Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Το κενό μνημείο και το άγγελμα της Αναστάσεως

Η μετάβαση των μυροφόρων γυναικών στον τάφο, η εύρεση του αποκεκυλισμένου λίθου, το χαρμόσυνο μήνυμα του αγγέλου και η συνάντηση με τον αναστημένο Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 11

ΧΟΡΟΣ Ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν· πέμφ᾽ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις· σὺν σοὶ δέ μ᾽ ὄψει καρτεροῦσαν ἐς τέλος.

ΘΕΟΤΟΚΟΣ Τίς δῆτα φίλων, αἳ πάρεισιν ἐνθάδε, τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν; τίς ἂν γένοιτο νῦν ἐμὴ δ᾽ εὐεργέτις; μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου, φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων. Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ᾽ ὅλων· περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους, μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.

ΜΑΓΔΑΛΗΝΗ Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν· ἅπαντ᾽ ἐκεῖθεν ἐκμαθοῦσα δ᾽ ὡς ἔχει, ἥξω πρὸς ὑμᾶς πρὶν φάος μολεῖν χθόνα· ἥξω δὲ θᾶττον. Τόνδ᾽ ὑφίσταμαι πόνον ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν· κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα αὐτὸς παράσχῃ νεκρός, οὐ νεκρὸς δ᾽ ἐμοί.

Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ᾽ ἔτι κνέφας. Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἕως, ἣν εἴθ᾽ ἴδοιμι τάχιόν γε, Παντάναξ· ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος· ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω, αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον.

Πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν.

ΧΟΡΟΣ Ἄπιθ᾽ ἄπιθι· προδραμοῦσά τι μάθοις ἀνδρῴαν εἰσφέρουσα τὴν τολμηρίαν. Ἄμμες δ᾽ ἐφεψόμεσθα σὺν αὐτῇ κόρῃ ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων· πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον, ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων.

Μικρὸν δ᾽ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο.

ΜΑΓΔΑΛΗΝΗ Σφοδρῶς πονεῖν με χρή, πονοῦσαν δ᾽ ἄξιον μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν, ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω.

ΘΕΟΤΟΚΟΣ Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς· σύ τ᾽ εὖ παραινεῖς καὶ σὺ καιρίως λέγεις· λέγεις δὲ μισθὸν καὶ χάριν ὅσην ἔχεις πρὸ τῶν πόνων λαβοῦσα, καὶ πάλιν λάβοις· πλὴν οὖν τί μεῖζον τῶνδ᾽ ἀπαιτήσεις γέρας; δώσει δ᾽ ὅμως σοὶ δῶρ᾽ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ᾽ ἐγώ, πολύ, μακαρία τ᾽ ἔπειτα κυρήσασ᾽ ἔσῃ.

ΜΑΓΔΑΛΗΝΗ Ἰδού, τὸ σόν γε προσκοπουμένη δράμω· πρώτη δ᾽ ἴδοιμι τὴν ἀνάστασιν, κόρη· μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε· ἀθρεῖς γὰρ ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.

ΘΕΟΤΟΚΟΣ Ὅρα κατ᾽ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς.

ΜΑΓΔΑΛΗΝΗ Φυλάξομαί τοι καὶ πόδ᾽ ἡσύχως βαλῶ. Ἀλλ᾽ εὐτυχοίην καὶ τύχοιμι δ᾽ ὧν ἐρᾷς· ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει· ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.

ΘΕΟΤΟΚΟΣ Βάθ᾽ ὡς τάχιστ᾽, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ, εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω.

ΜΑΓΔΑΛΗΝΗ Εἴκω κελευσθεῖσ᾽· οὖσα γάρ μοι δεσπότις, οὐκ ἂν ἁμάρτοις τοῦδέ γ᾽, ἀλλὰ πείθομαι.

ΘΕΟΤΟΚΟΣ Ἐφέψομαι κἀγὼ δὲ σὺν σοί, Μαρία· ἀλγῶ γὰρ ἀλγῶ καὶ μένειν σοῦ κατόπιν. Οὕτω μέλουσα, πῶς ποτ᾽ οἴσω νῦν τλάμων;

ΜΑΓΔΑΛΗΝΗ Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα· σὲ γὰρ ἔχουσα συνοδὸν χαίρω μέγα. Αἵδ᾽ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο. Ἔγρεσθ᾽ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε. Οὐ λεύσετ᾽ ἐς μηνάδος αἴγλαν παμφαῆ; ἀὼς πέλας, ἀώς· ὅδ᾽ ἀστὴρ ἔγγιος, θέλγει δ᾽ ἕδραν ὄμματος ἅδιστός γ᾽ ὕπνος· ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις.

ΧΟΡΟΣ Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένῃ, ἄγρυπνον ὄμμα πᾶσαν ἀν᾽ ὄρφναν στρέφω.

ΜΑΓΔΑΛΗΝΗ Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα, σφοδρᾷ μελήσει καρδίας δεδηγμένης. Στείχωμεν οὖν τάχιστα τοῦ τύμβου πέλας· αἵδ᾽ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων, ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει.

ΘΕΟΤΟΚΟΣ Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ᾽ εἴη τυχεῖν. Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν. Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι, οἶμαι, πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες ποδῶν δράμωσι συντόνοις δρομήμασι· αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα, σαφῆ κελευσμόν, συντρέχειν πρὸς τὸν τάφον.

Ὀρθαὶ δ᾽ ἰδού γε· θαῦμ᾽ ἰδεῖν εὐκοσμίας. Αἲ αἴ· Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον, τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις. Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει. Ὦ Τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, πότ᾽ ἄρ᾽ ἐγώ σ᾽ ἢ ποῦ σ᾽ ἡ παντλήμων ἴδω;

Ὦ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους· ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν᾽ ᾅδης χωρὶς ᾤκισται φάους, νῦν δ᾽ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ. Ἔλθ᾽ ἐλθέ, φάνηθι, προλαβὼν ἠοῦς σέλας. Θεὸν Θεόν σ᾽ ὀλύμπιον τὰ πάντ᾽ ἔχει.

ΜΑΓΔΑΛΗΝΗ Ἂ ἄ· Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ. Τί δῆτ᾽ ἂν εἴη; μῶν λόχος βέβηκέ πῃ;

ΘΕΟΤΟΚΟΣ Ἴσως ἐφ᾽ ἡμῖν μηχανὴν στήσων τινά. Θρασὺς γὰρ ὄχλος, νῦν δ᾽ ἐπεὶ κρατεῖ θρασύς.

ΜΑΓΔΑΛΗΝΗ Τί δῆτ᾽, ἀδελφή, δρῶμεν; οὐ γὰρ εὕρομεν ὡς ἠλπίσαμεν, ἐλπίδων δ᾽ ἡμάρτομεν.

ΘΕΟΤΟΚΟΣ Πείθου, πάλιν στείχωμεν· εὖ δ᾽ εἴη τυχεῖν τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις· σῴζει γὰρ αὑτὸν ὅστις εὐφρόνως Θεῷ ἀνατίθησι· καί γε νῦν βαδιστέον. Ἄμμιν δὲ λίθον τίς ἄρ᾽ ἀποκυλίσει;

ΜΑΓΔΑΛΗΝΗ Ὀττοτοτοτοί· Ἄναξ Ἄναξ ἄφθιτε, τίς ὅδ᾽ ὁ κλόνος; Πῶς δ᾽ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος; κενὸς δ᾽ ὁρᾶται καὶ τάφος τοῦ Δεσπότου. Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ ἄρσιν νέκυος, αὖ δ᾽ ὑποστρέψω τάχει· εὕροιμι δ᾽ ὧδε σὺν γυναιξί σ᾽ αὖ, κόρη.

ΘΕΟΤΟΚΟΣ Εὖγ᾽ εὖγ᾽ ἐπανῆκες τάχιστα νῦν, φίλη· ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ᾽ ἔτι θαμβουμένη πέφρικα, πῶς ὧδ᾽ ἀθρόον ὤφθη κυλισθεὶς τῆς θύρας πρὸ τοῦ τάφου. Ἂ ἄ· σίγα, σίγα. Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ᾽ ἄρα, ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου, πανευπρεπής, ἐσθῆτι λευκῇ χαρίεις; στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα.

Ἰδοὺ δὲ καὶ φύλακες, ὡς νεκροί, κάτω.

ΑΓΓΕΛΟΣ Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ᾽ ἔστω φόβος· ζητούμενος γὰρ οὐκέτ᾽ ἐστὶν ἐν τάφῳ, Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος· ὅδ᾽ οὐκέτ᾽ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων, ἀλλ᾽ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει· ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῦν θέλει.

Κενὸν δ᾽ ἰοῦσαι τὸν τόπον κατίδετε. Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ᾽ ἔφην, καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ, ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου, τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη· φρουροί τ᾽ ἄϊδος θύρετρ᾽ ἀνεῖσαν φόβῳ λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεόν· τῷ γ᾽ αὐτόματα δεσμὰ πάντ᾽ ἀπερράγη.

ΘΕΟΤΟΚΟΣ Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε· πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων. Πέπτωκεν ἐχθρός, Χριστὸς ἀνέστη τάφου. Ἠοῦς παρούσης τίς ποτ᾽ ἄρ᾽ ἡδυτέρα; τί δ᾽ ἂν ἐμοὶ γένοιτο χαριέστερον; Πῇ γοῦν τὸν ᾅδην καββαλὼν βαίνεις, Τέκνον; πῇ πῇ δ᾽ ἐγώ σε καὶ πότ᾽ ἂν ἴδω, Τέκνον;

Ἔλθ᾽ ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει.

ΜΑΓΔΑΛΗΝΗ Ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων. Ἀλλ᾽ ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη, μύσταις φίλοις ἅπασι χάρμα μηνύσαι. Πρῶτον δ᾽ ἄπειμι πρὸς Πέτρον καὶ παρθένον, εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.

Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους· οὗτοι δ᾽ ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον, οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς. Ἀλλ᾽ ὤ· τίν᾽ ἀθρῶ; Δεσπότην καινῇ θέᾳ; οὐκ οἶδ᾽ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά.

ΧΡΙΣΤΟΣ Χαίρετε.

ΘΕΟΤΟΚΟΣ Χαῖρ᾽, ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, ἔσχατον ἐχθρὸν συγκατασκάψας πότμον. Ἄναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ· τοὺς γὰρ ἐπ᾽ οὖδας νῦν κυνοῦσαι πίτνομεν, καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ.

ΧΡΙΣΤΟΣ Μὴ δὴ φοβεῖσθε, μηδ᾽ ὑμῖν ἔστω φόβος. Ἄπιτε δ᾽ ἀγγείλατ᾽ ἀδελφοῖς μου τάχει ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν.

ΘΕΟΤΟΚΟΣ Ὦ φαιδρότης ἄρρητος ἡλίου βολῆς, ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως· ὦ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων, ὦ χάρμα παγκόσμιον, ὦ θυμηδία, ὦ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα, πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;

Ἀλλ᾽ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη.

ΜΑΓΔΑΛΗΝΗ Ἐγγὺς ἰδού, δέσποινα, φίλαι σοι κόραι ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν, τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ᾽ ἔτι. Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον· οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν.

Ἡ γὰρ ποθοῦσα καρδία πάντ᾽ εἰδέναι ἐν τοῖς ἀγητοῖς λίχνος οὖσ᾽ ἁλίσκεται ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται. Ἀλλ᾽ ὤ· τίς ἐστιν εὐπρεπὴς νεανίας, ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου; θάμβος μ᾽ ἔχει βλέπουσαν ἀστραπὴν θέας.

ΝΕΑΝΙΣΚΟΣ Μὴ δὴ θροεῖσθε, μηδ᾽ ὑμῖν ἔστω φόβος. Τὸν Ναζαρηνόν, οἶδ᾽, Ἰησοῦν, ὦ κόραι, ζητεῖθ᾽· ὁ δ᾽ οὐκέτ᾽ ἐστὶν ἐν τάφῳ μένων, ἀλλ᾽ ἐξανέστη, καὶ κενὸς τόπος μένει. Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει.

ΜΑΓΔΑΛΗΝΗ Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους, εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.

ΧΟΡΟΣ Ἄμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι, ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ, φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ, σιγῇ φέρουσαι πᾶν ὅραμ᾽ ἄκουσμά τε, καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα· μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων φοβούμεναί τε τῶν βρόχων τὴν ἀγχόνην νεκροπρεπὲς ὡς μνῆμα τόν γ᾽ αὐτοῦ τρόπον, τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον.

Φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω, καὶ δυσμενεῖ μὲν μηδὲν ἐξ ἐγνωσμένων εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις· κακὸν γὰρ οὐδὲν οὐδενί· ξυνὸν δέ τι πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων. καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ᾽ οὐ φίλον, νεκροφρόνων φρόνημα φυγούσαις καλῶς καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ, ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως.

Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων, μηδ᾽ ἐμφερούσαις μνημόσυνον εἰσέτι νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι, ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ ἐπιβλέποντος πρὸς τρέμοντ᾽ αὐτοῦ λόγους.

Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι, ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως. Κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις· ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω, καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν· πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκφέρει;

Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον, ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει, ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ. Ἀλλ᾽ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους, εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις. Ἀλλ᾽ ὤ· τίν᾽ ἀθρῶ νυκτὸς ἥκοντ᾽ ἐνθάδε;