Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Σύγκρισις βίων

Γρηγόριος ὁ Ναζιανζηνός

Αξιολόγηση του πλούτου, της πενίας και των σωματικών απολαύσεων

Εξέταση της πραγματικής ευγένειας, απόρριψη της ψευδαίσθησης του πλούτου και των ηδονών, και ανάδειξη της ελευθερίας και της σωματικής και ηθικής ρωμαλεότητας που προσφέρει η ακτημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

τὸ φρονεῖν δὲ τῷ πάθει γέλως ὡς συγκάμνοντα τῷ θεοῦ θελήματι. [Κ.] Τί οὖν βίῳ δέδωκας; [Π.] ἐζήτεις δὲ τί; κλάδους; ἵνα ψυγῶσιν ἢ λαῖλαψ λάβῃ; [Κ.] δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ᾽ ἔχε κλάδους. [Π.] ἀρκεῖ γενέσθαι. τῇ φθορᾷ δ᾽ ἄλλος κάμοι τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόως τὸν οὐκέτ᾽ ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον. [Κ.] Εὐπατρίδης ἐγώ τις. [Π.] ἐκ ποίου γένους; ποῖος δ᾽ ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς ὡς εἷς; μί᾽ εὐγένεια, μίμησις θεοῦ. τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, ἐκεῖθεν ἐγράφης εὐγενής, οὐκ ἐτράφης. [Κ.] Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, φθόνῳ δὲ τήκει τοὺς κακούς, ποιεῖ φίλους, θρόνους δίδωσιν, ἐν πόλει φυσᾶν μέγα. [Π.] ἐμοὶ δὲ πενία μηδὲ δυσμενεῖς ἔχειν χαρίζετ᾽, οἶκτος δ᾽ ἀσφαλέστερος φθόνου. θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. ἂν οὖν μένωσι, κρεῖττον ἡττᾶσθαι θεοῦ ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν, [ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω·] πόλις δ᾽ ἔχοι με λαμπρὸν ἡ νοουμένη. [Κ.] Τίς δ᾽ ἀσφάλεια τῷ πένητι τοῦ βίου, τείχη, πυλῶνες, μηχαναί, ξιφηφόροι; [Π.] κάμνοντες, ὡς τί μὴ τὸ σῶμ᾽ ὕπερ κλαπῇ; μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. ἄλλων ὁ λῃστής, ἡ τυραννὶς ἐρρέτω, ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, θεός, ὃν οὔποτ᾽ οὐδεὶς ἁρπάσει κεκτημένῳ.

τὰ δ᾽ ἄλλ᾽ ἐχόντων οἷς φίλον, τὴν οὐσίαν ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες· πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν τὴν αὐτὸς αὐτοῦ ὡς φίλην ἀσπάζεται καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ θεόν, ἕως ἃ κέκτητ᾽ εἰς ξένου πέσῃ χέρας, οὗ μὴ θέλῃ, τί φημι; δυσμενοῦς ἴσως κἀκεῖθεν ἄλλου· τὰ τροχῶν κυλίσματα. ἐμοὶ δ᾽ ἅπας συνέρχετ᾽, ἢν θάνω, βίος, οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. [Κ.] Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, ἄλλους δ᾽ ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. [Π.] πόσον τὸ χεῖρας εἰς θεοῦ μόνον βλέπειν τοῦ καὶ διδόντος [καὶ] πατρικῶς αἰτουμένου, αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, τὰ μὲν κρατοῦντα, τοῖς δ᾽ ἐρείδοντα φρένα, τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασιν, τὰ δ᾽ ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ. [Κ.] Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; [Π.] ἤρου με, πῶς τις φεύξετ᾽ εὔστοχον βέλος; θρὶξ οὐ διαιρεῖτ᾽ εὐπετῶς, οὐδ᾽ ἐγγύθεν. γενοῦ στενός μοι, καὶ κακῶν φεύξῃ φοράν. δόναξ φέρει τὰ πνεύματ᾽, ἀλλ᾽ οὐχὶ δρύες. ὁ μὲν γὰρ εἴκει, τὰς δ᾽ ἀνατρέπει βάρος. [Κ.] Ἐμοὶ τρυφᾶν ἔξεστιν. [Π.] ἀλλ᾽ ἐμοὶ τρυφὴ τὸ μὴ τρυφᾶν κόρῳ τε καὶ τοῖς ἐντέροις οἰδοῦντα καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. [Κ.]

Ἐμοῦ τὰ πέμματ᾽. [Π.] ἄρτος ἡ καρυκία ἐμοὶ τὸ πέμμα τ᾽ ἐξ ἁλῶν ἅπαν γλυκύ, οἷς τῶν τρυφώντων ἁλμυρὸν καταπτύω. [Κ.] Ὀσμὴ μύρων ἔμοιγε, τέρψις ᾀσμάτων. χερῶν ποδῶν κροτήματ᾽, εὔρυθμοι κλάσεις, ὁμορροθούντων ὀργάνων συμφωνία. [Π.] αἰνεῖς σὺ ταῦτα, ταῦτα δ᾽ ἐστίν, οἷς κακὸς ἔμοιγε πλοῦτος ὡς κακῶν διδάσκαλος. κρείττων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις. μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος ἡμῖν κενωθείς, ὡς λύσῃ δυσωδίας, ἧς νεκρότης μ᾽ ἔπλησε τῆς ἁμαρτίας. κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς λόγον τιν᾽ ἢ πρᾶξίν τιν᾽ εἰσηγούμενος κακήν. ποδῶν δ᾽ ὄρχησις, ἔνθεος στροφή. [Κ.] Τάχ᾽ ἂν τόδ᾽ εἴποις, ὡς πενία καὶ ταῖς νόσοις ἀρκεῖ πλέον φέρουσα σωμάτων ἄκη. [Π.] τόδ᾽ οὐκ ἂν εἴποιμ᾽. οὐκ ἀληθὴς γὰρ [ὁ] λόγος· ὃ δ᾽ ἔστ᾽ ἀληθές, τοῦτο καὶ λελέξεται· πένης ἐχόντων εὐσθενέστερος πολύ. θεὸς δ᾽ ἔδωκεν ἀντανιστῶν τὴν χάριν ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, πεινῇ, ῥιγοῖ, συγκαίεθ᾽ ἡλίῳ μέσῳ, ὁδοιπορεῖ, φορτίζεθ᾽, ὕεται, στένει· καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον ἐδέξατ᾽, οὐδὲν οἶδε μαγγανευμάτων, ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται γῆς καὶ θαλάττης ἐκπορίζουσιν μυχῶν θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσιν.

Φῦσαι, κατάρροι, σπλῆνες, ἐξαρθρήματα, βοαί, ῥοφήσεις, ὠχρότητες, ἐκλύσεις τῶν εὐπορούντων—τῶν κόρων οὗτοι τόκοι—, οἳ μήτ᾽ ἔχουσιν, ὧν ἔχουσιν, ἡδονὴν ζητοῦσι θ᾽, οἷς λείψουσιν ὄγκον, πολλάκις ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες.

Χρυσός, λίθοι, ποικίλματ᾽, ἐσθῆτος βαφαὶ ζῳογράφου τε πορφύρας ἀντιχρόου τοίχων, ὀρόφων καὶ ψηφίδος ποδοτριβοῦς· ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς εἰρχθείς, ὅθεν προῆλθεν, ἄξιος τάφων, ὁ δ᾽ ἐν προθήκῃ καὶ προσαστράπτων πότοις· ἵπποι, τάπητες, ἅρμαθ᾽, ἁρματηλάται, κύνες, κυνηγοί, θηρίων ἰχνεύμονες· καὶ ταῦτα δὴ τὰ τερπνὰ δεσποίνης κακῆς, γαστρός, πόρου τε πανδόχου, λαιμοῦ χάρις· στρῶται, θυρωροί, κλήτορες, κοιμήτορες, ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, γεῦσται, σκιασταί· νευμάτων ἐπίσκοποι, λοῦσται, κερασταὶ δακτύλων ὑψώμασιν, κουρὰν γυναῖκες· ὀμμάτων ἡδύσματα· τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.

Ὁ δ᾽ ἐνδεὴς ἕστηκεν· ἂν δὲ καὶ πέσῃ νόσῳ καμὼν μόγις ποτ᾽ ἢ μακρῷ χρόνῳ, οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, τεθνήξεθ᾽ ὡς λέων τις ἐν βρυχήμασιν, νεκρὸς ζαπλούτων πλεῖστον εὐανθέστερος. Τί λοιπόν; ὕβρις, θυμός, ἔκστασις, θράσος, μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, θεοῦ περιφρόνησις, αἵματος, φίλων, ταῦτ᾽ οὐ πενήτων μᾶλλόν ἐστ᾽ ἢ πλουσίων· πλοῦτος γὰρ ὕβριν, ἡ δ᾽ ἀπώλειαν φέρει. ὁ δ᾽ ἐκπιέζεθ᾽ ὡς τὰ πόλλ᾽, οὐδ᾽ αἴρεται, θεοῦ μάλιστ᾽ ἂν συνδραμὼν φόβος τύχῃ, καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής.