Ἔσχεν μὲν οὕτω ταῦτα, συντόμως φράσαι. ἐπεὶ δ᾽ ἐκάμφθην, οὐ φρόνημ᾽, ἀλλ᾽ αὐχένα— τί φῶ; πόθεν δὲ τὴν ἐμὴν ὠδῖνά σοι πᾶσαν παραστήσαιμι; κέντρα μοι πάλιν, πάλιν φυγάς τις καὶ δρομαῖος εἰς ὄρος κλέπτων φίλην δίαιταν, ἐντρύφημ᾽ ἐμόν. τί μοι τὸ κέρδος; οὐ γὰρ εὔτονος φυγάς ἦν, ὡς ἔοικε. πάντα δ᾽ εἰδὼς καρτερεῖν ἓν τοῦτ᾽ ἀγεννής· πατρὸς οὐ φέρω χόλον. πρῶτον μὲν οὖν ἀγῶνα ποιεῖται πατήρ ἐνιδρῦσαί με Σασίμοις· ὡς δ᾽ ἠσθένει, ὁ δεύτερος πλοῦς ἀλλὰ μὴ κάτω μένειν, αὐτῷ δὲ συμπονοῦντα (καὶ γὰρ ἦν βαρύς ταῖς σαρξὶν ἤδη) συνελαφρίζειν πόνους, χεῖρας προτείνων, τῆσδε τῆς γενειάδος ἁπτόμενος, οἵοις πρός με χρώμενος λόγοις. “Πατήρ σε λίσσεθ᾽, υἱέων ὦ φίλτατε, πατὴρ ὁ πρέσβυς τὸν νέον, τὸν οἰκέτην ὁ δεσπότης φύσει τε καὶ διπλῷ νόμῳ. οὐ χρυσὸν αἰτῶ σ᾽, οὐ λίθους οὐδ᾽ ἄργυρον, οὐ γῆς ἀρούρας, τέκνον, οὐδ᾽ ὅσα τρυφῆς. ζητῶ σ᾽ Ἀαρὼν καὶ Σαμουὴλ πλησίον θεῖναι θεῷ τε τίμιον παραστάτην. ὁ δοὺς ἔχει σε· τέκνον, μή μ᾽ ἀτιμάσῃς, ὡς ἵλεώ γε τοῦ μόνου τύχοις πατρός. καλὸν τὸ αἴτημ᾽, εἰ δὲ μή γε, πατρικόν. οὔπω τοσοῦτον ἐκμεμέτρηκας βίον, ὅσος διῆλθε θυσιῶν ἐμοὶ χρόνος. δὸς τὴν χάριν, δός—ἢ τάφῳ μ᾽ ἄλλος δότω. ταύτην ὁρίζω τῆς ἀπειθείας δίκην. δὸς τὰς βραχείας ἡμέρας τῷ λειψάνῳ. τὰ δ᾽ εἰσέπειτα σοὶ φίλως βουλευτέα.„ Ἐπεὶ δ᾽ ἤκουσα ταῦτα καὶ ψυχὴ βάρους μικρὸν διέσχεν ὥσπερ ἥλιος νέφους— τί γίνεται;