Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου

Γρηγόριος ὁ Ναζιανζηνός

Αγία Αναφορά: Ανάμνηση της θείας οικονομίας

Η έναρξη της Αναφοράς, ο επινίκιος ύμνος, η μνεία της δημιουργίας και της πτώσης, και η ανάμνηση του σωτηρίου έργου του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 7

Ἀρχὴ τῆς προσκομιδῆς Ἀληθῶς γὰρ ἄξιόν ἐστιν, καὶ δίκαιόν σε αἰνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σὲ δοξάζειν τὸν μόνον ἀληθινὸν Θεὸν, τὸν φιλάνθρωπον, τὸν ἄφραστον, τὸν ἀόρατον, τὸν ἀχώρητον, τὸν ἄναρχον, τὸν αἰώνιον, τὸν ἄχρονον, τὸν ἀμέτρητον, τὸν ἄτρεπτον, τὸν ἀπερινόητον· τὸν ποιητὴν τῶν ὅλων, τὸν λυτρωτὴν τῶν ἁπάντων· τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν· τὸν ἰώμενον πάσας νόσους ἡμῶν· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· τὸν στεφανοῦντα ἡμᾶς, ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Σὲ αἰνοῦσιν ἄγγελοι· σὲ προσκυνοῦσιν ἀρχάγγελοι· σὲ ἀρχαὶ ὑμνοῦσι· σὲ κυριότητες ἀνακράζουσι· τὴν σὴν δόξαν ἐξουσίαι ἀναγορεύουσι· σοὶ θρόνοι τὴν εὐφημίαν ἀναπέμπουσι· χίλιαι χιλιάδες σοι παραστήκουσι, καὶ μύριαι μυριάδες σοι τὴν λειτουργίαν προσάγουσι. Σὲ ὑμνεῖ τὰ ἀόρατα· σὲ προσκυνεῖ τὰ φαινόμενα, πάντα ποιοῦντα τὸν λόγον σου, Δέσποτα.

Ὁ διάκονος λέγει. Οἱ καθήμενοι ἀνάστητε. Ὁ ἱερεὺς λέγει. Ὁ ὢν θεὲ Κύριε ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ· ὁ τοῦ Πατρὸς ἡμῖν ὑποδείξας τὸ φέγγος· ὁ τοῦ ἁγίου Πνεύματος τὴν ἀληθῆ γνῶσιν ἡμῖν χαρισάμενος· ὁ τὸ μέγα τοῦτο τῆς ζωῆς ἀναδείξας τὸ μυστήριον· ὁ τὴν τῶν ἀσωμάτων τοῖς ἀνθρώποις χοροστασίαν πηξάμενος. Ὁ τὴν τῶν σεραφὶμ τοῖς ἐπὶ γῆς παραδοὺς ὑμνῳδίαν, δέξαι μετὰ τῶν ἀοράτων καὶ τὴν ἡμετέραν φωνήν. Σύναψον ἡμᾶς ταῖς ἐπουρανίαις δυνάμεσιν. Εἴπωμεν καὶ ἡμεῖς μετ᾽ αὐτῶν πᾶσαν ἄτοπον ἔννοιαν περιστείλαντες βοήσωμεν ὥσπερ ἐκεῖναι, ταῖς ἀσιγήτοις ἀνακράζει φωναῖς, ἀκαταπαύστοις στόμασι τὸ σὸν μεγαλεῖον ὑμνήσωμεν.

Ὁ διάκονος λέγει. Εἰς ἀνατολὰς βλέπετε. Ὁ ἱερεὺς λέγει. Σοὶ γὰρ παραστήκει κύκλῳ τὰ σεραφὶμ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν· ταῖς δὲ δυσὶ τοὺς πόδας ἑαυτῶν· καὶ ταῖς μὲν δυσὶ πετόμενα, καὶ ἐκέκραγον ἕτερον πρὸς ἕτερον.

Ἐκφωνήσει. Τὸν ἐπινίκιον ὕμνον τῶν σωτηριῶν ἡμῶν, μετὰ φωνῆς ἐνδόξου, λαμπρᾷ τῇ φωνῇ, ὑμνολογοῦντα, ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα καὶ λέγοντα. Ὁ διάκονος λέγει. Πρόσχωμεν. Ὁ λαὸς λέγει. Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς, κ. λ.

Ὁ ἱερεὺς λέγει. Ἅγιος, ἅγιος εἶ, Κύριε, καὶ πανάγιος. Ἐξαίρετόν σου τῆς οὐσίας τὸ φέγγος· ἄφραστός σου τῆς σοφίας ἡ δύναμις. Οὐδεὶς λόγος ἐκμετρήσει τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος. Ἐποίησάς με ἄνθρωπον, ὡς φιλάνθρωπος, οὐκ αὐτὸς τῆς ἐμῆς ἐπιδεὴς δουλείας, ἐγὼ δὲ μᾶλλον τῆς σῆς χρῄζων δεσποτείας. Οὐκ ὄντα με δι᾽ εὐσπλαγχνίαν παρήγαγες· οὐρανόν μοι πρὸς ὄροφον ἔστησας· γῆν μοι πρὸς βάσιν κατέπηξας· δι᾽ ἐμὲ θάλασσαν ἐχαλίνωσας· δι᾽ ἐμὲ τὴν φύσιν τῶν ζώων ἀνέδειξας· πάντα ὑπέταξας ὑπὸ τῶν ποδῶν μου· οὐδ᾽ ἓν τῶν τῆς σῆς φιλανθρωπίας ἐν ἐμοὶ πραγμάτων παρέλειπας.

Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου· τῆς σῆς ἐξουσίας ἐν ἐμοὶ τὴν εἰκόνα ὑπέγραψας· τοῦ λόγου τὸ δῶρον ἐνέθηκας· εἰς τρυφήν μοι τὸν παράδεισον ἤνοιξας· τῆς σῆς γνώσεως τὴν διδασκαλίαν παρέδωκας· ἔδειξάς με τὸ δένδρον τῆς ζωῆς * μοι ξύλον ὑπέδειξας· τοῦ θανάτου τὸ κέντρον ἐγνώρισας· ἑνός μοι φυτοῦ τὴν ἀπόλαυσιν ἀπηγόρευσας· ἐξ αὐτοῦ μόνου οὖν εἶπάς μοι μὴ φαγεῖν· ἔφαγον, νόμον ἠθέτησα· γνώμῃ τῆς ἐντολῆς παρημέλησα· ἐγὼ δὲ τοῦ θανάτου τὴν ἀπόφασιν ἥρπασα.

Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Σύ μοι, ὦ Δέσποτα, τὴν τιμωρίαν μετέβαλες· ὡς ποιμὴν ἀγαθὸς εἰς πλανώμενον ἔδραμες· ὡς πατὴρ ἀληθινὸς ἐμοὶ τῷ πεπτωκότι συνήλγησας· πᾶσι τοῖς πρὸς ζωὴν φαρμάκοις κατέδησας.

Αὐτός μοι προφήτας ἀπέστειλας· δι᾽ ἐμὲ τὸν νοσοῦντα, νόμον εἰς βοήθειαν ἔδωκας. Αὐτός μοι * τὰς πρὸς ὑγιείαν ὦ παρανομηθείσας, διηκόνησας· φῶς τοῖς πλανωμένοις ἀνέτειλας· τοῖς ἀγνοοῦσι, ὁ ἀεὶ παρὼν ἐπεδήμησας· ἐπὶ τὴν παρθενικὴν ἦλθες νηδύν. Ὁ ἀχώρητος Θεὸς ὢν, οὐχ ἁρπαγμὸν ἡγήσω τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβών· τὴν ἐμὴν ἐν σοὶ φύσιν ηὐλόγησας· ὑπὲρ ἐμοῦ τὸν νόμον ἐπλήρωσας, τοῦ πτώματός μου τὴν ἀνάστασιν ὑπηγόρευσας. Ἔδωκας τοῖς ὑπὸ τοῦ ᾅδου κρατουμένοις τὴν ἄφεσιν· τοῦ νόμου τὴν ἀρὰν ἀπεσόβησας· ἐν σαρκὶ τὴν ἁμαρτίαν κατήργησας· τῆς σῆς ἐξουσίας μοι τὴν δυναστείαν ἐγνώρισας· τυφλοῖς τὸ βλέπειν ἀπέδωκας· νεκροὺς ἐκ τάφων ἀνέστησας· ῥήματι τὴν φύσιν ἀνώρθωσας· τῆς σῆς εὐσπλαγχνίας μοι τὴν οἰκονομίαν ὑπέδειξας· τῶν πονηρῶν τὴν βίαν ὑπένεγκας· τὸν νῶτόν σου δέδωκας εἰς μάστιγας· τὰς δὲ σιαγόνας σου ὑπέθηκας εἰς ῥαπίσματα· οὐκ ἀπέστρεψας δι᾽ ἐμὲ τὸ πρόσωπόν σου ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἦλθες, μέχρι σταυροῦ τὴν ἐμὴν κηδεμονίαν ὑπέδειξας· τῷ σῷ τάφῳ τὴν ἐμὴν ἁμαρτίαν ἐνέκρωσας· εἰς οὐρανὸν τὴν ἐμὴν ἀπαρχὴν ἀνεβίβασας· τῆς σῆς ἀφίξεώς μοι τὴν παρουσίαν ἐμήνυσας, ἐν ᾗ μέλλεις ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.