Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η λειτουργία και η σημασία του διαψάλματος

Ο ορισμός του διαψάλματος ως παύσης της ψαλμωδίας για την εσωτερική αποδοχή της θείας ελλάμψεως και η σταδιακή απουσία του από τους ανώτερους βαθμούς ως δείγμα πνευματικής τελειώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 15

ΚΕΦΑΛΑΙΟΝ Ιʹ Χρὴ δὲ μηδὲ τὸ διάψαλμα παραδραμεῖν ἀθεώρητον. τοῖς μὲν οὖν πρὸ ἡμῶν μεταβολὴν τοῦ νοήματος ἢ προσώπου ἢ πράγματος σημαίνειν ἐνομίσθη τὸ διάψαλμα· ἡμεῖς δὲ τάς τε τῶν πατέρων ὑπολήψεις οὐκ ἀποβάλλομεν καί τι καὶ παρ᾽ ἑαυτῶν ἐννοῆσαι πρὸς τὴν τοῦ ῥητοῦ τούτου σημασίαν οὐ κατοκνήσομεν. τοιαύτην οὖν τινα τοῦ διαψάλματος κατελάβομεν τὴν διάνοιαν, ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας, εἴ τις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ Δαβὶδ ἑτέρα τοῦ ἁγίου πνεύματος ἔλλαμψις καὶ προσθήκη τις τοῦ κατὰ τὴν γνῶσιν χαρίσματος ἐπ᾽ ὠφελείᾳ τῶν δεχομένων τὴν προφητείαν, ἐπέχων ἑαυτοῦ τὴν φωνὴν καιρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάμψεως.

καὶ ὥσπερ πολλάκις τινὲς ἢ ἐν ὁδῷ συμβαδίζοντες ἢ ἐν συμποσίοις τισὶν ἢ ἐν συλλόγοις μετ᾽ ἀλλήλων διαλεγόμενοι, εἴ ποθεν ἀθρόως ἤχησις ταῖς ἀκοαῖς προσβάλοι, παυσάμενοι τοῦ λόγου πρὸς τὸν ἦχον τῇ διανοίᾳ συντείνονται, σχολὴν παρέχοντες δι᾽ ἡσυχίας τῇ ἀκοῇ τοῦ γνῶναι τοῦ ἤχου τὴν δύναμιν, εἶτα παυσαμένης τῆς προσηχούσης φωνῆς πάλιν τῶν πρὸς ἀλλήλους ἔχονται λόγων· οὕτως ὁ μέγας Δαβὶδ ὑποφητεύων τῷ πνεύματι, ἅ τε φθάσας μεμαθήκει, διεξῄει τῇ μελῳδίᾳ· καὶ εἴ τι μεταξὺ λέγων ἐπεδιδάσκετο, ὑπέχων τῷ πνεύματι τῷ ἐνηχοῦντι τὴν τῆς ψυχῆς ἀκοὴν καὶ κατασιγάζων τὸ μέλος, ὧν ἂν πλήρης ἐγένετο νοημάτων, ταῦτα διεξῄει πάλιν ἐνείρων τῇ μελῳδίᾳ τοὺς λόγους. ἔστιν οὖν τὸ διάψαλμα, ὡς ἄν τις ὅρῳ περιλαβὼν εἴποι, μεταξὺ τῆς ψαλμῳδίας γενομένη κατὰ τὸ ἀθρόον ἐπηρέμησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν ἐπεισκρινομένου νοήματος. ἢ οὕτω μᾶλλον ἄν τις ὁρίσαιτο τὸ διάψαλμα εἶναι διδασκαλίαν παρὰ τοῦ πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον ἐγγινομένην, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχὲς τῆς μελῳδίας ἐπικοπτούσης.

ὡς δ᾽ ἂν μὴ νομισθείη τοῖς πολλοῖς σημεῖον γίνεσθαι τὴν σιωπὴν τοῦ ἐπιλελοιπέναι τὸν προφητεύοντα τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, τούτου χάριν τινὲς τῶν ἑρμηνέων ἀντὶ τοῦ διαψάλματος τὸ Ἀεὶ τοῖς διαλείμμασι τούτοις ἐγγράφουσιν, ὡς ἂν διὰ τούτου μάθοιμεν ὅτι ἡ μὲν παρὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ψυχῇ διδασκαλία πάντοτε ἦν, ὁ δὲ ἑρμηνεύων τὰ ἐγγινόμενα θεόθεν τῇ ψυχῇ νοήματα λόγος οὐ πάντοτε ἦν, ἀλλὰ τὸ μὲν ἐξεφώνει τῆς διανοίας, τὸ δὲ ὑπεδέχετο. ἐν ᾧ μὲν οὖν ἐξηγόρευε τὰ ἐντυπωθέντα τῇ διανοίᾳ νοήματα, προῄει δι᾽ ἀκολούθου ἡ ψαλμῳδία· εἰ δέ τι τῶν θειοτέρων αὐτοῦ τὴν τῆς ψυχῆς ἀκοὴν περιήχησεν, ὅλος τῆς ἀκροάσεως ἦν κατασιγάζων τὸ μέλος.

Ἀεὶ τοίνυν τοῦ ἁγίου πνεύματος καὶ παρὰ τὸν τῆς σιωπῆς καιρὸν ἐν αὐτῷ λαλοῦντος, ὁ λόγος ἐν διαλείμμασιν ἦν (τὸ δὲ διάλειμμα παρὰ τῶν ἑρμηνευσάντων ὠνομάσθη διάψαλμα)· τῆς δὲ θεωρηθείσης ἡμῖν διαιρέσεως ἐν πάσῃ τῇ βίβλῳ τῆς ψαλμῳδίας πενταχῇ διῃρημένης δυνατόν ἐστι καὶ ἐκ τούτων ἀληθῆ τὴν αἰτίαν ἀποδειχθῆναι, ἣν ἐνοήσαμεν, ὅτι διά τινος προσαγωγῆς ἀεὶ πρὸς τὸ ὑψηλότερον δι᾽ ἑκάστου τῶν τμημάτων χειραγωγεῖται ὁ δι᾽ αὐτῶν ὁδηγούμενος· μόνον γὰρ τὸ τελευταῖον τῶν τμημάτων ἀπ᾽ ἀρχῆς εἰς τέλος ἐφ᾽ ἑκάστου ψαλμοῦ συνεχῆ τε καὶ ἀδιάσπαστον τὴν ὑμνῳδίαν ἔχει, οὐδαμοῦ διαιρουμένην τῷ διαψάλματι. ἥ τε γὰρ ἐφ᾽ ἑκάστου τῶν ἀναβαθμῶν ᾠδὴ τοῦτον ἔχει τὸν τρόπον καὶ ὧν ἐπιγραφή ἐστι τὸ Ἀλληλούϊα. δείκνυται γάρ, ὡς οἶμαι, διὰ τῆς τοιαύτης παρατηρήσεως, ὅτι ἐν μὲν τοῖς ἄλλοις, ἅτε δὴ κατωτέροις οὖσι, χώραν ἔχει ὁ τὰ ὑψηλότερα ἐπεκδιδάσκων νοήματα, καὶ μεταξὺ παρενείρων 〈τι〉 τῇ ἀκολουθίᾳ τοῦ λόγου τῶν πρὸς τὸ κρεῖττον δυναμένων ἀναγαγεῖν τὴν διάνοιαν. ἡ δὲ διὰ τῶν ἀναβαθμῶν τελείωσις καὶ οἷς προγραφή ἐστι τὸ Ἀλληλούϊα, ἅτε δὴ τοῦ ἀκροτάτου τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων ἐπειλημμένη, οὐδεμιᾶς προσθήκης ἐστὶν ἐπιδεής, αὐτὴ ἐν ἑαυτῇ διὰ πάσης κατηρτισμένη τῆς ἐν τῷ ἀγαθῷ τελειώσεως· ὅπερ καὶ ἡ διάνοια τῆς ἐπιγραφῆς ἐπὶ τούτων μαρτύρεται, αἶνον θεοῦ τὸ ὑπερκείμενον ἅπαν κατονομάζουσα.

ὥσπερ γὰρ ἡ κατὰ τὰς ἡλικίας τῶν σωμάτων ἀναδρομὴ ὅρον ἔχει τὸ τῆς φύσεως στάσιμον, μεθ᾽ ὃ τὴν ἐπὶ τὸ μεῖζον προσθήκην οὐ παραδέχεται, ἀλλ᾽ ἐν ἑαυτῷ διαμένει πρὸς πάντα τὸν ὑπόλοιπον χρόνον, οὕτως ἐστὶ καὶ τῶν θείων διδαγμάτων αὔξησίς τε καὶ στάσις, δι᾽ ὧν τούς τε νηπιώδεις καὶ ἀτελεῖς τὴν διάνοιαν ταῖς καταλλήλοις τροφαῖς τιθηνουμένη διὰ γάλακτός τε καὶ τῶν τοιούτων εἰς αὔξησιν ἄγει, καὶ τοῖς ἤδη τελείοις τὴν στερεὰν προτίθησι τράπεζαν τοῖς διὰ τῶν ἄλλων μαθημάτων προγυμνασθεῖσι τὰ τῆς ψυχῆς αἰσθητήρια.

Οὐκοῦν τὸ μηδαμοῦ χρείαν γενέσθαι κατὰ τὸ ἔσχατον τμῆμα τοῦ ἐν διαψάλματι τῶν ὑψηλοτέρων τι νοημάτων ἐκδιδαχθῆναι τὸν ὑποφήτην τοῦ πνεύματος σαφὲς ἂν εἴη τεκμήριον τὸν περὶ τούτου λόγον κατανοῆσαι, προθέντα ἐκεῖνα τῆς ψαλμῳδίας τὰ μέρη τὰ διεσταλμένα τῷ διαψάλματι· ἐν τῷ τρίτῳ τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπαναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπών, εἶτα διαστείλας τὸ μέρος τῷ διαψάλματι, τὴν σωτήριον ἐκείνην φωνὴν ἐπιθαρσήσας τῷ κατὰ τὸ ἀπόρρητον αὐτῷ ἐνηχήσαντι, ὅτι Σὺ δέ, κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου· πάλιν ἐν διαλείμματι τὴν μελῳδίαν ποιήσας, μετὰ τὴν εὐχάριστον ἐκείνην φωνὴν ἣν πεποίηται λέγων Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ, διδάσκεται τίς ἐστι τῆς κοινῆς τῶν ἀνθρωπίνων κακῶν ἀμηχανίας ἡ λύσις. καὶ τὸ κατὰ τὸ πάθος τοῦ κυρίου μυστήριον διδαχθεὶς ἐν τῇ γενομένῃ κατὰ τὸ ἀθρόον ἐλλάμψει τοῦ πνεύματος αὐτὸ τὸ πρόσωπον τὸ δεσποτικὸν ὑποδύεται καί φησιν Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου. τὸ δὲ δι᾽ ἀκριβείας ἐκτίθεσθαι τὴν ἑκάστῳ τῶν ῥημάτων ἐγκειμένην διάνοιαν παρέλκον ἂν εἴη, τοῦ λόγου πρὸς ἕτερα σπεύδοντος.

χρὴ γὰρ πιστώσασθαι τὴν ἀποδοθεῖσαν περὶ τοῦ διαψάλματος ἔννοιαν ἐξ αὐτῶν τῶν γεγραμμένων συνιστῶντας τὸν λόγον καὶ ἐν τῷ τετάρτῳ διαψάλματι, δι᾽ οὗ τὸ ἴσον μανθάνομεν. πάσῃ γὰρ τρόπον τινὰ τῇ ἀνθρωπίνῃ φύσει περὶ τῆς τῶν σπουδαζομένων ματαιότητος ἐμβοᾷ βαρυκαρδίους ὀνομάζων τοὺς υἱοὺς τῶν ἀνθρώπων, οἷς τὸ μάταιόν τε καὶ ἀνυπόστατον ψεῦδος ἐν ἀγάπῃ ἐστί. πάλιν ἐπηρεμήσας ὑποδείκνυσιν ἐν τίνι ἐστὶν ἡ ἀλήθεια. Γνῶτε γάρ, φησίν, ὅτι ἐθαυμάστωσε κύριος τὸν ὅσιον αὐτοῦ· δεικνύς, οἶμαι, διὰ τοῦ ὁσίου τὸν κύριον, καθώς φησιν Μωυσῆς· Ὅτι δίκαιος καὶ ὅσιος ὁ κύριος. εἶτα συμβουλὴν καταθέμενος, δι᾽ ὧν ἄν τις ἐν καθαρότητι παρέλθοι τὸν βίον κριτής τε καὶ ἐπιγνώμων τῶν τῆς ψυχῆς διανοημάτων γενόμενος, ἐν οἷς φησιν ὅτι Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε· πάλιν πρὸς ἑαυτὸν ἀναχωρήσας τὴν ἀναίρεσιν τῆς νομικῆς ζῳοθυσίας αὐτός τε ἤκουσε καὶ ἐμβοᾷ τοῖς ἀκούουσι· λέγει γὰρ μηδὲ ἐν ταῖς τῶν ἀλόγων ζῴων ἐπελπίζειν σφαγαῖς τὸν τοῦ ψυχικοῦ καθαρσίου δεόμενον, ἀλλ᾽ ἐπιγνῶναι ποίαις ὁ θεὸς εὐαρεστεῖται θυσίαις. διό φησιν· θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.

οὕτως καὶ κατὰ τὸν ἕβδομον τῶν ψαλμῶν προηγεῖται μὲν ὁ τῆς ἐντεύξεως λόγος, ἐν ᾧ δικαιολογεῖται πρὸς τὸν δίκαιον κριτὴν ὅτι οὐκ ἐξ ἀνταποδόσεως γίνεται παρὰ τῶν ἐχθρῶν ἡ κακία, ἀλλ᾽ ἐκεῖνοι ἀρχηγοὶ τῆς πονηρίας γίνονται· καὶ ὅτι ἴσον εἰς ἁμαρτίαν οἴεται, καὶ προκατάρξαι κακίας καὶ τοῖς ἴσοις ἀμύνασθαι τὸν ἀπάρχοντα. καὶ ταῦτα εἰπὼν πάλιν ὑπέχει τὴν ἀκοὴν τῷ τὸ μέγα φανεροῦντι τῆς εὐσεβείας μυστήριον, δι᾽ οὗ γίνεται ἡ κατὰ τῶν ἀληθινῶν ἐχθρῶν παρὰ τοῦ κυρίου ἐκδίκησις. οὐ γὰρ ἔστιν ἄλλως καθαιρεθῆναι τῶν ἀντικειμένων τὸ στῖφος, μὴ τοῦ κυρίου ὑπὲρ ἡμῶν ἀναστάντος· τῆς δὲ ἀναστάσεως θάνατον δεῖ πάντως προηγήσασθαι. ὁ τοίνυν τὴν ἀνάστασιν τοῦ κυρίου μηνύσας τὸ συνημμένον τῇ ἀναστάσει συμπαρεδήλωσεν, λέγω δὴ τὸ κατὰ τὸ πάθος μυστήριον. οὗ χάριν θεοφορηθεὶς ἐκ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἐπισκηνώσεως, Ἀνάστηθι, φησί, κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, σημαίνων διὰ μὲν τῆς ὀργῆς τὴν ἀνταποδοτικὴν δύναμιν τοῦ δικαίου κριτοῦ διὰ δὲ τῶν ἐφεξῆς τὸν ἀφανισμὸν τῆς κακίας. ἐχθρὸν γὰρ τῇ φύσει μόνον τὸ ἐξ ἐναντίου τῷ ἀγαθῷ θεωρούμενον, ὅπερ ἐστὶν ἡ κακία, ἧς τὸ πέρας ἀφανισμός ἐστι καὶ εἰς τὸ μὴ ὂν μεταχώρησις. ὁ τοίνυν εἰπὼν ὅτι Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου προμηνύει διὰ τοῦ περατωθῆναι τῶν ἐχθρῶν τὴν κακίαν τὸ μηκέτι τὸν εἰς κακίαν δρόμον τῇ ζωῇ ὑπολείπεσθαι.

ὡς γὰρ πέρας νόσου ἡ ὑγίεια καὶ πέρας ὕπνου ἡ ἐγρήγορσις γίνεται (οὔτε δὲ ὁ καθεύδων, ἕως ἐν τῷ ὕπνῳ ἐστί, πέρας τοῦ ὕπνου ἔχει οὔτε ὁ νοσῶν [τῆς ὑγιείας] ἐν πέρατι τοῦ ἀρρωστήματος γίνεται· ἀλλὰ διαδεξαμένης τὸν μὲν ἄρρωστον τῆς ὑγιείας, τὸν δὲ καθεύδοντα τῆς ἐγρηγόρσεως, λέγομεν αὐτοὺς ἐν πέρατι γεγενῆσθαι τοῦ ἐν ᾧ ἑκάτερος ἦν, τὸν μὲν τοῦ ὕπνου, τὸν δὲ τῆς νόσου)· οὕτω καὶ ἐνταῦθα τὴν εἰς τὸ μακάριον τῆς ἀνθρωπίνης φύσεως μεταβολὴν πέρας τῶν ἐχθρῶν κατωνόμασεν. ἕνα δὲ μόνον ἐξηλλαγμένον τρόπον διαψάλματος ἐν πάσῃ τῇ βίβλῳ τῶν ψαλμῶν κατὰ τὸν ἔνατον ψαλμὸν παρετηρήσαμεν. οὐ γὰρ ἁπλῶς Διάψαλμά φησιν, ἀλλ᾽ Ὠιδὴ διαψάλματος. τάχα μὲν οὖν ἀνέστραπται κατά τι σφάλμα γραφικὸν ὁ λόγος, ὥστε δεῖν λέγεσθαι μᾶλλον, Ὠιδῆς διάψαλμα, καὶ οὐκ Ὠιδὴν διαψάλματος.

Πλὴν ἐπειδὴ προσήκει πρὸ ὀφθαλμῶν ἔχειν τὸ ἐν τῇ Ἀποκαλύψει τοῦ Ἰωάννου κείμενον κρῖμα κατὰ τῶν μεταποιούντων τὰ θεῖα ἐκ προσθήκης ἢ ὑφαιρέσεως, φυλάσσοντες τὴν παραδοθεῖσαν ἡμῖν ἐν τῷ μέρει τούτῳ τῆς γραφῆς ἀκολουθίαν ἀναζητῆσαι πειρασόμεθα τὴν αἰτίαν τοῦ τῆς ᾠδῆς διαψάλματος, ἥτις ἐστίν. λογιζόμεθα τοίνυν ὅτι ἀπὸ τούτου καὶ μέχρις τοῦ ἐφεξῆς διαψάλματος ἓν διάψαλμα ἦν, τοῦ ἁγίου πνεύματος ἐντιθέντος τῷ Δαβὶδ τὰ τῆς προφητείας νοήματα. ἀλλ᾽ οὐχ ὥσπερ ἐπὶ τῶν λοιπῶν, οὕτω καὶ ἐνταῦθα ἐγένετο. ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐ κατὰ ταὐτὸν ἐνηργεῖτο ἥ τε κατήχησις ἡ κατὰ τὸ ἀπόρρητον τῇ ψυχῇ παρὰ τοῦ πνεύματος ἐγγινομένη, καὶ ἡ τῆς ἐντεθείσης αὐτῷ γνώσεως ἐξαγόρευσις· ἀλλὰ τῆς καρδίας ἔνδοθεν διδασκομένης ὁ λόγος ἡσύχαζεν. ἐνταῦθα δὲ ὁμοῦ τὰ δύο καὶ κατὰ ταὐτὸν ἐνεργεῖται, καὶ παραγίνεται αὐτῷ μεταξὺ προφητεύοντι ἡ τῶν ὑψηλοτέρων νοημάτων διδασκαλία παρὰ τοῦ πνεύματος καὶ τὸ συνεχὲς τῆς μελῳδίας οὐ διακόπτεται· ἀλλ᾽ ἐμφυὲν τῷ ὀργάνῳ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον, αὐτὸ κατὰ τὴν ἰδίαν γνώμην κινεῖ τὰ φωνητικὰ αἰσθητήρια, ὡς μήτε τὴν ᾠδὴν διαλιπεῖν μήτε ἐμποδισθῆναι τὴν διδασκαλίαν τῷ φθόγγῳ· αὕτη γὰρ ἡ διδασκαλία τοῦ πνεύματος τὸ μέλος ἦν, καθὼς ὀνομάζει ὁ Σύμμαχος.

ἐν πολλοῖς δὲ μέρεσιν τῆς ψαλμῳδίας εὑρισκομένης τῆς τοιαύτης διαστολῆς, ἀρκοῦν ἂν εἴη διὰ τῶν εἰρημένων ἔφοδον κοινὴν τῆς τοῦ διαψάλματος κατανοήσεως παρασχομένους μηκέτι πᾶσιν δι᾽ ἀκριβείας ἐπεξιέναι τοῖς διαψάλμασι. παρέλκον γὰρ ἅμα καὶ περιττὸν ἐμφιλοχωροῦντα τοῖς ἐγνωσμένοις διὰ τῶν ὁμολογουμένων μηκύνειν τὸν λόγον.