Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η Σύνοδος, οι επισκοπικές έριδες και ο διχασμός

Η σύγκληση της Συνόδου, η εγκαθίδρυση του Γρηγορίου, ο θάνατος του Μελετίου Αντιοχείας και η σφοδρή σύγκρουση των ιεραρχών που οδηγεί στην απογοήτευση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 9

Ἀλλ᾽ οὐ γὰρ ἡσύχαζεν ὁ φθορεὺς φθόνος, ᾧ πάνθ᾽ ἁλίσκετ᾽, ἢ φανερῶς ἢ λαθρίως· ἀρχὴν κακῶν μοι τὸ κρατεῖν ἐπεισάγει. ὅσον γὰρ ἦν ἑῷον, Αἰγύπτου δίχα, λαῶν πρόεδρον, ἄχρι Ῥώμης δευτέρας, γῆς καὶ θαλάσσης ἐκ μυχῶν ἐσωτάτων κινηθέν, οὐκ οἶδ᾽ οἷστισιν θεοῦ λόγοις, συνέρχεθ᾽ ὡς πήξοντες εὐσεβῆ θρόνον. ὧν ἦν πρόεδρος ἀνὴρ εὐσεβέστατος, ἁπλοῦς, ἄτεχνος τὸν τρόπον, θεοῦ γέμων, βλέπων γαλήνην, θάρσος αἰδοῖ σύγκρατον βάλλων ὁρῶσι, πνεύματος γεώργιον. τίς ἠγνόησε τοῦτον, ὃν δηλοῖ λόγος, τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας, τὸν ὄνθ᾽ ὅπερ κέκλητο καὶ καλούμενον ὃ ἦν; μέλιτος γὰρ καὶ τρόπος καὶ τοὔνομα. ὃς πόλλ᾽ ἀνέτλη πνεύματος θείου χάριν (εἰ καὶ ξένῃ τι μικρὸν ἐκλάπη χερί) ἀγῶσι λαμπροῖς τὴν πλάνην ἀποξέων.

Οὗτοι μ᾽ ἐνιδρύουσι τοῖς σεμνοῖς θρόνοις βοῶντα καὶ στένοντα, πλὴν δι᾽ ἓν μόνον οὐ σφόδρ᾽ ἄκοντα. τοῦτο μαρτύρει, λόγε. τί τοῦτο; τἀληθὲς γὰρ οὐ κρύπτειν θέμις. ᾤμην ματαίοις καρδίας φαντάσμασιν (τὸ γὰρ θέλειν πρόχειρον εἰς τὴν ἐλπίδα καὶ πάντα ῥᾷστα τῇ ζέσει τοῦ πνεύματος, κἀγώ τις ἄλλως εἰς τὰ τοιαῦθ᾽ ὑψίνους), εἰ τὸ κράτος λάβοιμι τοῦδε τοῦ θρόνου— πολλὴν ῥοπὴν γὰρ καὶ τὸ φαίνεσθ᾽ εἰσφέρει—, ὥσπερ χορευτὴς ἐν μέσῳ δυοῖν χοροῖν ἄμφω πρὸς αὑτὸν συντιθεὶς τοὺς πλησίον, τῇ μὲν τὸν ἔνθεν, τῇ δὲ τόν, χοροῦ νόμῳ εἰς ἓν συνάξειν τοὺς διεστῶτας κακῶς. πῶς δ᾽ οὐ κάκιστα καὶ δακρύων πλουσίων θρήνων τε πολλῶν καὶ σπαραγμῶν ἀξίως, οἵων τις οὔπω τῶν πάλαι ἢ τῶν νέων ἐπ᾽ οὐδενός ποτ᾽ ἀνιαρῶν ἐστήσατο, πολλῶν κακῶν πολλοῖς τε συμπεπτωκότων, οὐδ᾽ ἣν ἅπαντες ᾄδουσ᾽ Ἰσραὴλ σποράν, ὃν χριστοφόντης ἐξελίκμησεν χόλος.

Οἱ γὰρ πρόεδροι καὶ λαοῦ διδάσκαλοι, οἱ πνεύματος δοτῆρες, ὧν σωτήριος θρόνων ἀπ᾽ ἄκρων ἐξερεύγεται λόγος, οἱ πᾶσι κηρύσσοντες εἰρήνην ἀεί φωναῖς πλατείαις ἐν μέσαις ἐκκλησίαις τοσοῦτον ἐπεμάνησαν ἀλλήλοις πικρῶς, ὥστ᾽ ἐκβοῶντες, συλλέγοντες συμμάχους, κατηγοροῦντες καὶ κατηγορούμενοι, διδόντες, ἐκδημοῦντες ἐν πηδήμασιν, διαρπάζοντες, οὓς τύχοι τις προφθάσας, λύσσῃ φιλαρχίας τε καὶ μοναρχίας— πῶς ἐκβοήσω ταῦτα καὶ τίσιν λόγοις; — ἔρρηξαν ἤδη τὴν ὅλην οἰκουμένην, ὃ πρόσθεν εἶπον, ἡνίκ᾽ ἠρχόμην λόγου. λῆξις δ᾽ ἑῴα καὶ δύσις λόγου πλέον τομὴ νομίζετ᾽ ἢ τόπων καὶ κλιμάτων. τὰ μὲν γὰρ ἥνωτ᾽, οὐκ ἄκροις, ἀλλ᾽ οὖν μέσοις· οἱ δ᾽ οὐδέν ἐστιν, ᾧ δέοντ᾽ ἐρρωγότες, οὐκ εὐσέβειαν (τοῦτ᾽ ἀνευρίσκει χόλος, ψεύστης ἕτοιμος), τὴν δ᾽ ὑπὲρ θρόνων ἔριν. τί τοῦτο φάσκω τοὺς σκοπούς; οὐ τοὺς σκοπούς τοσοῦτον (ἄμφω καὶ γὰρ οἶδα μετρίους), ὅσονπερ ἀμφοῖν τοὺς κακοὺς σκουδαρχίδας, αὔρας φυσώσας τὴν ἀνημμένην φλόγα, τὰ σφῶν τιθέντας εὖ καλῶς ἐν τοῖς φίλοις, εἴπερ καλῶς τοῦτ᾽ ἔστιν, οὐ λίαν κακῶς.

Τούτων τι κἀγὼ τῶν κακῶν ἀπωνάμην. ἐπεὶ γάρ, ὃν μὲν ἀρτίως ἐπῄνεσα,

τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας πλήρης μετρητῶν τῶν τ᾽ ἀμετρήτων ἐτῶν πόλλ᾽, ὡς ἀκούω, συμβατικὰ παραινέσας, ἃ πρόσθεν ἐξηκούετ᾽ ἐκλαλῶν φίλοις, ἔνθεν μετῆλθε πρὸς χορὸν τῶν ἀγγέλων, πομπῇ τε θείᾳ καὶ χύσει τοῦ ἄστεος τόθ᾽ ὡς μάλιστα δειχθέντος, ὥσπερ λόγος, πρὸς τὴν ἑαυτοῦ στέλλεται παροικίαν, καλόν τι θησαύρισμα τοῖς ἐγνωκόσιν. βουλὴ δὲ προύκειθ᾽ ἡμὶν οὐ βουλευτέα, ἣν οἱ στασιώδεις καὶ κακοὶ συνεκρότουν σπουδὴν ἔχοντες ἀνταναστῆσαί τινα πρόεδρον ἄλλον τῷ τέως μονοθρόνῳ. πολλοὶ δ᾽ ἐκινήθησαν ἐξ ἀμφοῖν λόγοι, εἰρηνικοί τε καὶ φέροντες εἰς κακόν· τότ᾽ εἶπον αὐτός, οὕσπερ ᾠόμην λόγους εἶναί τ᾽ ἀρίστους καὶ κακῶν λυτηρίους· “Οὔ μοι δοκεῖτε ταὐτὰ γινώσκειν, φίλοι, ἅπαντες οὔθ᾽, ὧν νῦν χάριν βουλευτέον, ταῦθ᾽ ἡμὶν ἥκειν ἀξιώσοντες λόγου, πλείστῳ δὲ μέτρῳ τοῦ δέοντος ἁμαρτάνειν. ὑμῖν μέν ἐστιν ἄστεως ἑνὸς λόγος, καὶ τοῦθ᾽ ὅπως μάχοιτο νυνὶ καὶ πλέον— ὁ γὰρ σκοπὸς τοῦτ᾽ ἔστιν, ὃν σπουδάζετε—, χειρός τε δεῖσθε τῆς ἐμῆς συλλήπτορος· ἐμοὶ δὲ μειζόνων τε καὶ πληρεστέρων. ὁρᾶτε τοῦτον τὸν μέγαν τῆς γῆς κύκλον, ὃς ἐσφράγισται αἵματος τοῦ τιμίου ῥοαῖς, θεοῦ παθόντος ἀνθρώπου τύπον τιμήν θ᾽ ἑαυτὸν ῥύσιον δεδωκότος, ἄλλοις τε πολλοῖς θύμασιν καὶ δευτέροις. οὗτος δύω δονεῖται, θῶμεν, ἀγγέλοις— ἀλλ᾽ οὐδ᾽ ἐκεῖνοι (φθέγξομ᾽ ἀλγοῦντος λόγον) τιμῆς τοσαύτης ἄξιοι.

τοὐναντίον, ὅσῳπέρ εἰσιν ἄγγελοι, τόσῳ πλέον οὐκ ἄξιοι μάχης τε καὶ τῶν χειρόνων· εἴπερ τὸ κρεῖσσον ἄξιον καὶ κρεισσόνων.

Ἕως μὲν οὖν ἦν ἐν μέσῳ θεῖος σκοπός— οὐδ᾽ ἦν σαφές πω, πῶς ποθ᾽ οἱ τῆς ἑσπέρας τὸν ἄνδρα δέξοντ᾽ ἠγριωμένοι τέως—, συγγνωστὸν ἦν πως καὶ τὸ λυπεῖν μετρίως τούς, ὡς λέγουσι, ‘τῶν νόμων ἀμύντορας’. ἀνήρ τε γὰρ πρᾶός τις ὀργῆς φάρμακον, τό τ᾽ ἀγνοεῖν μέγιστον εἰς παρρησίαν. νῦν δ᾽ (οὐ γάρ ἐστιν οὐδὲ εἷς σάλος θεοῦ δόντος γαλήνην τοῖς ἑαυτοῦ πράγμασιν) τί φημι χρῆναι; καὶ δέξασθέ μου λόγον, λόγον προμηθῆ, τῶν νέων σοφώτερον. οἱ γὰρ γέροντες τὸ ζέον γ᾽ οὐ πείσομεν· κενῆς γάρ ἐστιν ἧττον εὐκλείας ἀεί. θρόνος κρατείσθω τῷ κρατοῦντί νιν τέως. τί δεινόν, ἄν τι καὶ μικρὸν πλείω χρόνον τὸν ἄνδρα πενθήσωμεν, ὡς πάλαι νόμος; ἔπειτα δώσει τὴν λύσιν τοῦ πράγματος τὸ γῆρας ἡ κοινή τε παντὸς τοῦ γένους ἀναγκαία τε καὶ καλὴ προθεσμία. ὁ μὲν θανὼν οἰχήσεθ᾽ οἷ ποθεῖ πάλαι, δώσων θεῷ τὸ πνεῦμα τῷ δεδωκότι. ἡμεῖς δὲ τηνικαῦτα ἐκ συμψυχίας λαοῦ τε παντὸς καὶ σοφῶν ἐπισκόπων θρόνῳ τιν᾽ ἄλλον δώσομεν σὺν πνεύματι.

Ἥδ᾽ ἂν γένοιτο τῶν κακῶν λύσις μία, ἢ γὰρ τὸ μεῖζον, προσλαβεῖν καὶ τὸ ξένον (ξένον γάρ ἐστιν, ὡς ὁρῶ, νῦν ἡ δύσις), ἢ δεύτερος πλοῦς, συμφρονῆσαι τὴν πόλιν, λαὸν τοσοῦτον καὶ χρόνῳ κεκμηκότα. στήτω ποτ᾽ ὀψέ, κοσμικὸς στήτω σάλος. οἶκτον λάβωμεν τῶν τε νῦν ἐσχισμένων τῶν τ᾽ ἐγγὺς ὄντων τοῦ πάθους τῶν θ᾽ ὕστερον. μή τις θελήσῃ, ποῖ προβήσεται, μαθεῖν, εἰ ταῦτα νικήσειεν ἐν μακρῷ χρόνῳ. ἐπὶ ξυροῦ βέβηκεν, ἢ σῴζεσθ᾽ ἔτι τὸ σεμνὸν ἡμῶν δόγμα καὶ σεβάσμιον ἢ μηκέτ᾽ εἶναι τῇ στάσει διαρρυέν. ὥσπερ γὰρ ἡ τῶν χρωμάτων μοχθηρία τοῦ ζωγράφου νομίζετ᾽, οὐκ ὀρθῷ λόγῳ, ἢ τῶν μαθητῶν ὁ τρόπος διδασκάλων, οὕτως ὁ μύστης ὢν κακός—πόσῳ πλέον ὁ μυσταγωγὸς ὕβρις εἰς μυστήριον. μικρόν τι νικηθῶμεν, ὥστε προσλαβεῖν νίκην τε μείζω καὶ τὸ σωθῆναι θεῷ, κόσμον τε σῶσαι τὸν κακῶς ὀλωλότα. οὔτοι τὸ νικᾶν δόξαν ἐν πᾶσιν φέρει. καλῶς στέρεσθαι κρεῖσσον ἢ κακῶς ἔχειν. ταῦτ᾽ οἶδεν ἡ τριάς τε καὶ τὸ σὺν λίθοις κήρυγμα λαμπρὸν τῆς ἐμῆς παρρησίας, ὃ καί μ᾽ ἔθηκε τοῖς κακοῖς ἐπίφθονον.

Εἴρηθ᾽ ἁπλῶς τε καὶ δικαίως σήμερον, ἅπερ συνοίσειν οἶδα τοῖς σκοπουμένοις. εἰ δ᾽ οἴεταί τις τῶν κακῶν ἢ πρὸς χάριν λέγειν τάδ᾽ ἡμᾶς αὐτὸς ἠγορασμένος (εἰσὶν γάρ, εἰσὶν ἔμποροι τῶν ἐκκρίτων χρυσοῦ γέμοντες καὶ προθυμίας ἴσης) ἤ τι σκοπεῖν οἰκεῖον, ὡς πολλοῖς νόμος, αὐτὸς τεχνάζων λανθάνειν ἐν τοῖς κακοῖς ἢ τὸ κρατεῖν ἐντεῦθεν αὑτῷ μνώμενος, δότω τὸ κρίνειν τῷ τελευταίῳ πυρί. ἡμῖν δὲ συγχωρήσατ᾽ ἄθρονον βίον, τὸν ἀκλεῆ μέν, ἀλλ᾽ ὅμως ἀκίνδυνον. καθήσομ᾽ ἐλθών, οἷ κακῶν ἐρημία. κρεῖσσον γὰρ ἢ τοῖς πλείοσιν μεμιγμένον μήτ᾽ ἄλλους ἕλκειν πρὸς τὸ βούλημ᾽ ἰσχύειν μήτ᾽ αὐτὸν ἄλλοις συμφέρεσθ᾽, οὗ μὴ λόγος. δεῦρ᾽, ὅστις οἶδε τὸν θρόνον, προσβαινέτω· πολλοὺς ἀμείψει, ἀξίους τε καὶ κακούς. πρὸς ταῦτα βουλεύεσθε. εἴρηται λόγος.„ Ταῦτ᾽ εἶπον· οἱ δ᾽ ἔκρωζον ἄλλος ἄλλοθεν, δῆμος κολοιῶν εἰς ἓν ἐσκευασμένος, τύρβη νέων τις, καινὸν ἐργαστήριον, λαῖλαψ κόνιν σύρουσα πνευμάτων στάσει, οἷς οὐδ᾽ ἂν ἠξίωσε τῶν τις ἐντελῶν φόβῳ τε θείῳ καὶ χρόνῳ δοῦναι λόγον ἄτακτα παφλάζουσιν ἢ σφηκῶν δίκην ᾄττουσιν εὐθὺ τῶν προσώπων ἀθρόως· τοῖς δ᾽ ἠκολούθουν ἡ σεμνὴ γερουσία. τοσοῦτ᾽ ἀπεῖχον σωφρονίζειν τοὺς νέους. καὶ τὸν λογισμόν, ὡς ἐπαινετός, σκόπει. δεῖν γὰρ συνάλλεσθ᾽ ἡλίῳ τὰ πράγματα ἐντεῦθεν ἀρχὴν λαμβάνονθ᾽, ὅθεν θεός ἔλαμψεν ἡμῖν σαρκικῷ προβλήματι. τί οὖν;

μάθωμεν μὴ σέβειν περιτροπάς, Χριστοῦ δὲ σάρκα παντὸς ἡμῶν τοῦ γένους οἴεσθ᾽ ἀπαρχήν. “ἡ δ᾽ ἐντεῦθεν ἤρξατο„, εἴποι τάχ᾽ ἄν τις, “ἔνθα πλεῖον τὸ θράσος, ὡς ῥᾳδίως ἐνταῦθα καὶ θανούμενος, ἐκ τοῦ δ᾽ ἔγερσις, ἐκ δὲ τοῦ σωτηρία.„ τοὺς ταῦτα δοξάζοντας οὐκ εἴκειν ἐχρῆν τοῖς, ὥσπερ εἶπον, εὐμαθῶς ἐγνωκόσιν; ἐξ οὗ καὶ τἆλλα δῆλον ὡς ὑψίφρονες.

Κἀκεῖνο δ᾽ οἷον· τὴν γλυκεῖαν καὶ καλήν πηγὴν παλαιᾶς πίστεως, ἣ τριάδος εἰς ἓν συνῆγε τὴν σεβάσμιον φύσιν, ἧς ἦν ποθ᾽ ἡ Νικαία φροντιστήριον, ταύτην ἑώρων ἁλμυραῖς ἐπιρροαῖς τῶν ἀμφιδόξων ἀθλίως θολουμένην, οἳ ταῦτα δοξάζουσιν, οἷς χαίρει κράτος, μέσοι μὲν ὄντες—ἀσμενιστὸν δ᾽ εἰ μέσοι, καὶ μὴ προδήλως κλήσεως ἐναντίας, ἐπίσκοποι νῦν μανθάνοντες τὸν θεόν, διδάσκαλοι χθές, καὶ μαθηταὶ σήμερον, τελειοποιοί, καὶ τέλειοι δεύτερον, λαὸν καταρτίζοντες, οἳ τὰ σφῶν κακά, οὐκ οἶδ᾽ ὅπως μέν, ἐκλαλοῦσι δ᾽ οὖν ὅμως, καὶ ταῦτα χωρὶς δακρύων· ὃ καὶ ξένον, ἄδακρυς ἐκλάλησις ἀρρωστημάτων.

Οὗτοι μὲν οὕτω. δοῦλα καιροῦ γάρ φασιν τὰ πάντα. τοῦ παίζειν δὲ τίς μείζων τρυφή; ὃ μήτε μόχθῳ κτητόν, ὡς τὰ πόλλ᾽ ἔχει, μήτ᾽ ἄλλοθεν ποριστόν, ἀλλ᾽ οὐδ᾽ ὤνιον— ἡμεῖς δὲ πῶς ποθ᾽ οἱ φιλάνθρωποι λίαν; προυθήκαμεν κήρυγμα πρόσθεν βημάτων· πᾶσιν βοῶμεν· “ὃς θέλει, δεῦρ᾽ εἰσίτω, κἂν δίστροφός τις ἢ πολύστροφος τύχῃ. θέατρόν ἐστι πᾶσιν ἠνεῳγμένον, πανήγυρις ἕστηκεν· ἀπίτω μηδὲ εἷς ἀπραγμάτευτος. ἂν μεταστραφῇ κύβος (καιροῦ γὰρ οὐδέν ἐστιν εὐστροφώτερον), ἔχεις τὸ τεχνύδριον· ἀνάδραμε τοὔμπαλιν. οὐκ εὐμαθὲς τὸ πίστει προσκεῖσθαι μιᾷ, βίων δὲ πολλὰς εἰδέναι διεξόδους.„ Ἐξ οὗ τί γίνεθ᾽; ἡ πολύπλοκος πάλαι εἰκὼν ἐν ὕπνοις· χρυσός, ἑξῆς ἄργυρος, χαλκός, σίδηρος, ὄστρακον τὰ πρὸς πόδας. δέδοικα, μὴ τὰ πάντα λικμήσῃ λίθος. καὶ Μωαβίταις κἀμμανίταις, οἷς οὐ πάλαι, νῦν εἰσιτητόν ἐστιν εἰς ἐκκλησίαν. “σὺ δ᾽ οὐκ ἐπῄνεις ταῦτα τὸ πρόσθεν; λέγε. τῶν συλλόγων δὲ τίς ποτ᾽ εἶχε τὸ κράτος;„ οἱ σύλλογοι μὲν ἦσαν, ὧν ἦσαν τότε (ὀκνῶ γὰρ εἰπεῖν αὖθις, οἷς αἰσχύνομαι), ἦσαν δὲ πάντων, ἶσον εἰπεῖν οὐδενός· ἀναρχία γάρ ἐστιν ἡ πλεισταρχία.

Ἐμοῦ δὲ καλῶς ἡ νόσος προεστάτει, ἥ μ᾽ εἶργεν οἴκοι πολλὰ δὴ καὶ πολλάκις πρὸς ἓν μόνον βλέποντα, τὴν ἐκδημίαν, ἣ πάντων εἶχε τῶν κακῶν ἀπαλλαγήν. ὃ δ᾽ οὖν παρέστη, τοῦτο καὶ κείσθω νόμος. τινὲς μὲν ἦσαν, οἳ βίᾳ μὲν καὶ μόγις, ἀλλ᾽ οὖν συνῆλθον, οἷς τι μετῆν παρρησίας, ὅσοις ἄγνοια τοῦ κακοῦ συνήγορος τῇ διπλόῃ κλαπεῖσι τῶν διδαγμάτων τό τ᾽ ἐν μέσῳ κήρυγμα εὐσεβῶς ἔχον, τόκος τεκόντων παντελῶς ἀλλότριος. τὸν συρφετὸν δὲ τὸν πολὺν χριστεμπόρων τότε προσήσομ᾽, ἡνίκ᾽ ἂν καὶ βόρβορον εὐωδίᾳ μίξῃ τις ἀχράντου μύρου. ῥᾷον κακοῦ γὰρ ἢ καλοῦ μετουσία. τούτοις ὁ καινόδοξος οὐκ ἠρέσκετο (οὕτω καλοῦσι τοὺς προμηθεῖς οἱ θρασεῖς), ἀλλ᾽ οὐδ᾽ ἐκεῖνοι τῷ προμηθεῖ. γίνετ᾽ οὖν ὁ Λὼτ ἐκεῖνος ὁ πατριάρχης τ᾽ Ἀβραάμ· ὁ μὲν βαδίζει τήν, ὁ δὲ τὴν ἐναντίαν, ὡς μὴ στενοῦσθαι τῷ πλάτει τῆς κτήσεως.

Τί δεῖ λέγειν, ὅσοις τε καὶ οἵοις λόγοις ταύτην ἐπείρων τὴν πολιὰν οἱ φίλτατοι, τὰ πρῶτα μὲν διδόντες, αἰτοῦντες δέ γε τὸ γνήσιον, φεῦ, Γρηγόριον τὸν γνήσιον, οἱ γνήσιοι μέν, εἰς δὲ σύμπνοιαν κακῶν· τὸ δ᾽ ἐστίν, εἰς ἅπαντα συνεργοῦντ᾽ ἔχειν. πῶς εἰς ἅπαντα; τίς δ᾽ ἐφαντάσθη τόσον, ὡς πλῆθος ἄξει πρός τί μ᾽, οὐ θεοῦ λόγος; πρόσθεν ῥυήσετ᾽ εἰς ἄνω πηγῶν φύσις καὶ πῦρ ὁδεύσει τὴν ἐναντίαν φοράν, ἤ τι προδώσω τῆς ἐμῆς σωτηρίας.

Ἐντεῦθεν ἐξέκλεπτον ἐκ μέσου πόδα. δῆλον δέ· καὶ γὰρ οἶκον ἀντηλλαξάμην ἕλκων ἐμαυτὸν ἐκ βυθῶν ἐκκλησίας πόρρω κακῶν τε καὶ λόγων καὶ συλλόγων. πλὴν ὅσα κατεστέναζον οἱ προσκείμενοι— λαοῦ μάλιστα, ὡς τὰ πάντων μὴ λέγω— βοῶντες, ἱκετεύοντες, εἰς θεὸν χέρας αἴροντες, ὁρκίζοντες, ὡς τεθνηκότα πενθοῦντες ἤδη—τοῦ πάθους, τῶν δακρύων. πῶς ἦν ἐνεγκεῖν ταῦτα καὶ τίνος φρενός; “ἡμᾶς ἀφήσεις τὸν σόν, ὡς ἠκούομεν, στάχυν, στενόν ποτ᾽, εὔκομον δὲ νῦν θέρος; λαὸν δὲ τὸν προσήλυτον, τὸν μὲν θύραις ταῖς σαῖς προσεστῶθ᾽, οἷς ἀνοῖξαι δεῖ μόνον, τὸν δ᾽ ἔνδον ἤδη, τὸν δὲ θηρευτὴν ξένων, τίσιν προήσῃ; τίς σὸν ἐκθρέψει τόκον; τοὺς σοὺς πόνους τίμησον, οἷς †προσερρύης†· δὸς τῆς πνοῆς τὸ λεῖπον ἡμῖν καὶ θεῷ. ναὸς γενέσθω σοῦ βίου πεμπτήριος.„ ταῦτ᾽ ἦν κλάσις μέν, ἀλλ᾽ ὅμως ἐκαρτέρουν.