ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαίρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μικρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ᾽ ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι᾽ ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θεῷ! Ἔχω καὶ τράπεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοίμασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξυβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν.