Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η αποκαθήλωση και ο ενταφιασμός του Κυρίου

Η έλευση του Ιωσήφ και του Νικοδήμου, η προετοιμασία του νεκρού σώματος, ο επιτάφιος θρήνος της Μητέρας και η εναπόθεση στον τάφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 11

ΘΕΟΛΟΓΟΣ Καὶ μὴν ὅδ᾽ Ἰώσηπος ἐν σπουδῇ ποδὸς στείχει, νέον τι πρᾶγμ᾽ ἴσως ἔχων φράσαι. Ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα καὶ παρ᾽ ἐλπίδα, μύστην νύχιον τῷδε συντρέχοντά πως, σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ. Ὦ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια εἰδὼς ἁγιστεύει θ᾽ ἑαυτοῦ βιοτὰν καὶ θιασεύεται καθαρμοῖσι ψυχάν, δέμας τε παντὸς ἀνατινάσσων ῥύπου κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν, ἀεὶ θεραπεύειν θοάζει τὸν Θεόν.

Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ, κάλλιστον οἶμαι δ᾽ αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις.

ΙΩΣΗΦ Ὦ φίλταθ᾽, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων, σοφὴν σοφοῦ παρ᾽ ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ ἥκω δ᾽ ἕτοιμος τήνδ᾽ ἔχων σκευὴν τάχει, ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον. Δεῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον, ὅσον καθ᾽ ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν.

Πῶς χρὴ κατάγειν; πῶς δὲ πρὸς τύμβον φέρειν πέπλοις ἐνειλίσσαι τε; Νῦν ἡγοῦ σύ μοι νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός· ὡς οὐ κάμοιμ᾽ ἄν, εἴθ᾽ ἕως εἴθ᾽ ἑσπέρα, ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ. Ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ.

ΘΕΟΛΟΓΟΣ Ὅδ᾽ αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται, καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ.

ΙΩΣΗΦ Ὢ χρῆμα παγκαλὲς Θεοῦ, δέσποιν᾽ ἐμή, τί Παῖδα πρὸς σὸν τήνδ᾽ ἄγουσ᾽ ἐρημίαν ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά; καί σοι μόνος πάρεστι μύστης παρθένος, λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων· ἄλλοι δ᾽ ὀπαδοὶ τῶν γόων πεπλησμένοι φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες, οὐδ᾽ εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν· σὺ δ᾽ οὐ πέφρικας δυσμενῶν ἀβουλίαν.

Ἐγὼ δέδοικα μή τι βουλεύσῃ νέον ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος· βαρεῖα γὰρ φρὴν οὐδ᾽ ἀνέξεται κλύειν, κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ.

ΘΕΟΛΟΓΟΣ Οὔπω γὰρ οὐκ ἔληξαν, οὐδ᾽ ἔσχον κόρον μιαιφονίας καὶ κακῆς ἀβουλίας;

ΙΩΣΗΦ Ζηλῶ σ᾽· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.

ΘΕΟΛΟΓΟΣ Τί δ᾽ ἐστίν, ὦ γηραιέ; μὴ σίγα, φράσον.

ΙΩΣΗΦ Ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, θώκους προσελθών, ἔνθα δὴ παλαίτεροι θάσσουσι, σεμνὰν ἀμφὶ Σαλομὼν στοάν, ὡς τόνδε νεκρὸν οὐκ ἐᾷ πρεσβυτέρων ὄχλος, προσιὼν τῆσδε κοιράνῳ χθονός, θάπτειν. Ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε, οὐκ οἶδα, βουλοίμην δ᾽ ἂν οὐκ εἶναι τάδε.

Ἐμοὶ γὰρ αὐτὸν ἐξέδωκεν ὡς φίλῳ, αὐτὸν δυσωπήσαντι λαβεῖν τὸν νέκυν.

ΘΕΟΛΟΓΟΣ Τὸ πᾶν ὄλωλεν, εἰ κακὸν προσοίσομεν νέον παλαιῷ, πρὶν τόδ᾽ ἐξηντληκέναι, ὡς αὐτὸς εἶπεν, ἤματι τρίτῳ πέρας τὰ λυπρὰ λαβεῖν γηθοσύνῃ καρδίας. Οὐ τοῦτο Πατὴρ Παῖδ᾽ ἀνέξεται παθεῖν. Παλαιὰ καινῶν λείπεται κηδευμάτων κοὐκ ἔστ᾽ ἐκεῖνος τοῖσδε φίλος δόγμασιν.

Αὐτούς γε μὴν δράσειεν· οὐ γὰρ παύσεται χόλου· σάφ᾽ εἶπε καὶ κατεμπρῆσαι πόλιν. Ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον. Οὐ γὰρ μὰ τὴν δέσποιναν, ἣν ἀεὶ σέβων ἐξ Υἱέος νῦν εἱλόμην ὡς μητέρα, χαίρων τις αὐτῶν τοῦδε διάξει φόνου.

Θεὸς γάρ, ὡς ἔγνωμεν ἐκ τῶν τεράτων, ὧν καὐτὸς εἶδες πολλὰ καὶ τὰ νῦν βλέπεις· οὐδ᾽ ἠγνόησας ἡλίου τόσον σκότος, ἐπείδ᾽ ἔκλινε καὶ μεθῆχ᾽ ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ᾽ ἦν ὑπέρτερος, εἰ μὴ κελευσθεὶς εἶκε τῇ καρὸς κλίσει.

Τοὐνθένδε μᾶλλον φρικτὸν ἦν θέαμ᾽ ὁρᾶν· γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας, τάφους τε νεκρῶν εἶδες ἠνεῳγμένους. Ὡς δ᾽ αὖ τις ἧκεν ἀνατινάσσων δόρυ, νύσσει παραστὰς νειάτην πλευρὰν ξίφει, ἀκμαῖος ἀνήρ· τῆς τομῆς γὰρ ᾐσθόμην πληγὴν βαθεῖαν, ὦλκα τραύματος βλέπων.

Οὗτος μὲν ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστῶς ὕδωρ ἔσταξεν εὐθὺς αἷμά τ᾽ οὐ πεφυρμένον· διπλοῦς γὰρ ἐστάλαξε κρουνὸς αὐτόθεν, φρικτὸν θέαμα· πᾶσι δ᾽ ἦν φόβος θιγεῖν. Αὐτὸς δ᾽ ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως· «Ὄντως ὁ παρὼν νεκρός ἐστι Παῖς Θεοῦ.» Τλήμων τε μήτηρ ἐμπαρεστῶσ᾽ ἰκρίῳ, πίπτει στένουσα καί γε προσπιλνᾷ ξύλῳ· ᾤμωξε δ᾽ εὐθὺς καὶ περιπτύσσει πόδας καὶ χερσὶν ἠρύσατο δικρούνου ῥοῆς, κυνοῦσά τ᾽ αὐδᾷ τοιάδ᾽. «Ὦ θεῖον κάρα, βροτῶν μὲν αὐτὸς καὶ θανὼν κήδῃ σαφῶς, κενοῖς τε καθάρσιον ἀνθρώπων γένους· σὲ δ᾽ οὐδὲ φροντίζει τις ἐνθεῖναι τάφῳ.» Ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρῄζουσ᾽ ἄχραντον ἐξαναστῆναι δέμας, προσείχεθ᾽ ὥστε κισσὸς ἔρνεσιν δάφνης.

Χρόνῳ δ᾽ ἀπαλλαγεῖσα τῶν γόων, ἔφη· «Τί ταῦτ᾽ ἀλύω; πειστέον Παιδὸς λόγοις ἔργοις θ᾽ ὅσ᾽ ὑπέδειξεν εἰς μαρτυρίαν, ὡς ἔστιν αὐτῷ πᾶν θελητὸν δυνατόν· καὶ τῶν ἀέλπτων τὸν πόρον αὐτὸς διδοῖ.» Ταῦτ᾽ εἶπε, καὶ παραυτίχ᾽ ὡράθης σύ μοι.

ΙΩΣΗΦ Θαυμάστ᾽ ἔφησας, καὶ τὸ πρᾶγμα δεικνύει. Ἀτὰρ σύ γ᾽ (οὐ γὰρ καιρὸς εἰδέναι τάδε δέσποιναν) ἡσύχαζε καὶ σίγα λόγον καὶ θᾶττον ὡς μάλιστα τῶνδ᾽ ἔρημ᾽ ἄγε· καὶ μὴ πελάζητ᾽ ἐγγὺς ἐνθυμουμένοις, μηδὲ προσέλθητ᾽, ἀλλὰ φυλάσσεσθέ που ἄγριον ἦθος, στυγερᾶς φύσιν φρενός.

ΘΕΟΤΟΚΟΣ Ὦ καλλίνικοι, χαίρετ᾽, ὦ φίλοι δύο, ὁ Νικόδημος σὺν Ἰωσήπῳ δίῳ, εἰς καιρὸν ἥκατ᾽, εὖγε δ᾽ εὖ πεπράχατε. Πιστοῖς φίλοις γὰρ συμφορὰ τὰ τῶν φίλων πίπτοντα κακῶς καὶ φρενῶν ἀνθάπτεται. Σπεύσατε νῦν, σπεύσατε, καταγάγετε· πρὸς τοῦτο γὰρ ἥκοντας ἄμφω νῦν βλέπω· ἄνιτ᾽ ἄνιτε θᾶσσον, ὡς ἄν μοι νέκυν καταγάγητε, δεσποτείας ὠλένας ὅπως κατασπάσαιμι καὶ σύμπαν μέλος, κυνοῦσα σάρκας, ἅσπερ ἐξεθρεψάμην.

ΙΩΣΗΦ Ἔξιθ᾽, ἄπιθι μή σέ τις μιαιφόνων κακῶς δράσειεν, οὐδ᾽ ὁρᾶν ἀνέξεται. Ἡμεῖς δ᾽ ἄνιμεν, ὡς ὁρᾷς, καὶ τὸν νέκυν καταγάγωμεν χερσὶν ἰδίαις τάχει. Ναί, φίλε Νικόδημε, σὺ πρῶτος τάχει ἔμβαινε πηκτὰς κλίμακος πρὸς ἐμβάσεις, ἐκπασσαλεύσων διγλύφου δοκοῦ δέμας λέοντος, ὃν γέγηθε θηράσας λαός.

Σὺ δ᾽ ἔξιθ᾽ ὡς τάχιστα, καὶ θρηνοῦσά περ· ὡς ταῦτ᾽ ἄραρε, κοὐκ ἔχεις ἰσχὺν ὅπως ταῦτ᾽ ἀνατρέψῃς, κἂν στένῃς κἂν δακρύῃς.

ΘΕΟΤΟΚΟΣ Δειλαί᾽ ἐγώ, δύστηνος, εἰ Παῖδ᾽ οὐχ ὁρῶ κἂν τεθνεῶτα, μέχρι καὶ τύμβος λάβῃ· φύγω δὲ δῆμον, ἵνα μή τι καὶ πάθω. Παιδὸς γὰρ ἄνευ τίς ἔρως μοι τοῦ βίου; Κλαῦσαι νεκρόν μοι Παῖδα καὶ θάψαι πάρες, ψαῦσαι ποδῶν τε καὶ κατασπάσαι μέλη.

Ἄγ᾽, ὦ τάλαινα χεὶρ ἐμή, νεκροῦ λαβοῦ.

ΙΩΣΗΦ Μὴ μὴ προσοίσῃς χεῖρα, μηδ᾽ ἅψῃ νεκροῦ, μὴ δῆτ᾽ ἐπεί μιν ταῖνδ᾽ ἐγὼ θάψω χεροῖν, τὸν Νικόδημον εἰσφέρων συνεργάτην, μύρων χύσιν φέροντα δαψιλεστάτην, ὡς μή τις αὐτὸν δυσμενῶν καθυβρίσῃ, πέπλους ἀνασπῶν σῶμά τ᾽ ἐκφέρων τάφου.

Ὡς γὰρ προσήκει μὴ γένους κοινωνίαν ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον. Πῶς δ᾽ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενί, φρόντιζ᾽· ἐμοῖς δὲ χρωμένη βουλεύμασι, σιγῇ φέρ᾽· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές.

Οὐδ᾽ ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ᾽ ἴδῃς· εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι· ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε τὸν σὸν πιθέσθαι Παῖδ᾽ ὅπως οὐκ ἐσθλὸς ἦν, οὐδ᾽ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις ὕλην, ἐπεί μιν ἐσθλὸν ὄντ᾽ ἐπίσταμαι.

Ἔκτειν᾽ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις, δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον, καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν.

ΘΕΟΤΟΚΟΣ Κάλλιστον εἶπας μῦθον, ἐν δ᾽ εὐεργέταις τὸ λοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον, ὡς καλλίνικος ᾗ κλέος νίκης μέγα. Οὐκοῦν, γεραιὲ φίλτατ᾽ Ἰωσήφ, λάβε, ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαι. Λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας, ὄρθου κεφαλήν, πῆχυν ἐνθεὶς αὐχένι ἐνδέξια, πλευρὰν δὲ τοῦδ᾽ ἀείρατε.

ΘΕΟΛΟΓΟΣ Ἔκτειν᾽, ἄνασσα, χεῖρας, αἵ τ᾽ ἄλλαι κόραι, δέχνυσθε νεκρόν, ὃς νεκροῖς ζωὴν διδοῖ, κἀγὼ δ᾽, ὅσον δύναμις, ὑποδέξομαι.

ΘΕΟΤΟΚΟΣ Ἄγ᾽, ὦ τάλαινα χεὶρ ἐμή, νεκρὸν λάβε. Φεῦ φεῦ, τί λεύσσω; ταῖν χεροῖν τί νῦν φέρω; τίς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω; πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον; αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ᾽ ὡς νέκυν καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον.

Χαῖρ᾽, ὕστατόν σ᾽ ὁρῶσα νῦν προσφθέγγομαι, ὃν μήποτ᾽ αὐτὴ φύσασ᾽ ὤφελον νέκυν τανῦν ἰδέσθαι φθίμενόν σ᾽ ὑπ᾽ ἀνόμων. Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. Ὦ φιλτάτη χείρ, ἧς ἐγὼ πόλλ᾽ εἰχόμην προσειχόμην θ᾽ ὡς κισσὸς ἔρνεσι δρυός.

Ὦ φίλον ὄμμα, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς Τέκνου· ὦ γλυκυτάτη προσβολὴ τῶν χειλέων· ὦ θέσκελος χρώς, πνεῦμά θ᾽ ἥδιστον Τέκνου· ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν κακοῖς οὖσ᾽ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ.

Τί σ᾽ ὧδ᾽ ἀτίμως ἠθέλησας τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ᾽ ὀρφανὴν σέθεν τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον. Θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν. Πῶς ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα; πῶς δ᾽ οἴσω μένειν;

Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα σε ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις; μάτην δ᾽ ἐμόχθουν καὶ κατεξάνθην πόνοις ἀρχῆς ἀπ᾽ ἄκρης σῶν ξένων γενεθλίων; Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ᾽ εἰς ᾅδου μολών, Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.

Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ὕβρις μέν, ἥγ᾽ ἔσφηλε πάντων μητέρα καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος ἔσπειρε κἀξήμησε κάλλιστον θέρος, τεκεῖν μ᾽ ἔθηκε παραδόξως σ᾽, ὦ Τέκνον, εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι, πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν.

Κἀπεὶ δ᾽ ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν μήτηρ τ᾽ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους· ἔνθ᾽ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως εἰς καιρὸν ἀνδρὶ σώφρον᾽ ἐκδέδωκέ με γερουσία ξύμπασα, τηρεῖν ἐννόμως, οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει, ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω καὶ παιδαγωγὸν Παιδός, οὗ γονῆς ξένος.

Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε αὐτή θ᾽ ἑαυτὴν οἶδ᾽ ὅπως ἁγνὴ μένω, σύ τ᾽ αὐτὸς οἶδας, ὡς τὰ πάντ᾽ εἰδὼς σαφῶς. Σοῦ δ᾽ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρὸς Θεοῦ, οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους, ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν.

Κοὐκ ἤρκεσάν μοι ταῦθ᾽ ὑβρισθῆναι μόνον, ἀλλ᾽ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις. Ἀλλ᾽ εἶδον ἐξαίσια σοὶ πεπραγμένα, καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη, οὐ θνητὸν ᾤμην σ᾽ οὐδ᾽ ἐδείμαινον θανεῖν· ἀλλά σε πατρὸς Ἀβραὰμ σύνθημά τι πρέσβευμά θ᾽ αἵ τε μυρίαι γερουσίαι ὅρκος θ᾽, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν, θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει.

Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον· κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ᾽, ὦ Τέκνον, θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω· θρηνῶ, σοφιστὴν δ᾽ ἄλλον οὐκ ἐπάξομαι. Πέπλοις δ᾽ Ἰωσὴφ εὐπρεπῶς σ᾽ ἀμφιάσαι ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδήν, ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων, βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις· τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;

Τὰ δ᾽ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν, οὓς πάντας αὐτός, ὡς σκυλεύματ᾽ ἐξάγοις ἄϊδος οὓς καθεῖρξεν, οὓς συνήρπασε, κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης. Μυστηρίων δὲ τῶνδ᾽ ἀπορρήτων φανὰς ἔδειξε πατήρ, παῖδ᾽ ἀποσφάξας μόνον· ἔφη τε μύστης αὐτανέψιος σέθεν, μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων, ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ, σεμνὸν πολίτην, κἀπὶ πλείστων ἄνδρ᾽ ἕνα φανέντα φοῖβον, γυμνόν, ἄσιτον, μόνον· τροφῇ δ᾽ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος, ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος, μόνοις δ᾽ ἀποτρόπαιον οἷς πέμφιξ χλιδή, αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον, ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία, ῥείθροισιν ὠκὺς ἔνθ᾽ Ἰορδάνης ῥέει.

Ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας τρισημερεύσας ἐν βυθῷ θεοπρόπος. Καὶ ταῦτα μανθάνουσα, τέρψιν ἐμφέρω, καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος. Οὕτως ἄρ᾽ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον, κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι, σπεύσαντι θανεῖν κἀπικουρῆσαι βροτοῖς.

Ἀλλ᾽ οὐκ Ἰούδας, οὐδ᾽ ὁ τάλας Πιλάτος διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον, πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον. Ἔδρας, ἔδρασας, μὴ δόκει λεληθέναι, Πόντιε, δίκης ὄμμα πανδερκέστατον, κἂν χεῖρας ἀπένιζες, ὡς ἔξω φόνου· ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου, ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος, δέον δὲ λυγρὸν αὐχέν᾽ ἐνθεῖναι βρόχοις, ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας, ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν.

Εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ᾽ ἐπώλησας, τάλαν (στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου), εἰ μέν τιν᾽ ἐξέδωκας ἄλλον εἰς φόνον, νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν· νῦν δ᾽, ὅς σε πολλῶν ἠξίωσε χαρίτων, ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους, πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ· καὶ τίσιν οἵαν σ᾽ οὐχ ὑποστῆναι θέμις;

ΙΩΣΗΦ Ἤδη κέκριται παντάδικος ἐνδίκως μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην· ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος· βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι· κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.

ΧΟΡΟΣ Εὖ γ᾽ εὖ κέκριται καὶ κατώρθωται δίκη.

ΘΕΟΤΟΚΟΣ Ὦ Τέκνον, ὡς ἄρ᾽ ἐστὶ σὸς Πατὴρ μέγας, ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων. Ἔπαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε, ἄπιστον, ἄθεον, παράνομον, ἄδικον· κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου καὶ μὴ θέλοντ᾽ ἐπιστρέφειν πονηρίας, οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.

Ὄλοιτ᾽ ὄλοιτο πανδίκως κακεργάτης, κέρδος μέγιστον τῆς ἐπιστροφῆς φυγών. Ἔστιν Θεός τις, ἔστιν ἄλκιμος, μέγας· ἔστιν δὲ καὶ Πρόνοια καὶ κρίσις Θεοῦ. Ἀπέπτυσ᾽· οὐδεὶς ἀσεβὴς Θεῷ φίλος. Λάζυσθ᾽ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον, χωρεῖτε, θάπτετ᾽ ὀλβίῳ τύμβῳ νεκρόν.

Ἔχει γὰρ οἷα δεῖ γε νερτέρων πέπλα, βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι. Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε. Κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις· ψαύσατε χερσί, θάψατ᾽ ἐν τάχει νέκυν, τὸν κατθανόντ᾽ Ἄνακτ᾽ Ἰουδαίων ὕπο· αἴρειν φοράδην τὸν νεόδμητον χρεών.

Ὦ Παῖ παναιτίου Θεοῦ παντεργάτα, τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν; τί δ᾽ οὐ θεόκραντόν γε τῶνδ᾽ ἐστίν; Ἰώ· ἰὼ ἰώ· Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω; Θεέ μου, Θεέ μου, πῶς σε καλέσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ ἄρ᾽ ᾄσω; κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ᾽ εἰλιγμένος ὁ σπαργάνοις πρὶν ἐντεταργανωμένος.

ΝΙΚΟΔΗΜΟΣ Φέρ᾽, ὦ γεραιέ, κρᾶτα τοῦ τρισολβίου ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν σῶμ᾽ ἐξακριβώσωμεν εἰς ὅσον πάρα.

ΙΩΣΗΦ Ὦ φίλτατον πρόσωπον, ὦ νέα γένυς, ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν· τὰ δ᾽ αἱμόφυρτα καὶ κατηλοκισμένα μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω, πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην.

ΘΕΟΤΟΚΟΣ Ναὶ πρὸς Θεοῦ, συνέρξατ᾽· ἐν δέοντι γάρ, ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας. Ὀρθώσατ᾽ ἐκτείνοντες ὀλβίαν δέρην· μικρὸν τόδ᾽ οἰκούρημα φίλῳ Δεσπότῃ. Κομίζετ᾽ αὐτόν, ὡς ἰδοῦσ᾽ ἐν ὄμμασιν ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ, ἕως τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι.

Ὢ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον· κοινὸν τόδ᾽ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς· κοινὸν τόδ᾽ ἄχος πάντας ἀέλπτως φθάνει· φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι.

ΙΩΣΗΦ Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος, ὃ πόλλ᾽ ἀνατλὰς μυρίοις αἰτήμασιν ἔσχον, τόδ᾽ εὑρὼν κοιράνου δωρήματι, γυμνόν, τρισύλῳ κείμενον ξύλῳ λαβών.

ΘΕΟΤΟΚΟΣ Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε, φῶτες, ἀτρέμας χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου· καὶ πρόσφορ᾽ αἴρεθ᾽, ἕλκετ᾽ αὖτε ξύντονα. Ἰδοὺ γάρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος. Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα, ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.

Δεῦτ᾽ ἴτε, κοῦραι, καὶ κατιδοῦσαι νέκυν, προσείπατ᾽ αὐτὸν καὶ προπέμψατε χθονός, ὡς οὔποτ᾽ ἄλλον τοῦ γένους ῥύστην, ἰώ· ὄψεσθε, κεἰ μὴ ταῦτ᾽ Ἰουδαίοις δοκεῖ. Χωρεῖτε, χωρεῖτ᾽· οὐκέτι βλέπειν φέρω τάφῳ τεθέντα καὶ καλυφθέντ᾽ ἐν πέτρᾳ, ὃς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος, νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.

Στῶμεν δὲ μικρόν, ὡς προσείπω τὸν νέκυν. Οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾅδου δόμους, κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις, ἥκων ἐς ἀΐδαο πανζόφου στέγην, ᾅδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς. Οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας, θέλων φαεῖναι καὶ καταυγάσαι γένος, Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν, ὧν οὕνεκ᾽ εἶδος προσλαβὼν θνητὸν φέρεις.

Ἥκεις τ᾽ ἐς ᾅδου τὸν βαθύγνοφον σκότον, θανὼν πρὸς ἐχθρῶν, μητέρ᾽ ἀθλίαν λιπών. Ἡ δ᾽ εὐμένεια τοῦ Πατρός σ᾽ ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία· τό τ᾽ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός· ὄδυρμα πικρόν· γῆ σε, Τέκνον, λαμβάνει, ἥκοντ᾽ ἐς ἀΐδαο πανζόφου πύλας, ᾅδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος.

Καὶ γὰρ ἐπ᾽ αὐτῷ τῷδε κατέρχῃ μόνος, λήψῃ δὲ νεκρούς, οὐ σὺ ληφθήσῃ νεκροῖς, ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος. Μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις, μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν. Ἔσχον δ᾽ ἀγῶνες, οἵ σ᾽ ἔμιμνον, νῦν τέλος, νίκην τε λοιπὸν κατ᾽ ἐναντίων ἔχεις, ᾅδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων.

Σοφὸς σοφὸς σύ, καὶ σοφῶς ἔτλης πότμον, ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ, κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος, γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν, εἰς συγγένειαν Πατρὸς ἀμείψας δέμας. Αὖθις γὰρ ἔλθῃς κλεινός, ἁρπάσας γένος, ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων, μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν· καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους, σπεύδων φαεῖναι καὶ καταυγάσαι ζόφον.