Ὧν οἱ μὲν ὄντες ἔκγονοι φορογράφων, Οὐδὲν φρονοῦντες τοῦ παρεγγράφειν πλέον, Οἱ δ᾽ ἐκ τραπέζης, τῶν τ᾽ ἐκεῖσ᾽ ἀγαλμάτων, Οἱ δ᾽ ἐξ ἀρότρων, ἡλίῳ κεκαυμένοι, Οἱ δ᾽ ἐκ δικέλλης καὶ σμινύης πανημέρου· Ἄλλοι δὲ κώπην, ἢ στρατὸν λελοιπότες, Ἄντλον πνέοντες, ἢ τὸ σῶμ᾽ ἐστιγμένοι, Λαοῦ κυβερνῆταί τε, καὶ στρατηλάται Πεφήνασ᾽ οὐκ εἴξουσι καὶ μικρόν ποτε· Ἄλλοι δὲ τεχνῶν ἐμπύρων τὴν ἀσβόλην Οὔπω τελείως σαρκὸς ἐκνενιμμένοι Μαστιγίαι τε, καὶ μυλώνων ἄξιοι, Πρὶν καὶ τὸ τίμημ᾽ εἰσενεγκεῖν δεσπόταις, Μικράν τιν᾽ ἂν εὕρωσι παῦλαν τῶν πόνων, Ἔπειθ᾽ ὑπερμαζῶσι καὶ δήμου τινὰς Κλέψαντες, ἢ πείσαντες, ἢ τυραννικῶς, Ἄνω τρέχουσι, κάνθαροι πρὸς οὐρανὸν, Πόλον στρέφοντες, οὐ τὸν ἐκ κόπρων ἔτι, Οὐδ᾽ ἐξόπισθεν, ὡς τὸ πρὶν, νενευκότες, Αὐτῶν δ᾽ ἔχειν δοκοῦντες τῶν ἄνω κράτος, Ἀριστερὰ λαλοῦντες, οὐδὲ τοὺς πόδας Αὐτῶν ἀριθμεῖν εἰδότες, ἢ τὰς χέρας, Ἀλλ᾽ οὐ κάκιστα ταῦτα, οὐδ᾽ ἐπισκοπῆς, Ὦ λῷστε; μὴ τοσοῦτον ἀρχαίως φρονεῖν, Ὡς τηλικοῦτο πρᾶγμα τιμᾶσθαι κακῶς, Μηδ᾽ εἰ λίαν μοι τὸ χθαμαλὸν σπουδάζεται· Οὐ γὰρ κάκιστον ἡ ἐπισκοπή.