Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστηρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύσαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διαναστῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου ταπεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώσουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δράσουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορβόρου γέμοντι.