ΡΙΕʹ. Ταῦτα μὲν δὴ ταύτῃ· τί δὲ τὸ ἐντεῦθεν; Παρέξεις αὐτοῖς ὑποφήτας δηλαδὴ θεοφόρων λογίων, ὡς ἂν αὐτοὶ φαίητε, καὶ βίβλους ἀνελίξεις θεολογικάς τε καὶ ἠθικάς. Τίνας ταύτας, εἰπέ μοι, καὶ τίνων; Καλὸν προσάδεσθαι τὴν Ἡσιόδου Θεογονίαν αὐτοῖς καὶ τοὺς ἐκεῖ πολέμους καὶ κλόνους, τοὺς Τιτᾶνας, τοὺς Γίγαντας, μετὰ τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων; Κότος, Βριάρεως, Γύγης, Ἐγκέλαδος, οἱ δρακοντόποδες ὑμῶν, οἱ κεραυνοφόροι θεοὶ, αἱ τούτοις ἐπαφιέμεναι νῆσοι, βέλη τε ὁμοῦ καὶ τάφοι τοῖς ἀπαντήσασι· τὰ πικρὰ τούτων γεννήματα καὶ προβλήματα, Ὕδραι, Χίμαιραι, Κέρβεροι, Γοργόνες, φιλοτιμία παντὸς κακοῦ. Ταῦτα ἔστω τῶν Ἡσιόδου καλῶν ταῖς ἀκοαῖς προτιθέμενα. Ὀρφεὺς παρίτω μετὰ τῆς κιθάρας καὶ τῆς πάντα ἑλκούσης ᾠδῆς, ἐπιβρεμέτω Διὶ τὰ μεγάλα καὶ ὑπερφυῆ τῆς θεολογίας ῥήματα καὶ νοήματα· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ, ὅση τε μηλείη, ὅση τε ἵππων, ὅση τε ἡμιόνων, ἵν᾽ ἐντεῦθεν, οἶμαι, δειχθῇ τὸ ζωογόνον τοῦ θεοῦ καὶ φερέσβιον· οὐ γὰρ ἄλλως οἷόν τε ἦν· καὶ μηδὲ τῆς ἄλλης φείδεσθαι μεγαληγορίας.