ΟΑ. Σὺ δὲ, εἰ μὴ ἐκεῖνα, τά γε παρόντα θαύμασον, ὦ φιλοσοφώτατε καὶ γενναιότατε, καὶ τοὺς Ἐπαμινώνδας ἐκείνους καὶ Σκιπίωνας τῇ καρτερίᾳ βλέπων· ὁ συμβαδίζων τῷ στρατῷ, καὶ σῖτα αἱρούμενος σχέδια, καὶ τὴν αὐτουργὸν ἐπαινῶν στρατηγίαν. Ἔστι τοι γενναίου καὶ φιλοσόφου ψυχῆς μηδὲ πολεμίων ἀρετὴν ἀτιμάζειν, καὶ πλεῖον νέμειν ἐχθρῶν γενναιότητι ἢ κακίᾳ τῶν οἰκειοτάτων καὶ μαλακίᾳ. Ὁρᾷς τοὺς ἀβίους τούτους καὶ ἀνεστίους, καὶ ἀσάρκους μικροῦ καὶ ἀναίμονας, καὶ Θεῷ κατὰ τοῦτο πλησιάζοντας; τοὺς ἀνιπτόποδας καὶ χαμαιεύνας, ὅ φησιν ὁ σὸς Ὅμηρος, ἵνα τινὰ δαιμόνων τιμήσῃ τῷ πλάσματι, τοὺς κάτω καὶ ὑπὲρ τὰ κάτω; τοὺς ἐν ἀνθρώποις, καὶ ὑπὲρ τὰ ἀνθρώπινα; τοὺς δεδεμένους, καὶ ἐλευθέρους; τοὺς κεκρατημένους, καὶ ἀκρατήτους; ὧν οὐδὲν ἐν κόσμῳ, καὶ πάντα τὰ ὑπὲρ κόσμον; ὧν διπλοῦν τὸ ζῇν, τὸ μὲν ὑπερορώμενον, τὸ δὲ σπουδαζόμενον; τοὺς διὰ τὴν νέκρωσιν ἀθανάτους, τοὺς διὰ λύσιν Θεῷ συνημμένους; τοὺς ἔξω πόθου, καὶ μετὰ τοῦ θείου καὶ ἀπαθοῦς ἔρωτος; ὧν ἡ πηγὴ τοῦ φωτὸς, καὶ ὧν ἤδη τὰ ἀπαυγάσματα; ὧν αἱ ἀγγελικαὶ ψαλμῳδίαι, καὶ ἡ πάννυχος στάσις, καὶ ἡ τοῦ νοῦ πρὸς Θεὸν ἐκδημία προαρπαζομένου; ὧν ἡ κάθαρσις, καὶ ὧν τὸ καθαίρεσθαι, μηδὲν μέτρον εἰδότων ἀναβάσεως καὶ θεώσεως; ὧν αἱ πέτραι, καὶ ὧν οἱ οὐρανοί; ὧν τὸ ἐῤῥίφθαι, καὶ ὧν οἱ θρόνοι; ὧν ἡ γυμνότης, καὶ ὧν ἀφθαρσίας ἔνδυμα;