Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεολογικὸς πέμπτος (περὶ τοῦ ἁγίου πνεύματος)

Γρηγόριος ὁ Ναζιανζηνός

Η σταδιακή αποκάλυψη και οι γραφικές μαρτυρίες

Ανάπτυξη της παιδαγωγικής μεθόδου της θείας οικονομίας μέσω των δύο Διαθηκών, επεξήγηση της χρήσης των εννοιών στη Γραφή και παράθεση μαρτυριών για τις θείες ενέργειες του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

Πάλιν καὶ πολλάκις ἀνακυκλεῖς ἡμῖν τὸ ἄγραφον. ὅτι μὲν οὖν οὐ ξένον τοῦτο, οὐδὲ παρείσακτον, ἀλλὰ καὶ τοῖς πάλαι καὶ τοῖς νῦν γνωριζόμενον καὶ παραγυμνούμενον, δέδεικται μὲν ἤδη πολλοῖς τῶν περὶ τούτου διειληφότων, ὅσοι μὴ ῥᾳθύμως μηδὲ παρέργως ταῖς θείαις γραφαῖς ἐντυχόντες, ἀλλὰ διασχόντες τὸ γράμμα καὶ εἴσω παρακύψαντες, τὸ ἀπόθετον κάλλος ἰδεῖν ἠξιώθησαν, καὶ τῷ φωτισμῷ τῆς γνώσεως κατηυγάσθησαν. δηλώσωμεν δὲ καὶ ἡμεῖς ἐξ ἐπιδρομῆς, ὅσον ἐνδέχεται, τοῦ μὴ δοκεῖν εἶναι περιττοί τινες, μηδὲ φιλοτιμότεροι τοῦ δέοντος, ἐποικοδομοῦντες ἐπὶ θεμέλιον ἀλλότριον. εἰ δὲ τὸ μὴ λίαν σαφῶς γεγράφθαι θεὸν μηδὲ πολλάκις ὀνομαστί, ὥσπερ τὸν πατέρα πρότερον καὶ τὸν υἱὸν ὕστερον, αἴτιόν σοι γίνεται βλασφημίας, καὶ τῆς περιττῆς ταύτης γλωσσαλγίας καὶ ἀσεβείας, ἡμεῖς σοι λύσομεν ταύτην τὴν βλάβην, μικρὰ περὶ πραγμάτων καὶ ὀνομάτων καὶ μάλιστα παρὰ τῇ τῆς γραφῆς συνηθείᾳ φιλοσοφήσαντες.

Τῶν πραγμάτων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ· τὰ δὲ ὄντα οὐ λέγεται· τὰ δὲ οὔτε ἔστιν, οὔτε λέγεται· τὰ δὲ ἄμφω, καὶ ἔστι, καὶ λέγεται. τούτων ἀπαιτεῖς με τὰς ἀποδείξεις; παρασχεῖν ἕτοιμος. ὑπνοῖ τῇ γραφῇ θεός, καὶ γρηγορεῖ, καὶ ὀργίζεται, καὶ βαδίζει, καὶ θρόνον ἔχει τὰ χερουβίμ· καίτοι πότε γέγονεν ἐμπαθής; πότε δὲ σῶμα θεὸν ἀκήκοας; τοῦτο οὐκ ὂν ἀνεπλάσθη. ὠνομάσαμεν γάρ, ὡς ἡμῖν ἐφικτόν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. τὸ μὲν ἠρεμεῖν αὐτὸν ἀφ᾽ ἡμῶν, καὶ οἷον ἀμελεῖν, δι᾽ ἃς αὐτὸς οἶδεν αἰτίας, ὑπνοῦν. τὸ γὰρ ἡμέτερον ὑπνοῦν τοιοῦτον, ἀνενέργητόν τε καὶ ἄπρακτον. τὸ δὲ ἀθρόως εὖ ποιεῖν ἐκ μεταβολῆς, γρηγορεῖν. ὕπνου γὰρ λύσις ἐγρήγορσις, ὥσπερ ἀποστροφῆς ἐπίσκεψις. τὸ δὲ κολάζειν ὀργίζεσθαι πεποιήκαμεν· οὕτω γὰρ ἡμῖν ἐξ ὀργῆς ἡ κόλασις. τὸ δὲ νῦν μὲν τῇδε, νῦν δὲ τῇδε ἐνεργεῖν, βαδίζειν. ἡ γὰρ ἀπ᾽ ἄλλου πρὸς ἄλλο μετάβασις, βαδισμός. τὸ δὲ ἀναπαύεσθαι ταῖς ἁγίαις δυνάμεσι, καὶ οἷον ἐμφιλοχωρεῖν, καθέζεσθαι καὶ θρονίζεσθαι. καὶ τοῦτο ἡμέτερον. οὐδενὶ γὰρ οὕτως ὡς τοῖς ἁγίοις τὸ θεῖον ἐναναπαύεται. τὸ δὲ ὀξυκίνητον, πτῆσιν· τὴν δὲ ἐπισκοπήν, πρόσωπον· τὸ διδόναι δὲ καὶ προσίεσθαι, χεῖρα· καὶ ἄλλη τις ὅλως τῶν τοῦ θεοῦ δυνάμεων ἢ ἐνεργειῶν ἄλλο τι τῶν σωματικῶν ἡμῖν ἀνεζωγράφησεν.

Πάλιν σὺ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, τὰς σὰς ἀκροπόλεις, ἢ καὶ ἡμεῖς τὸ ἀθάνατον; δεῖξον ταῦτα ὀνομαστί, ἢ ἀθετήσομεν, ἐπειδὴ οὐ γέγραπται, ἢ διαγράψομεν. καὶ τέθνηκας ἐκ τῶν σῶν ὑποθέσεων, καθαιρεθέντων σοι τῶν ὀνομάτων, καὶ τοῦ τείχους τῆς καταφυγῆς ἐφ᾽ ᾧ ἐπεποίθεις. ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται; τίνων τούτων; Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα. καί, Πρὸ ἐμοῦ οὐκ ἔστιν ἄλλος θεὸς καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. ὅλον γὰρ τὸ ἔστιν ἐμόν· οὔτε ἠργμένον, οὔτε παυσόμενον. ταῦτα λαβών, τὸ μὲν μὴ εἶναί τι πρὸ αὐτοῦ, μηδὲ πρεσβυτέραν αἰτίαν ἔχειν, ἄναρχον προσηγόρευσας, καὶ ἀγέννητον· τὸ δὲ μὴ στήσεσθαι τοῦ εἶναι, ἀθάνατον καὶ ἀνώλεθρον. αἱ μὲν δὴ πρῶται συζυγίαι τοιαῦται, καὶ οὕτως ἔχουσαι. τίνα δὲ οὔτε ἔστιν, οὔτε λέγεται; πονηρὸν τὸ θεῖον, ἡ σφαῖρα τετράγωνος, τὸ παρελθὸν ἐνέστηκεν, οὐ σύνθετον ὁ ἄνθρωπος. τίνα γὰρ εἰς τοσοῦτον ἐμπληξίας ποτὲ ἀφικόμενον ἔγνως, ὥστε τι τοιοῦτον ἢ ἐννοῆσαι τολμῆσαι, ἢ ἀποφήνασθαι; λείπεται δεῖξαι τίνα καὶ ἔστι καὶ λέγεται· θεός, ἄνθρωπος, ἄγγελος, κρίσις· ματαιότης οἱ τοιοῦτοι συλλογισμοί, καὶ τῆς πίστεως ἀνατροπή, καὶ τοῦ μυστηρίου κένωσις.

Τοσαύτης οὖν οὔσης διαφορᾶς ἐν τοῖς ὀνόμασι καὶ τοῖς πράγμασι, πῶς οὕτω σὺ λίαν δουλεύεις τῷ γράμματι, καὶ γίνῃ μετὰ τῆς Ἰουδαικῆς σοφίας, καὶ συλλαβαῖς ἀκολουθεῖς, ἀφεὶς τὰ πράγματα; εἰ δὲ σοῦ τὰ δὶς πέντε λέγοντος, ἢ τὰ δὶς ἑπτά, τὰ δέκα συνῆγον, ἢ τέσσαρες καὶ δέκα ἐκ τῶν λεγομένων· ἢ ἐκ τοῦ ζῶον λογικόν, θνητόν, τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην; καὶ πῶς, τὰ σὰ λέγων; οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. ὥσπερ οὖν ἐνταῦθα, οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν, ἢ τὰ νοούμενα· οὕτως οὐδὲ εἴ τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς, ἐκ τῆς γραφῆς νοούμενον ηὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων. οὕτω μὲν οὖν στησόμεθα πρὸς τοὺς ἐξ ἡμισείας εὐγνώμονας. σοὶ γὰρ οὐδὲ τοῦτο ἔξεστι λέγειν. ὁ γὰρ τὰς τοῦ υἱοῦ προσηγορίας οὕτως ἐναργεῖς οὔσας καὶ τοσαύτας ἀρνούμενος, οὐδ᾽ ἂν ταύτας ᾐδέσθης δῆλον ὅτι, καὶ εἰ πολλῷ σαφεστέρας καὶ πλείους ἐγίνωσκες. ἤδη δὲ καὶ τὴν αἰτίαν δηλώσω τῆς πάσης ἐπικρύψεως, καίπερ σοφοῖς οὖσιν ὑμῖν, βραχύ τι τὸν λόγον ἀναγαγών.

Δύο γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, αἳ καὶ δύο διαθῆκαι καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα, μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο; οὐκ ἀθρόως μετεκινήθησαν, οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρήσεως. τίνος ἕνεκα; εἰδέναι γὰρ ἀναγκαῖον. ἵνα μὴ βιασθῶμεν, ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέχεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου, τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ, τὸ δὲ τυραννικῆς ἐξουσίας. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν, ἀλλ᾽ ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδαγωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων, τὸ δὲ συγχωρεῖ, μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν, ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ τῷ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί;

ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν, καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας, οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν, ἀντὶ μὲν ἐθνῶν, Ἰουδαῖοι· ἀντὶ δὲ τούτων, Χριστιανοί, ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος, ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; ἐκεῖνο τῆς οἰκονομίας, τοῦτο τῆς τελειότητος.

Τούτῳ τὸ τῆς θεολογίας εἰκάζειν ἔχω, πλὴν ὅσον ἐκ τῶν ἐναντίων. ἐκεῖ μὲν γὰρ ἐκ τῶν ὑφαιρέσεων ἡ μετάθεσις· ἐνταῦθα δὲ διὰ τῶν προσθηκῶν ἡ τελείωσις. ἔχει γὰρ οὕτως. ἐκήρυσσε φανερῶς ἡ παλαιὰ τὸν πατέρα, τὸν υἱὸν ἀμυδρότερον. ἐφανέρωσεν ἡ καινὴ τὸν υἱόν, ὑπέδειξε τοῦ πνεύματος τὴν θεότητα. ἐμπολιτεύεται νῦν τὸ πνεῦμα, σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. οὐ γὰρ ἦν ἀσφαλές, μήπω τῆς τοῦ πατρὸς θεότητος ὁμολογηθείσης, τὸν υἱὸν ἐκδήλως κηρύττεσθαι· μηδὲ τῆς τοῦ υἱοῦ παραδεχθείσης, τὸ πνεῦμα τὸ ἅγιον, ἵν᾽ εἴπω τι καὶ τολμηρότερον, ἐπιφορτίζεσθαι· μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέντες, καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντες τὴν ὄψιν, καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι· ταῖς δὲ κατὰ μέρος προσθήκαις, καί, ὡς εἶπε Δαβίδ, ἀναβάσεσι, καὶ ἐκ δόξης εἰς δόξαν προόδοις καὶ προκοπαῖς, τὸ τῆς τριάδος φῶς ἐκλάμψῃ τοῖς λαμπροτέροις. διὰ ταύτην, οἶμαι, τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ, τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον, ἐν ἀρχῇ τοῦ εὐαγγελίου, μετὰ τὸ πάθος, μετὰ τὴν ἄνοδον, τὰς δυνάμεις ἐπιτελοῦν, ἐκφυσώμενον, ἐν γλώσσαις πυρίναις φαινόμενον.

καὶ ὑπὸ Ἰησοῦ κατ᾽ ὀλίγον ἐκφαίνεται, ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον· Ἐρωτήσω, φησί, τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας· ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπ᾽ ἄλλης τινὸς ἐξουσίας ποεῖσθαι τοὺς λόγους. εἶτα, Πέμψει μέν, ἐν δὲ τῷ ὀνόματί μου. τὸ Ἐρωτήσω παρείς, τὸ Πέμψει τετήρηκεν. εἶτα, Πέμψω, τὸ οἰκεῖον ἀξίωμα· εἶτα, Ἥξει, ἡ τοῦ πνεύματος ἐξουσία.

Ὁρᾷς φωτισμοὺς κατὰ μέρος ἡμῖν ἐλλάμποντας, καὶ τάξιν θεολογίας, ἣν καὶ ἡμᾶς τηρεῖν ἄμεινον, μήτε ἀθρόως ἐκφαίνοντας, μήτε εἰς τέλος κρύπτοντας. τὸ μὲν γὰρ ἄτεχνον, τὸ δὲ ἄθεον· καὶ τὸ μὲν τοὺς ἀλλοτρίους πλῆξαι δυνάμενον, τὸ δὲ ἀλλοτριῶσαι τοὺς ἡμετέρους. ὃ δὲ ἴσως μὲν ἦλθεν ἤδη τισὶν ἐπὶ νοῦν καὶ τῶν ἄλλων, ἐγὼ δὲ τῆς ἐμαυτοῦ διανοίας ὑπολαμβάνω καρπόν, προσθήσω τοῖς εἰρημένοις. ἦν τινὰ τῷ, σωτῆρι, καὶ εἰ πολλῶν ἐνεπίμπλαντο μαθημάτων, ἃ μὴ δύνασθαι τότε βασταχθῆναι τοῖς μαθηταῖς ἐλέγετο, δι᾽ ἃς εἶπον ἴσως αἰτίας, καὶ διὰ τοῦτο παρεκαλύπτετο· καὶ πάλιν πάντα διδαχθήσεσθαι ἡμᾶς ὑπὸ τοῦ πνεύματος ἐνδημήσαντος. τούτων ἓν εἶναι νομίζω καὶ αὐτὴν τοῦ πνεύματος τὴν θεότητα, τρανουμένην εἰς ὕστερον, ὡς τηνικαῦτα ὡρίμου καὶ χωρητῆς ἤδη τυγχανούσης τῆς γνώσεως, μετὰ τὴν τοῦ σωτῆρος ἀποκατάστασιν, οὐκέτι ἀπιστουμένου τῷ θαύματι. τί γὰρ ἂν τούτου μεῖζον ἢ ἐκεῖνος ὑπέσχετο, ἢ τὸ πνεῦμα ἐδίδαξεν; εἴπερ τι μέγα οἴεσθαι χρή, καὶ θεοῦ μεγαλοπρεπείας ἄξιον, τὸ ὑπισχνούμενον, ἢ τὸ διδασκόμενον.

Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμι, καὶ ὅς τις ἐμοὶ φίλος, — σέβειν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα τὸ ἅγιον, τρεῖς ἰδιότητας, θεότητα μίαν, δόξῃ, καὶ τιμῇ, καὶ οὐσίᾳ, καὶ βασιλείᾳ μὴ μεριζομένην, ὥς τις τῶν μικρῷ πρόσθεν θεοφόρων ἐφιλοσόφησεν· ἢ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὥς φησιν ἡ γραφή, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅς τις οὐχ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς, ἄλλοτε ἄλλος γινόμενος, καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος. εἰ μὲν γὰρ οὐδὲ προσκυνητόν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος; εἰ δὲ προσκυνητόν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτόν, πῶς οὐ θεός; ἓν ἤρτηται τοῦ ἑνός, ἡ χρυσῆ τις ὄντως σειρὰ καὶ σωτήριος. καὶ παρὰ μὲν τοῦ πνεύματος ἡμῖν ἡ ἀναγέννησις· παρὰ δὲ τῆς ἀναγεννήσεως ἡ ἀνάπλασις· παρὰ δὲ τῆς ἀναπλάσεως ἡ ἐπίγνωσις τῆς ἀξίας τοῦ ἀναπλάσαντος.

Ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος· ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἐσμός, ἐξ ὧν, ὅτι καὶ λίαν ἔγγραφος, ἡ τοῦ πνεύματος θεότης ἐπιδειχθήσεται τοῖς μὴ λίαν σκαιοῖς, μηδὲ ἀλλοτρίοις τοῦ πνεύματος. σκόπει δὲ οὕτως· γεννᾶται Χριστός, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὧν θεός; τί δὲ οὐ προσαγορεύεται ὧν θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως; ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι πατρὶ καὶ υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ τῇ θεότητι, τῇ καὶ τἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. ἐγὼ μὲν φρίττω τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ᾽ ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ πνεύματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, πνεῦμα κυρίου, αὐτὸ κύριος· πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας· πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φοβοῦ θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων· πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον· πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγαθόν, εὐθές, ἡγεμονικόν, φύσει οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον.

μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρούμενον, συνέχον, οὐ συνεχόμενον· κληρονομούμενον, δοξαζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος θεοῦ, πῦρ ὡς θεός, εἰς ἔμφασιν, οἶμαι, τοῦ ὁμοουσίου· πνεῦμα τὸ ποιῆσαν, τὸ ἀνακτίζον διὰ βαπτίσματος, δι᾽ ἀναστάσεως· πνεῦμα τὸ γινῶσκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον ὅπου θέλει καὶ ὅσον, ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παροξυνόμενον, πειραζόμενον· ἀποκαλυπτικόν, φωτιστικόν, ζωτικόν, μᾶλλον δὲ αὐτοφῶς καὶ ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καὶ προλαμβάνειν τὸ βάπτισμα, καὶ ἐπιζητεῖσθαι μετὰ τὸ βάπτισμα· ἐνεργοῦν ὅσα θεός, μεριζόμενον ἐν γλώσσαις πυρίναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγγελιστάς, ποιμένας, καὶ διδασκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώλυτον, ἀμόλυντον· ὅπερ ἴσον δύναται τὸ σοφώτατον καὶ πολύτροπον ταῖς ἐνεργείαις, καὶ σαφηνιστικὸν πάντων, καὶ τρανωτικόν, καὶ αὐτεξούσιον, καὶ ἀναλλοίωτον· παντοδύναμον, παντεπίσκοπον, διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, ἀγγελικῶν, οἶμαι, δυνάμεων, ὥσπερ καὶ προφητικῶν καὶ ἀποστολικῶν, κατὰ ταὐτόν, καὶ οὐκ ἐν τοῖς αὐτοῖς τόποις. ἄλλων δὲ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τὸ ἀπερίγραπτον.

Οἱ ταῦτα λέγοντες καὶ διδάσκοντες, καὶ πρός γε ἄλλον παράκλητον, οἷον ἄλλον θεόν, ὀνομάζοντες, οἱ τὴν εἰς αὐτὸν βλασφημίαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδὴ ἐψεύσαντο τὸ πνεῦμα τὸ ἅγιον, ὡς θεὸν ψευσαμένους, οὐκ ἄνθρωπον· οὗτοι τί σοι δοκοῦσι, πότερον θεὸν τὸ πνεῦμα κηρύσσειν, ἢ ἄλλο τι; ὡς λίαν ὄντως παχύς τις εἶ, καὶ πόρρω τοῦ πνεύματος, εἰ τοῦτο ἀπορεῖς, καὶ δέῃ τοῦ διδάξοντος. αἱ μὲν οὖν κλήσεις τοσαῦται καὶ οὕτως ἔμψυχοι. τί γὰρ δεῖ σοι τὰς ἐπὶ τῶν ῥημάτων μαρτυρίας παρατίθεσθαι; ὅσα δὲ κἀνταῦθα λέγεται ταπεινότερον, τὸ δίδοσθαι, τὸ ἀποστέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, ἡ ἐπαγγελία, ἡ ὑπερέντευξις, εἴτε τι ἄλλο τοιοῦτον, ἵνα μὴ καθ᾽ ἕκαστον λέγω, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνενεκτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθώσιν. ἴσον γὰρ εἰς ἀσέβειαν, καὶ Σαβελλίως συνάψαι, καὶ Ἀρειανῶς διαστῆσαι, τὸ μὲν τῷ προσώπῳ, τὸ δὲ ταῖς φύσεσιν.