκεῖνος, οὗ τὰ πόλλ᾽ ἀθλήματα, Ὀφθεὶς ἀλήτης τῇ βασιλίδι γυμνὸς, Καταιδέσας δὲ τῷ λόγῳ τὴν παρθένον, Φαίαξί τ᾽ αὐτοῖς ἄξιος πλείστου φανεὶς, Εἶναι προδήλως τῆς ἀρετῆς ἐγκώμιον;
Τὸν μῦθον αἰνῶ τὸν Φρύγιον, ὃς εὖ ἔχει· Μίδᾳ γὰρ αἰτήσαντι πάντα χρυσίου Πλήρη γενέσθαι, τῆς ἀμετρίας δίκην Θεὸς δίδωσιν ὦνπερ ἠξίου τυχεῖν· Ὁ χρυσὸς ἦν ἄβρωτος· ὃς δ᾽ εἶχεν, νέκυς. Τί μοι ξένων μύθων τε καὶ διδαγμάτων;
Αὐτοὺς σκόπει μοι τοὺς ἐμοὺς ἤδη νόμους. Ἐμοὶ γένος μέν ἐστι τὸ πρῶτον καλὸν, Οὗπερ προῆλθον, καὶ πρὸς ὃ πτερῶ βίον, Δεσμῶν ἐμαυτὸν ἐκλύειν πειρώμενος. Ἡ δ᾽ ἐκ μελῶν τε καὶ φθορᾶς ὁρμωμένη, Νεκρῶν τε λαμπρῶν καὶ πάλαι σεσηπότων, Ἣν δὴ καλοῦσιν εὐγένειαν οἱ κάτω, Κόπρου ῥεούσης οὐδὲν εὐγενεστέρα.
Πατρὶς δὲ σωμάτων μὲν οὐκ ἐλευθέρα, Φόρων τε δούλη, καὶ κακῶς τετμημένη Κόλποις θαλάσσης καὶ νάπαις περίγραφος, Πολλοὺς ἀμείβουσ᾽ ἀθλίους οἰκήτορας, Αὐτή γε μήτηρ καὶ τάφος γεννημάτων, Κόπτουσα τοὺς κόπτοντας. Ὦ δίκη, δίκη Τοῦ πρωτοπλάστου γεύσεώς τε καὶ πλάνης!
Ἡ δ᾽ ἀντὶ ταύτης τοῖς σοφοῖς ζητουμένη Πρὸς ἣν βλέποντες ἐνθάδ᾽ οὐ ῥοιζούμεθα, Ὥσπερ πόα τι ἐφ᾽ ὑδάτων ὀχουμένη, Πλατεῖ ἀτέρμων εὐγενῶν σκηνωμάτων, Κρατουμένη τε τοῖς κατοίκοις εἰς ἀεὶ, Ζώντων τε μήτηρ, καὶ μόγων ἀλλοτρία, Χορός τ᾽ ἄπαυστα Χριστὸν ὑμνούντων μέγαν, Πανήγυρίς τε πρωτοτόκων γεγραμμένων Ἐν οὐρανοῖς βίβλοις τε ταῖς αἰωνίοις.
Δόξαν τ᾽ ἐπαινῶ τὴν ἄνω μοι κειμένην, Σταθμὴν δικαίαν, καλὸν ἀψευδέστατον. Ἡ δ᾽ ἐνθάδ᾽, αὖρα καὶ κενῶν κενὴ χάρις· Ἡ μὲν δικαία προστίθησιν οὐδὲ ἕν· Ἡ δ᾽ οὐκ ἀληθὴς εἰς βλάβην καθίσταται. Τὸ γὰρ δοκεῖν, ὑφεῖλε τοῦ εἶναι πολύ.
Πλοῦτος δ᾽ ὁ μὲν ῥέων τε καὶ μέθης πλέως, Ὄψιν τε πηρὸς καὶ περιπλανώμενος, Φυσῶν τε πολλοὺς καὶ κενῶς ἀντλῶν τύχην, Γαστρός τις ὄγκος ὑδέρου πεπλησμένος. Ἄλλοις προσέρποι φάρμακον νόσου γέμον Καιροῦ φθόνου τε παίγνιον τιμώμενον.
Ἐμοὶ δὲ πλοῦτος ἄφθονός τε καὶ μένων, Ἑστὼς, ἄσυλος, κτημάτων ἀνώτατος, Μηδὲν πεπάσθαι πλὴν Θεοῦ καὶ τῶν ἄνω. Ἅπαντα μὲν γὰρ οὐκ ἂν, εἰ βούλοιτό τις, Κτήσαιτο, οὔτ᾽ ἐκτήσατ᾽ οὔκουν ἄχρι νῦν· Πάντων δ᾽ ἔνεστιν ἀθρόως καταφρονεῖν, Κρείττω τε πάντων τοῦτον εἶναι τὸν τρόπον.
Ἄλλοι φάλαγγας τασσέτωσαν ὁπλιτῶν, Πλεῖόν τε πασχέτωσαν, ὧν δρᾶσιν κακῶν, Βάλλοντες, οἰμώζοντες, ἀστάτοις ῥοπαῖς Ἀγχωμαλοῦντες, αἱμάτων ὠνούμενοι Πλούτου τίν᾽ ὄγκον, ἢ τυραννίδος κράτος. Ἄλλοι δὲ γῆς τε καὶ θαλάττης ἀγρίας Κόλπους μετρούντων, ἔμποροι δυσδαίμονες.
Ἄλλοι δίκας τε καὶ νόμους ἀντιστρόφους Σπουδῇ πλεκόντων, λημμάτων μικρῶν χάριν· Ἐμοὶ δὲ πάντων Χριστός ἐστιν ὤνιος, Σταυρόν τε τὸν πένητα πλουσίως φέρω, Ῥίψας τὰ σητῶν καὶ στροφὴν πεττευμάτων. Τούτου νόμος μὲν πρῶτος, ἡ πρώτη τρυφὴ, Ἐδὲμ δὲ καὶ παράδεισος εὐθαλὴς φυτοῖς, Πηγή τ᾽ ἐς ἀρχὰς τέτταρας τετμημένη.
Οὐ χρυσὸς, οὐκ ἤλεκτρον, οὐδὲ ἄργυρος, Οὐκ εὐχρόων τε καὶ φανῶν λίθων χάρις, Ἃ γῆ δίδωσι τοῖς κάτω νενευκόσι· Μόνοις δὲ καρποῖς ἀφθόνως διέτρεφε Τὸν ἐργάτην Θεοῦ τε καὶ θείας τρυφῆς. Κἀνταῦθ᾽ ὅρος τις ἡδονῇ μετρούμενος· Ξύλου γὰρ εἶργε γνώσεως ἐναντίων.
Ὃς οὐ φυλαχθεὶς, παντὸς ἐστέρησέ με, Καὶ γῆς πόνοις ἔδωκε μητρὸς τῆς ἐμῆς. Ὧν εἷς, τὸ πλεῖον τῶν ἀναγκαίων ἔχειν Μηδέν τε μέτρον εἰδέναι τῆς κτήσεως, Κακοῦ τὸ χεῖρον φάρμακον ποιουμένους, Διψῶντας αὐτῷ τῷ ποτῷ καυσουμένους.
Ἐξ οὗ, τί γίνεθ᾽, ὡς παράδοξον, σκόπει, Ἀεὶ πένεσθαι τῷ λιπόντι κτωμένους, Τέρψιν δὲ τοῦ κτηθέντος οὐ δύνασθ᾽ ἔχειν, Τῷ μὴ παρόντι· καὶ γὰρ ἐκτήκει φρένας. Πρῶτος μὲν οὗτος εὐτελοῦς ζωῆς νόμος, Ἔστιν δ᾽ ἐκεῖνος δεύτερος. Τὸν Ἀβραὰμ Τὸν πατριάρχην, τὸν θεόπτην τὸν μέγαν, Οἴκου, γένους τε, πατρίδος ἐξελκύσας, Ὁ τῶν μεγίστων οἰκονόμος μυστηρίων, Εἰς γῆν μετήγαγ᾽ εὐκόλως ἀλλοτρίαν, Ξένον, πάροικον, ἄστεγον, πλανώμενον.
Πίστις γὰρ εἷλκεν ἐλπίδων τῶν μειζόνων· Ἄρτον δ᾽ Ἰακὼβ καὶ σκέπην ᾔτει μόνον, Ὁρμῶν ποταμῶν ποτ᾽ εἰς μέσην, ὥσπερ λόγος, Εἰ καὶ πολυθρέμμων ἐπάνεισιν ὕστερον, Μισθὸν δίκαιον εὑρόμενος οὗτον πόνων. Καὶ τοῦτο δ᾽ εἰπεῖν εὖ ἔχει πρὸς οἷς ἔφην· Μωσῆς ὅτ᾽ εἴσω τοῦ γνόφου μόνος μόνῳ Θεῷ προσωμίλησε, καὶ πλαξὶν νόμον Διπλοῦν ἐδέξαθ᾽, ᾧ λεὼν ἦγε μέγαν· Τότ᾽ οὖν μερίζων ἣν κατέσχον ἐκ Θεοῦ, Ἄλλοις μὲν ἄλλην γῆν ἐμέτρησε ξένην· Υἱοῖς δὲ Λευῒ κλῆρον οὐ νέμει μόνοις.
Κλῆρος γὰρ αὐτοῖς ὁ κράτιστος, ἦν Θεός. Ἰωναδὰβ δὲ παισὶν εἰσάγων ποτὲ Ἀκτησίαν τε καὶ τὸν ὑψηλὸν βίον (ᾜδει γὰρ, ᾔδει φιλοσοφεῖν, καίπερ τότε Οὐδὲ πενίας πω κειμένης ἐν θαύματι)· Τάδ᾽ εἶπε, πατρὸς λίαν ὡς χρηστοῦ λόγον· «Ὦ παῖδες, οἶον ὑμῖν, ὡς ἄγαν πολὺν Κλῆρον πορίζω, οἷον οὔπω τις πατὴρ Παισὶν δέδωκεν, οὐδ᾽ ὃς εὐπορώτατος· Φεύγοιτε πάντα κλῆρον, εὔλυτον βίον Ἔχοιτε, δεσμῷ μηδένι κρατούμενοι.
Σκηνὰς μὲν οἰκεῖτ᾽, οἰκίας κινουμένας· Τέμνοι δὲ γῆν ἄλλος τις· ἄμπελος δέ γε Τούτῳ φυτεύοιθ᾽, ὅντιν᾽ οἶνος εὐφρανεῖ· Ὑμῖν δ᾽ ἄοινος, ἐγκρατὴς ἔστω βίος. Ὧδ᾽ ἂν βιοῦντες, ἀσφαλῶς ζώοιτέ μοι.» Οὗτος μὲν οὖν τοιοῦτος. Ἠλίαν δέ που Θήσοιμεν, ὃν Κάρμηλος ἔτρεφεν μέγας Κόραξι χειμάῤῥῳ τε, γῆς ἐκ διψάδος;
Ὃς ὢν πένης τε καὶ πενήτων ἔσχατος, Ἵστη τυράννοις ὑετοὺς, ῥείθρων βάθη· Πῦρ εἷλκεν ἐχθροῖς καὶ θυσίαις ἐξ οὐρανοῦ. Χήραις ἐπήγαζε ῥανίδας στενῆς τροφῆς, Τρέφων τρεφούσας πλουσίως ὁ ἐνδέης· Νεκροὺς δ᾽ ἀνέστη, μισθὸν εὐσεβοῦς σκέπης, Πυρός τ᾽ ἀνήγεθ᾽ ἅρματι πρὸς οὐρανόν.
Ἑλισσαίου τε κλῆρος, ὃς παρ᾽ Ἠλίου, Χάρις τε καὶ τὸ κλεινὸν ἐξ ὕψους δέρος. Ὅδε πρὸ γαστρὸς ἱερός. Ὢ τοῦ θαύματος! Πάντως ἀκούεις τὸν Σαμουὴλ τὸν μέγαν, Ὃν μητρὸς εὐχὴ τῷ Θεῷ προσήγαγεν· Εἰ μὴ λίαν τολμηρὸν εἰπεῖν τοῦτό γε· Οὐδ᾽ αὐτὸν εἶχεν· ἐκ βρέφους Θεῷ δοθείς.
Τίς ἦν παλαιᾶς καὶ νέας μεταίχμιον Θεοῦ διαθηκῶν, ὡς σκιᾶς καὶ σώματος, Τὴν μὲν κατείργων, τῆς δ᾽ ἀνοίγων εἰσόδους; Τίς φωτὸς ἄκρου προτρέχων λύχνος μέγας; Τίς ἐν γεννητοῖς πρῶτος, ᾧ μάρτυς Θεός; Ἔρημον ᾤκει, καὶ ξένην εἶχε τροφήν· Καμήλιον δ᾽ ἔσθημα δέρματος στροφῇ Ἐσφίγγετ᾽· ἔγραψε τὸν Ἰωάννην Λόγος, Ὃς οὐδὲ διπλοῦν εἴασε κεκτῆσθαι ῥάκος.
Τί δ᾽ ἄν τις εἴποι πρὸς τὸν ἐκ τέχνης τροφὴν Παῦλον πορίζοντ᾽; ἢ τὸν ἐκ θέρμων μόνων Τρυφῶντα Πέτρον, τοὺς μεγάλους ἀποστόλους Οἳ πάντα κόσμον δικτύων εἴσω Θεοῦ Ἔθηκαν· ὧν αἱ χεῖρες ἔῤῥεον πολὺν Πλοῦτον πένησι πλουσίως δωρουμένων;
Ἄλλοι παρῆκαν συγγενέσιν ἁλειάδας, Καλούμενοι Θεῷ πρὸς ἁλείαν κρείττονα. Λόγοις γὰρ ἦσαν τοῖς ἀρίστοις ἠγμένοι Χριστοῦ, ὃς ἐπτώχευσε καὶ σαρκὸς πάχος, Νοῦς ὢν μέγιστος, καὶ νοὸς πρώτη φύσις· Πτωχοὺς δὲ τάξας τοῦ λόγου διαγγέλους, Συνέμπορον δίδωσι τὴν πίστιν μόνην, Γυμνοῖς, ἀχάλκοις, πῆραν οὐκ ἐξημμένοις, Ἀσανδάλοις τε καὶ ἀπόροις, μυστήριον Ὅλης ἐπιτρέψας τῆς νέας οἰκουμένης, Καὶ μηδὲ ῥάβδον ἐν χειροῖν ἐῶν ἔχειν, Ὡς πίστις εἴη τοῦ λόγου τὸ εὐσθενές.
Ὅρα τὸ μεῖζον· οὐδὲ τῷ νέῳ μαθεῖν Χρῄζοντι, πῶς ἂν τοῦ τελείου τις τύχοι, Ἄλλῳ τὸ ἄκρον, ἢ μόνῳ περιγράφει, Τῷ δεῖν ἅπαντα τοῖς πένησι σκορπίσαι, Σταυρὸν ἐπ᾽ ὤμων τὸν μέγαν φέρειν ἀεὶ, Αὐτῷ θ᾽ ἕπεσθαι τοῖς κάτω νεκρούμενον, Εἴπερ ποθοίη καὶ συνυψοῦσθαι Θεῷ.
Οὕτω τελειοῖ καὶ τελώνας εἰσόδῳ Πάντα προθύμως τῷ Θεῷ δωρουμένους· Καὶ πειθέτω Ζακχαῖος, ὃς πλουτῶν κακῶς Οἴκτῳ πενήτων τῶν τε ἠδικημένων Πλουτεῖ τὸ πένεσθαι, καὶ ῥύπου καθαίρεται. Εἶεν· τὰ μὲν δὴ χρημάτων οὕτως ἔχει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.