Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Κατὰ Ἰουλιανοῦ βασιλέως βʹ

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και πρώτες θείες προειδοποιήσεις

Η εισαγωγή του λόγου, η αποτυχημένη προσπάθεια του Ιουλιανού να ανοικοδομήσει τον ιουδαϊκό ναό, η αναίρεση της ειδωλολατρικής αστρολογίας και οι θεοσημίες που προκάλεσαν μαζικές μεταστροφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 8

ΛΟΓΟΣ Εʹ. Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος. Αʹ. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται· καὶ γὰρ ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ᾽ ἡμῶν, καὶ οἷς ἔμελλεν, ἀεί τι τῶν παρόντων ἐπινοῶν βαρύτερον. Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὐκ οἶδ᾽ εἴ τις βέβληκεν, ἤδη τοῦ λόγου προστησόμεθα, Θεῷ τε ἱερώτερον, καὶ ἡμῖν ἡδίω, καὶ τοῖς ἔπειτα χρησιμώτερον· τοῖς εἰρημένοις προσθεῖναι τὰ δίκαια τοῦ Θεοῦ σταθμία, καὶ οἷς ἀντιταλαντεύεται πονηρία, τοῖς μὲν αὐτόθεν ἀπαντῶσα, τοῖς δὲ καὶ μικρὸν ὕστερον· ὅπως ἂν, οἶμαι, τῷ τεχνίτῃ Λόγῳ δοκῇ, καὶ ταμίᾳ τῶν ἡμετέρων· ὃς οἶδε συμφορὰν μὲν ἐπικόπτειν ἐλέῳ, θράσος δὲ ἀτιμίᾳ σωφρονίζειν καὶ μάστιξιν, οἷς αὐτὸς ἐπίσταται μέτροις παιδεύσεως.

Βʹ. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ κατὰ τὸ εἰωθὸς χωρήσαντας, καὶ τὰς ἐν αὐτοῖς τοῖς δεινοῖς ἐξαγορεύσεις, καὶ ἀνονήτους μεταμελείας, τάς τε δι᾽ ὀνειράτων παιδεύσεις, καὶ τὰ καθ᾽ ὕπαρ φαντάσματα, τίς ἂν ἀξίως ἐκτραγῳδήσειεν· ὅσα τε ἢ περὶ τοὺς θείους οἴκους παρανομήσασιν, ἢ περὶ τὰς ἱερὰς τραπέζας ἐξυβρίσασιν, ἢ περὶ τοὺς μυστικοὺς κρατῆρας μανεῖσιν, ἢ τῶν σωμάτων ἡμῶν ἀνέδην ἐμφορουμένοις, ἢ τἄλλα πάντα ὅσα τετολμήκασι, νεανιευσαμένοις αὐτοῖς ἀπήντησε, τῆς τοῦ Θεοῦ κατὰ τῶν τοιούτων ὀργῆς ἐναργῆ καὶ φανερὰ γνωρίσματα; Ταῦτα μὲν οὖν ἑκὼν ὑπερβήσομαι, οὐκ ἀπιστῶν τοῖς ὁρωμένοις, καὶ λεγομένοις, οὐδὲ αὐτομάτῳ τινὶ φορᾷ καὶ συντυχίᾳ διδοὺς τὰ συμβαίνοντα, κατὰ τοὺς εἰκῆ τὰ τοιαῦτα ὑπολαμβάνοντας, ἀλλ᾽ ἵνα μὴ περὶ τὰ μικρὰ διατρίβειν δόξω, παρεὶς τὰ μείζω καὶ ὀνομαστότερα· τὸ δ᾽ οὖν περιβόητον πᾶσι θαῦμα, καὶ οὐδὲ τοῖς ἀθέοις αὐτοῖς ἀπιστούμενον λέξων ἔρχομαι.

Γʹ. Ἐμαίνετο καθ᾽ ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ᾽ ἑαυτοῦ πρῶτον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ἱεροβοὰμ εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον, ἢ ταῦτα πάντα συνελόντες, ἕνα καὶ τὸν αὐτὸν ὀνομάσομεν· ἐπεὶ καὶ τὰς πάντων κακίας εἰς ἑαυτὸν συλλεξάμενος φαίνεται, Ἱεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέβειαν. Ἐπεὶ δὲ πάντα διεξελθὼν τἆλλα, καὶ πᾶν εἶδος τῆς καθ᾽ ἡμῶν τυραννίδος, ὡς μικρόν τι καὶ ἀγεννὲς ἀτιμάσας (οὐ γὰρ ἐγένετο ποριμωτέρα φύσις ἐκείνης εἰς κακῶν εὕρεσιν καὶ ἐπίνοιαν), τέλος ἐπαφῆκε καὶ τὸ Ἰουδαίων φῦλον ἡμῖν τὴν παλαιάν τε αὐτῶν κουφότητα, καὶ τὸ καθ᾽ ἡμῶν ἄνωθεν ὑποσμυχόμενον ἐν αὐτοῖς μῖσος συνεργὸν λαβὼν τοῦ τεχνάσματος, ἐπιθειάζων τε δῆθεν ἐκ τῶν παρ᾽ αὐτοῖς βίβλων καὶ ἀποῤῥήτων, ὡς νῦν αὐτοῖς ἀποκείμενον εἴη κατελθεῖν εἰς τὴν ἑαυτῶν, καὶ τὸν νεὼν ἀναδείμασθαι, καὶ τῶν πατρίων τὸ κράτος ἀνανεώσασθαι, καὶ ἀποκρυπτόμενος εὐνοίας πλάσματι τὴν ἐπίνοιαν.

Δʹ. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ καὶ προθυμίᾳ περὶ τὸ ἔργον ἐταλαιπώρουν· φασί γέ τοι καὶ τὰς γυναῖκας αὐτῶν οἱ τὰ ἐκείνων θαυμάζοντες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφερούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συνεισπίπτοντες.

Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ᾽ ἀναπεπταμέναις προσελθόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοιαῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κατάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν· ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατέφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυνεύσασι), τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρτωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν· ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τροπαίου παντὸς ὑψηλότερον.

Εʹ. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ᾽ αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύροντες ἡμῖν τριβώνιον; ἀντιδιήγησαί μοι καὶ σὺ τὰ σὰ, ὁ τοὺς μακροὺς λόγους γράφων, καὶ τὰς ἀπίστους συντιθεὶς ἱστορίας, καὶ κεχηνὼς πρὸς τὰ ἄνω, καὶ τῶν οὐρανίων καταψευδόμενος, καὶ πλέκων ἐκ τῆς τῶν ἀστέρων κινήσεως τὰς γενέσεις καὶ τὰ συμβαίνοντα;

Λέγε μοι καὶ σὺ τοὺς σοὺς ἀστέρας, τὸν Ἀριάδνης στέφανον, καὶ τὸν Βερενίκης πλόκαμον, καὶ τὸν ἀσελγῆ Κύκνον, καὶ τὸν ὑβριστὴν Ταῦρον· εἰ δὲ βούλει, τὸν Ὀφιοῦχόν σου, καὶ τὸν Αἰγόκερω, καὶ τὸν Λέοντα, ἄλλους τε ὅσους ἐπὶ τῷ κακῷ γνωρίσας, ἢ θεοὺς ἢ ἀστέρας ἐποίησας.

Ποῦ σὺ τοῦτον ἔχεις τὸν κύκλον ἐν τοῖς σοῖς μαθήμασι; Ποῦ δὲ τὸν ἐπὶ Βηθλεὲμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν Μάγων καὶ πρόξενον; Ἔχω τι κἀγὼ λέγειν ἐκ τῶν οὐρανίων· ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἀνεδήλωσεν ὁ ἀστήρ· οὗτος τῆς Χριστοῦ νίκης ὁ στέφανος.

Ϛʹ. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμπασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν· τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμπληρούτω μοι· ὅτι Καὶ πόλεις καθεῖλες (ὡς τὰς παλαιὰς ἐκείνας ἐπὶ τοῖς αὐτοῖς ἀσεβήμασιν), ἐν αὐταῖς ταῖς καθ᾽ ἡμῶν παρανομίαις, τὰς μὲν πελάγεσιν ἐπικλυσθείσας, τὰς δὲ σεισμῷ κατενεχθείσας, ὡς μικροῦ καὶ τὸ λειπόμενον ἔχειν εἰπεῖν, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾽ ἤχου καὶ περιβοήτου τῆς ἀπωλείας· τοσαύτη γὰρ αὐτῶν ἡ πτῶσις, καὶ τοιοῦτο τὸ σύντριμμα, καὶ τῶν ἐκ γειτόνων, καὶ μάλιστα τῇ ἀσεβείᾳ περιχαιρόντων, ὡς πολλοῦ χρόνου δεῖν αὐταῖς, εἴ τις ἄρα καὶ τολμήσειε τοῦτο πρὸς ἐπανόρθωσιν.

Ζʹ. Ἆρ᾽ οὖν γῆ μὲν οὕτω καὶ οὐρανός· ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους; Ἐπιδειξάτωσαν ἔτι καὶ νῦν τὰς ἐσθῆτας, οἱ τοῦ θαύματος ἐκείνου θεαταὶ καὶ μύσται, τὰς τότε κατασημανθείσας τοῖς τοῦ σταυροῦ στίγμασιν. Ὁμοῦ τε γὰρ ταῦτα διηγεῖτό τις, εἴτ᾽ οὖν τῶν ἡμετέρων, εἴτ᾽ οὖν τῶν ἔξωθεν, ἢ διηγουμένων ἤκουε, καὶ τὸ θαῦμα ἑώρα παρ᾽ ἑαυτῷ, ἢ τῷ πλησίον γινόμενον, κατάστερος ὢν, ἢ ἐκεῖνον ὁρῶν τοιοῦτον ἐν τοῖς ἐσθήμασι, πάσης ἱστουργικῆς ψηφῖδος ἢ περιέργου ζωγραφίας ποικιλώτερον. Ἐκ τούτου τί γίνεται; Τοσαύτη τῶν ὁρωμένων κατάπληξις, ὡς μικροῦ μὲν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ μιᾶς φωνῆς τὸν τῶν Χριστιανῶν ἀνακαλεῖσθαι Θεὸν, εὐφημίαις τε πολλαῖς καὶ ἱκεσίαις αὐτὸν ἐξιλάσκεσθαι· πολλοὺς δὲ οὐκ εἰς ἀναβολὰς, ἀλλὰ παρ᾽ αὐτὰ τῶν συμβάντων προσδραμόντας τοῖς ἱερεῦσιν ἡμῶν, καὶ πολλὰ καταδεηθέντας τῆς τε Ἐκκλησίας γενέσθαι μέρος, καὶ μυηθῆναι τὰ τελεώτερα, τῷ ἱερῷ καθαγνισθέντας βαπτίσματι, καὶ διὰ τὸν φόβον ὠφεληθέντας.