Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἀποστειλαντας αὐτὸν καὶ μὴ ἀπαντήσαντας

Γρηγόριος ὁ Ναζιανζηνός

Παραλληλισμός με το ευαγγελικό δείπνο και ποιμαντική θλίψη

Η αδιαφορία του ποιμνίου συγκρίνεται με τη στάση των προσκεκλημένων στους ευαγγελικούς γάμους που αρνήθηκαν την κλήση, προκαλώντας τη θλίψη του ποιμένα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον. Γʹ. Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νικήσειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέτροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐπειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρχόμενος.

Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκαλούμενοι. Δʹ. Δεῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ᾽ ὃ μέτριον εἰπεῖν, δι᾽ ἄλλων πληροῖ τὸ συμπόσιον. Τοῦτο μὲν οὖν ἀπευχόμεθα· ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτεροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανίστανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ᾽ αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦγος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ᾽ ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες.

Εʹ. Διὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπορίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπειδή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶσσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον. Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενομένοις τῆς ἀπονοίας.