Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου

Γρηγόριος ὁ Ναζιανζηνός

Καθολικές δεήσεις και ανάγνωση των Διπτύχων

Προσευχές υπέρ της Εκκλησίας και του κόσμου, προσωπικές ικεσίες του ιερέα, καθώς και η μνημόνευση των αγίων, των ζώντων και των κεκοιμημένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 7

Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει καὶ ὁ λαὸς ἀποκρίνεται τὸ, Κύριε ἐλέησον. Σὲ δυσωποῦμεν, Χριστὲ ὁ Θεὸς ἡμῶν. Τῆς Ἐκκλησίας σου, Κύριε, τὴν κρηπῖδα κατάπηξον. Τῆς ἀγάπης ἡμῖν τὴν ὁμόνοιαν ῥίζωσον.

Τῆς πίστεως τὴν ἀλήθειαν αὔξησον. Τῆς σῆς εὐσεβείας ἡμῖν τὴν ὁδὸν εὐθυτόμησον. Τοὺς ποιμένας ὀχύρωσον. Τοὺς ποιμαινομένους ἀσφάλισαι. Δὸς τῷ κλήρῳ τὴν εὐκοσμίαν. Τοῖς μοναχοῖς τὴν ἐγκράτειαν. Τοῖς ἐν παρθενίᾳ τὸ σωφρονεῖν.

Τοῖς ἐν σεμνῷ γάμῳ τὴν εὐζωΐαν. Τοῖς ἐν μετανοίᾳ τὸ ἔλεος. Τοῖς πλουτοῦσι τὴν ἀγαθότητα. Τοῖς πενομένοις τὴν ἐπικουρίαν. Τοῖς πτωχοῖς τὴν βοήθειαν. Τοὺς πρεσβύτας περίζωσον. Τοὺς νέους σωφρόνισον.

Τοὺς ἀπίστους ἐπίστρεψον. Παῦσον τῆς Ἐκκλησίας τὰ σχίσματα. Τῶν αἱρέσεων κατάλυσον τὰ φρυάγματα. Πάντας ἡμᾶς πρὸς τὴν τῆς σῆς εὐσεβείας ὁμόνοιαν σύναψον. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῆς εἰρήνης τῆς ἁγίας, μόνης, καθολικῆς, καὶ ἀποστολικῆς σου Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ τῶν ἐν αὐτῇ ὀρθοδόξων ἐπισκόπων, τῶν ὀρθοτομησάντων τὸν λόγον τῆς ἀληθείας.

Ἐκφωνήσει. Ἐξαιρέτως τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιερέως ἡμῶν ἄββα Δʹ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, καὶ ὑπὲρ τῶν περιόντων ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ἀναγνωστῶν, ψαλτῶν, ἐξορκιστῶν, μοναζόντων, ἀειπαρθένων, ἐγκρατῶν, χηρῶν, ὀρφανῶν, λαϊκῶν, καὶ ὑπὲρ παντὸς τοῦ πληρώματος, τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας τῶν πιστῶν.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν εὐσεβῶς βασιλευσάντων. Μνήσθητι, Κύριε, τῶν ἐν τῷ παλατίῳ, ἡμῶν ἀδελφῶν πιστῶν, καὶ ὀρθοδόξων, καὶ παντὸς τοῦ στρατοπέδου. Μνήσθητι, Κύριε, τῶν προσφερόντων τὰ ἅγια δῶρα ταῦτα, καὶ ὑπὲρ ὧν, καὶ δι᾽ ὧν προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς.

Μνήσθητι, Κύριε, καὶ τῶν ἐν ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ τῶν ἐν αἰχμαλωσίαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ εἰρηνικὰς ἀποκαταστάσεις εἰς τὰ ἴδια χάρισαι. Ὁ διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῶν αἰχμαλώτων.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Τότε κλίνει ἱερεὺς τὴν ἑαυτοῦ κεφαλὴν λέγων καθ᾽ ἑαυτὸν ἐν ἑαυτῷ. Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ἀθλίας καὶ ταλαιπώρου ψυχῆς, ταπεινώσεώς μου, καὶ συγχώρησόν μοι πάντα τὰ ἐμὰ πλημμελήματα καὶ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, περίσσευσόν σου τὴν χάριν, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ τὴν βεβήλωσιν τῆς καρδίας μου, ὑστερήσῃς τὸν λαόν σου τῆς χάριτος τοῦ ἁγίου σου Πνεύματος.

Ὑψώσει τὴν κεφαλὴν καὶ ἐκφωνήσει. Ὁ γὰρ λαός σου καὶ ἡ Ἐκκλησία σου ἱκετεύει σε, καὶ διὰ σοῦ καὶ σὺν σοὶ τὸν Πατέρα λέγουσα. Ὁ λαὸς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν. Γʹ. Ὁ ἱερεὺς λέγει. Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν. Γʹ.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Γʹ. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τοῦ ἀέρος καὶ τῶν καρπῶν τῆς γῆς. Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν ποταμείων ὑδάτων. Μνήσθητι, Κύριε, τῶν ὑετῶν καὶ τῶν σπορίμων τῆς γῆς.

Εὔφρανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς γῆς. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς· παράστησον ἡμῖν αὐτὰ εἰς σπέρμα, καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν ζωὴν ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, διὰ τοὺς πτωχοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν, καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον, καὶ τὸν προσήλυτον, καὶ δι᾽ ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον. Οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἀγαθότητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα ἐν πᾶσι, πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τοῦ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει, καὶ ὁ λαὸς ἀποκρίνεται. Κύριε ἐλέησον. Χάρισαι τῷ λαῷ σου τὴν ὁμόνοιαν. Τῷ κόσμῳ τὴν εὐστάθειαν. Τῷ ἀέρι τὴν εὐκρασίαν. Τοῖς νοσοῦσι τὴν σωτηρίαν. Τοῖς δεομένοις τὴν ἀνάψυξιν.

Τοῖς ἐν ἐξορίαις τὴν ἄνεσιν. Τοῖς ὀρφανοῖς τὴν βοήθειαν. Ταῖς χήραις τὴν ἀντίληψιν. Τοῖς θλιβομένοις ἐπάρκησον εἰς ἀγαθόν. Τοὺς ἑστῶτας ὀχύρωσον. Τοὺς πεπτωκότας ἔγειρον. Τοὺς ἑστηκότας ἀσφάλισαι.

Τῶν κεκοιμημένων μνήσθητι. Τῶν ἐν ὁμολογίᾳ τὰς πρεσβείας πρόσδεξαι. Τοὺς ἡμαρτηκότας καὶ μετανοήσαντας, συναρίθμησον μετὰ τῶν πιστῶν σου. Τοὺς πιστοὺς συναρίθμησον μετὰ μαρτύρων σου. Μιμητὰς τοὺς παρόντας ἐν τῷ τόπῳ τούτῳ τῶν ἀγγέλων κατάστησον.

Καὶ ἡμᾶς τῇ σῇ χάριτι πρὸς τὴν σὴν κεκλημένους διακονίαν ἀναξίους ὄντας ὑπόδεξαι. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, καὶ τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει οἰκούντων ἐν αὐτῇ, καὶ πάσης πόλεως καὶ χώρας σὺν παντὶ τῷ κόσμῳ αὐτῶν. Καὶ ῥῦσαι ἡμᾶς ἀπὸ λιμοῦ καὶ λοιμοῦ, σεισμοῦ καὶ καταποντισμοῦ πυρὸς, καὶ ἀπὸ αἰχμαλωσίας βαρβάρων, καὶ ἀπὸ τῶν ἀλλοτρίων μαχαιρῶν, καὶ ἐπαναστάσεως ἐχθρῶν τε καὶ αἱρετικῶν.

Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, τῶν προλαβόντων ὁσίων Πατέρων ἡμῶν ὀρθοδόξων ἐπισκόπων, καὶ πάντων τῶν ἀπ᾽ αἰῶνός σοι εὐαρεστησάντων, ἁγίων Πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δικαίου, ἐν πίστει Χριστοῦ τετελειωμένου.

Ἐκφωνήσει. Ἐξαιρέτως τῆς παναγίας ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου. Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος.

Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου, τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Καὶ τοῦ ἐν ἁγίοις Πατρὸς Γρηγορίου. Καὶ ὧν ἐν τῇ σήμερον ἡμέρᾳ τὴν ὑπόμνησιν ποιούμεθα, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις, καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς.

Ὁ διάκονος λέγει τὰ Δίπτυχα. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ. Μνήσθητι, Κύριε, τῶν προκεκοιμημένων ἐν τῇ ὀρθοδόξῳ πίστει πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ ἀνάπαυσον τὰς ψυχὰς αὐτῶν μετὰ ὁσίων, μετὰ δικαίων. Ἔκθρεψον, σύναψον εἰς τόπον χλόης, ἐπὶ ὕδατος ἀναπαύσεως, ἐν παραδείσῳ τρυφῆς, καὶ μετὰ τούτων ὧν εἴπομεν τὰ ὀνόματα αὐτῶν.

Τότε μνημονεύει ζώντων καὶ νεκρῶν, καὶ μετὰ δίπτυχα ὁ ἱερεὺς λέγει. Μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ ἐμνήσθημεν, πιστῶν καὶ ὀρθοδόξων, μεθ᾽ ὧν καὶ ἡμῖν σὺν αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός.

Ὁ λαὸς λέγει. Ἄνες, ἄφες, συγχώρησον. Ὁ ἱερεὺς λέγει. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ἐλεήμων, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ Θεὸς, ἐπίσκεψον ἡμᾶς ἐν τῷ σωτηρίῳ σου· ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ὁ ποιῶν ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν· ἵνα σου καὶ ἐν τούτῳ καθὼς καὶ ἐν παντὶ δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ, καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον, καὶ εὐλογημένον σου ὄνομα, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ καὶ ἁγίῳ Πνεύματι.

Ὁ λαὸς λέγει. Ὡς ἦν, καὶ ἔστι, καὶ ἔσται. Ὁ διάκονος λέγει. Κατέλθετε, οἱ διάκονοι. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου.