Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο της Ενανθρωπήσεως, ο χρόνος της θείας Οικονομίας και η συντριβή της κακίας

Προτροπή στον εορτασμό της Γεννήσεως ως αληθινής Σκηνοπηγίας. Ερμηνεία του χειμερινού ηλιοστασίου και θεολογική αιτιολόγηση της έλευσης του Χριστού την εποχή της ιστορικής κορύφωσης της κακίας, με σκοπό την πλήρη συντριβή της αμαρτίας και του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΣΩΤΗΡΟΣ Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγί, φησιν ὁ Δαβὶδ, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. τὰ δὲ τῆς θεοπνεύστου διδασκαλίας προστάγματα νόμος πάντως ἐστὶ τοῖς ἀκούουσιν. οὐκοῦν ἐπειδὴ πάρεστιν ἡ εὔσημος ἡμέρα τῆς ἑορτῆς ἡμῶν, πληρώσωμεν καὶ ἡμεῖς τὸν νόμον σαλπιγκταὶ τῆς ἱερομηνίας γενόμενοι. ἡ δὲ νομικὴ σάλπιγξ, καθὼς κελεύει νοεῖν ὁ ἀπόστολος, ὁ λόγος ἐστί. φησὶ γὰρ μὴ ἄδηλον δεῖν γενέσθαι τὸν τῆς σάλπιγγος ἦχον, ἀλλὰ διεσταλμένον τοῖς φθόγγοις πρὸς τὴν τῶν ἀκουόντων σαφήνειαν. οὐκοῦν ἠχήσωμεν καὶ ἡμεῖς, ἀδελφοὶ, λαμπράν τινα ἠχὴν καὶ ἐξάκουστον οὐδὲν τῆς κερατίνης ἀτιμοτέραν. καὶ γὰρ καὶ ὁ νόμος ὁ ἐν τοῖς τῆς σκιᾶς τύποις προδιαζωγραφῶν τὴν ἀλήθειαν ἐν τῇ σκηνοπηγίᾳ τὸν ἐκ τῶν σαλπίγγων ἦχον ἐνομοθέτησε. καὶ ἡ παροῦσα τῆς ἑορτῆς ὑπόθεσις τὸ τῆς ἀληθινῆς σκηνοπηγίας ἐστὶ μυστήριον. ἐν ταύτῃ γὰρ σκηνοπηγεῖται τὸ ἀνθρώπινον σκήνωμα τῷ δι᾽ ἡμᾶς ἐνδυσαμένῳ τὸν ἄνθρωπον. ἐν ταύτῃ τὰ διαπεπτωκότα ἡμῶν ὑπὸ τοῦ θανάτου σκηνώματα πάλιν συμπήγνυται ὑπὸ τοῦ ἐξ ἀρχῆς τὸ οἰκητήριον ἡμῶν οἰκοδομήσαντος. εἴπωμεν καὶ ἡμεῖς τὸ τῆς ψαλμῳδίας τῷ μεγαλοφώνῳ Δαβὶδ συγχορεύοντες, ὅτι εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. πῶς ἐρχόμενος; οὐ καθάπερ διὰ πλοίου τινὸς ἢ ὀχήματος, διὰ δὲ τῆς παρθενικῆς ἀφθορίας ἐπὶ τὸν ἀνθρώπινον βίον διαπεράσας.

οὕτως ὁ θεὸς ἡμῶν, οὕτως ὁ κύριος ἐπέφανεν ἡμῖν εἰς τὸ συστήσασθαι τὴν ἑορτὴν ταύτην ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

Πάντως δὲ οὐκ ἀγνοοῦμεν, ἀδελφοὶ, τὸ ἐν τοῖς εἰρημένοις μυστήριον, ὅτι πᾶσα ἡ κτίσις ἔν τι τοῦ δεσπότου τῆς κτίσεώς ἐστιν ἀνάκτορον. ἀλλ᾽ ἐπειδὴ τῆς ἁμαρτίας ἐπεισελθούσης ἐφράγη τῶν τῇ κακίᾳ κεκρατημένων τὰ στόματα καὶ κατεσιγάσθη φωνὴ ἀγαλλιάσεως καὶ διεσπάσθη τῶν ἑορταζόντων ἡ συμφωνία τῆς ἀνθρωπίνης κτίσεως οὐ συνεορταζούσης τῇ ὑπερκοσμίῳ φύσει, —διὰ τοῦτο ἦλθον αἱ τῶν προφητῶν καὶ ἀποστόλων σάλπιγγες, ἃς κερατίνας ὁ νόμος φησὶ διὰ τὸ εἶναι αὐτῶν τὴν κατασκευὴν ἐκ τοῦ ἀληθινοῦ μονοκέρωτος, αἱ κατὰ τὴν τοῦ πνεύματος δύναμιν σύντονον τὸν τῆς ἀληθείας ἤχησαν λόγον, ἵνα τῆς ἀκοῆς τῶν ὑπὸ τῆς ἁμαρτίας ἐμπεφραγμένων διανοιχθείσης μία γένηται σύμφωνος ἑορτὴ διὰ τοῦ πυκασμοῦ τῆς σκηνοπηγίας τῆς κάτω κτίσεως πρὸς τὰς ἐξεχούσας καὶ προβεβλημένας περὶ τὸ ἄνω θυσιαστήριον δυνάμεις συνεπηχούσης. τὰ γὰρ κέρατα τοῦ νοητοῦ θυσιαστηρίου αἱ προβεβλημέναι τε καὶ ἐξέχουσαι τῆς νοερᾶς φύσεως δυνάμεις εἰσὶν ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πρὸς ἃς τῇ κοινωνίᾳ τῆς ἑορτῆς συνάπτεται διὰ τῆς κατὰ τὴν ἀνάστασιν σκηνοπηγίας ἡ ἀνθρωπίνη φύσις τῇ ἀνακαινώσει τῶν σωμάτων πυκαζομένη. τὸ γὰρ πυκάζεσθαι ἴσον ἐστὶ τῷ κοσμεῖσθαι ἡ περιβάλλεσθαι, καθὼς ἑρμηνεύουσιν οἱ ταῦτα γινώσκοντες.

Δεῦτε τοίνυν πρὸς τὴν πνευματικὴν χορείαν τὰς ψυχὰς ἡμῶν διεγείραντες ἔξαρχον καὶ καθηγεμόνα καὶ κορυφαῖον τῆς χοροστασίας ἡμῶν τὸν Δαβὶδ προστησώμεθα καὶ εἴπωμεν μετ᾽ ἐκείνου τὴν γλυκεῖαν φωνὴν ἐκείνην, ἣν φθάσαντες ὑμνῳδήσαμεν. καὶ πάλιν αὐτὴν ἀναλάβωμεν, ὅτι αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, —ἐν ᾗ μειοῦσθαι τὸ σκότος ἄρχεται καὶ τὰ τῆς νυκτὸς μέτρα τῷ πλεονάζοντι τῆς ἀκτῖνος συνωθεῖται πρὸς ἔκλειψιν. οὐ συντυχική τις, ἀδελφοί, γέγονε κατὰ τὸ αὐτόματον ἡ τοιαύτη περὶ τὴν ἑορτὴν οἰκονομία τὸ νῦν ἐπιφανῆναι τῇ ἀνθρωπίνῃ ζωῇ τὴν θείαν ζωήν. ἀλλά τι μυστήριον διὰ τῶν φαινομένων τοῖς διορατικωτέροις διηγεῖται ἡ κτίσις μονονουχὶ φωνὴν ἀφιεῖσα καὶ διδάσκουσα τὸν ἀκούειν δυνάμενον, τί βούλεται ἐν τῇ παρουσίᾳ τοῦ δεσπότου ἡ ἡμέρα προσαυξανομένη καὶ ἡ νὺξ κολοβουμένη. ἐγὼ γάρ μοι δοκῶ τοιαῦτά τινα διεξιούσης ἀκούειν τῆς κτίσεως, ὅτι ταῦτα βλέπων, ὦ ἄνθρωπε, νόει τὸ διὰ τῶν φαινομένων κρυπτόν σοι δηλούμενον. ὁρᾷς ἐπὶ τὸ ἀκρότατον μῆκος προελθοῦσαν τὴν νύκτα καὶ ἱσταμένην τῆς ἐπὶ τὰ πρόσω φορᾶς καὶ εἰς τὸ ἔμπαλιν ἀναλύουσαν;

νόησον, ὅτι ἡ πονηρὰ τῆς ἁμαρτίας νὺξ ἐφ᾽ ὅσον οἷόν τε ἦν αὐξηθεῖσα καὶ διὰ πάσης κακῶν ἐπινοίας ἐπὶ τὸ ἀκρότατον τῆς πονηρίας μέγεθος φθάσασα σήμερον ἀνεκόπη τῆς ἐπὶ πλεῖον νομῆς καὶ τὰ ἀπὸ τούτου πρὸς ἔκλειψίν τε καὶ ἀφανισμὸν συνελαύνεται. ὁρᾷς τὴν τοῦ φωτὸς ἀκτῖνα διαρκεστέραν καὶ ὑψηλότερον τῆς συνηθείας τὸν ἥλιον; νόει τοῦ ἀληθινοῦ φωτὸς τὴν παρουσίαν τοῦ ταῖς εὐαγγελικαῖς ἀκτῖσι πᾶσαν τὴν οἰκουμένην καταφωτίζοντος.

Τάχα δὲ καὶ τοῦ μὴ καταρχὰς ἐπιφανῆναι τὸν κύριον ἀλλ᾽ ἐπ᾽ ἐσχάτων τῶν χρόνων χαρίσασθαι τῇ ἀνθρωπίνῃ ζωῇ τῆς θεότητος αὐτοῦ τὴν ἐμφάνειαν, ταύτην ἄν τις τὴν αἰτίαν εὐλόγως ὑπονοήσειεν, ὅτι ὁ μέλλων ἐπὶ καθαιρέσει τῆς κακίας τῷ ἀνθρωπίνῳ καταμίγνυσθαι βίῳ ἀναγκαίως πᾶσαν ἀνέμεινε τὴν κακίαν τὴν παρὰ τοῦ ἐχθροῦ ῥιζωθεῖσαν ἀναβλαστῆσαι, εἶθ᾽ οὕτως ἐπήγαγε, καθώς φησι τὸ εὐαγγέλιον, τὴν ἀξίνην τῇ ῥίζῃ. καὶ γὰρ τῶν ἰατρῶν οἱ τῇ τέχνῃ προσέχοντες ἔνδοθεν ἔτι τὸ σῶμα τοῦ πυρετοῦ διασμύχοντος καὶ κατ᾽ ὀλίγον ὑπὸ τῶν νοσοποιῶν αἰτιῶν ἐξαπτομένου ἐνδιδόασι τῷ ἀρρωστήματι, μέχρις ἂν εἰς ἀκμὴν προέλθῃ τὸ πάθος, οὐδεμίαν ἐκ τῶν σιτίων ἐπάγοντες τῷ ἀσθενοῦντι βοήθειαν. ἐπειδὰν δὲ στάσιμον γένηται τὸ κακὸν, τότε τὴν τέχνην ἐπάγουσιν ἐκφανείσης πάσης τῆς νόσου. οὕτως καὶ ὁ τοὺς κακῶς ἔχοντας τὴν ψυχὴν ἰατρεύων ἀνέμεινε τὴν ἐκ κακίας νόσον, ᾗ κατεκρατήθη τῶν ἀνθρώπων ἡ φύσις, πᾶσαν ἐκκαλυφθῆναι, ὡς ἂν μηδὲν τῶν κεκρυμμένων ἀθεράπευτον μείνειε τοῦ ἰατροῦ μόνον τὸ φανὲν θεραπεύοντος. διὰ τοῦτο οὔτε κατὰ τοὺς καιροὺς τοῦ Νῶε πάσης σαρκὸς ἐν ἀδικίᾳ καταφθαρείσης ἐπάγει διὰ τῆς ἰδίας ἐμφανείας τὴν ἴασιν, ὅτι οὔπω τῆς Σοδομιτικῆς κακίας ὁ βλάστος ἐξεφύη, οὐδὲ ἐπὶ τοῦ καιροῦ τῆς Σοδόμων καταστροφῆς ὁ κύριος φαίνεται, διότι πολλὰ τῶν ὑπολοίπων κακῶν ἔτι τῇ ἀνθρωπίνῃ κατεκρύπτετο φύσει.

ποῦ γὰρ ὁ θεομάχος Φαραώ; ποῦ τῶν Αἰγυπτίων ἡ ἀδάμαστος πονηρία; οὐ μὴν οὐδὲ τότε τῷ διορθωτῇ τοῦ παντὸς εὔκαιρον ἦν, ἐπὶ τῶν Αἰγυπτίων λέγω κακῶν, καταμιχθῆναι τῷ βίῳ. ἀλλ᾽ ἔδει καὶ τῶν Ἰσραηλιτῶν τὴν παρανομίαν ἀναφανῆναι· ἔδει καὶ τῶν Ἀσσυρίων τὴν βασιλείαν καὶ τοῦ Ναβουχοδονόσορ τὴν ὑπερηφανίαν ὑποσμύχουσαν ἔτι τῷ βίῳ φανερὰν γενέσθαι· ἔδει τὴν κατὰ τῶν ὁσίων μιαιφονίαν οἷόν τινα πονηρὸν καὶ ἀκανθώδη βλάστον τῆς κακῆς τοῦ διαβόλου ῥίζης ἀναδραμεῖν· ἔδει τὴν τῶν Ἰουδαίων κατὰ τῶν ἁγίων τοῦ θεοῦ φανερωθῆναι λύσσαν τῶν τοὺς προφήτας ἀποκτεινύντων καὶ λιθοβολούντων τοὺς ἀπεσταλμένους καὶ τέλος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου τὸ κατὰ τὸν Ζαχαρίαν ἄγος ἐργασαμένων. πρόσθες τῷ καταλόγῳ τῶν πονηρῶν βλαστημάτων καὶ τοῦ Ἡρώδου τὴν παιδοφονίαν.

ἐπεὶ οὖν πᾶσα τῆς κακίας ἡ δύναμις ἐκ τῆς πονηρᾶς ῥίζης ἀνεδόθη καὶ ηὔξησε πολυειδῶς ἐν ταῖς προαιρέσεσι τῶν καθ᾽ ἑκάστην γενεὰν τῇ κακίᾳ γνωρίμων ὑλομανήσασα, τότε, καθώς φησι πρὸς Ἀθηναίους ὁ Παῦλος, τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς ἐπὶ τῶν ἐσχάτων ἡμερῶν παραγίνεται, ὅτε οὐκ ἦν ὁ συνίων καὶ ἐκζητῶν τὸν θεὸν, ὅτε πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, ὅτε συνεκλείσθη τὰ πάντα εἰς ἁμαρτίαν, ὅτε ἐπλεόνασεν ἡ ἀνομία, ὅτε πρὸς τὸ ἀκρότατον μέτρον ὁ τῆς κακίας ζόφος ηὔξησε, —τότε ἐπεφάνη ἡ χάρις, τότε ἡ τοῦ ἀληθινοῦ φωτὸς ἀκτὶς ἐπανέτειλε, τότε ἐπέφανε ὁ τῆς δικαιοσύνης ἥλιος τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τότε τὰς πολλὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἐπιβὰς τῷ ποδὶ διὰ τῆς ἀνθρωπίνης σαρκὸς καὶ τῇ γῇ προσθλάσας καὶ καταπατήσας.

Καὶ μηδεὶς πρὸς τὰ νῦν ἐν τῷ βίῳ βλέπων κακὰ ψεύδεσθαι νομιζέτω τὸν λόγον, καθ᾽ ὃν ἐν τοῖς τελευταίοις ἔφαμεν χρόνοις ἐπιλάμψαι τῷ βίῳ τὸν κύριον. ἐρεῖ γὰρ ὁ ἀντιλέγων τυχὸν, ὅτι τὸν ἀναμείναντα τοὺς χρόνους πρὸς τὴν τῆς κακίας φανέρωσιν, ὅπως αὐξηθεῖσαν αὐτὴν ἐξέλῃ προθέλυμνον, πᾶσαν εἰκὸς αὐτὴν ἀνῃρηκέναι, ὡς μηδὲν αὐτῆς ὑπολειφθῆναι τῷ βίῳ λειψανόν. νυνὶ δὲ καὶ φόνοι καὶ κλοπαὶ καὶ μοιχεῖαι καὶ πάντα τολμᾶται τὰ πονηρότατα. ἀλλ᾽ ὁ πρὸς τοῦτο βλέπων ὑποδείγματί τινι τῶν γνωρίμων τὴν περὶ τούτων ἀμφιβολίαν λυσάτω. ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ἑρπετῶν ἀναιρέσεως ἔστιν ἰδεῖν οὐκ εὐθὺς τὸν κατόπιν ὅλκον τῇ κεφαλῇ συννεκρούμενον, ἀλλ᾽ ἡ μὲν τέθνηκε, τὸ δὲ 〈οὐραῖον〉 ἔτι ἐψύχωται τῷ ἰδίῳ θυμῷ, καὶ τῆς ζωτικῆς κινήσεως οὐκ ἐστέρηται, —οὕτως καὶ ὁ τοῦ δράκοντος ἀναιρέτης, ὅτε πολὺ τὸ θήριον ἐγένετο πάσαις ταῖς καθέκαστον συναυξηθὲν γενεαῖς τῶν ἀνθρώπων, τὴν κεφαλὴν ἀνελὼν, τουτέστι τὴν τῶν κακῶν ἐφευρετικὴν δύναμιν τὴν πολλὰς ἔχουσαν ἐν ἑαυτῇ κεφαλὰς οὐδένα τοῦ κατόπιν ὁλκοῦ πεποίηται λόγον εἰς ἀφορμὴν γυμνασίου τοῖς ἐφεξῆς τὴν ἐν τῷ νεκρῷ θηρίῳ κίνησιν ὑπολειφθῆναι ποιήσας. τίς οὖν ἡ θλασθεῖσα κεφαλή; ἡ θάνατον εἰσενεγκοῦσα τῇ πονηρᾷ συμβουλῆ, ἡ τὸν θανατηφόρον ἰὸν ἐμβαλοῦσα τῷ ἀνθρώπῳ διὰ τοῦ δήγματος.

ὁ τοίνυν καταλύσας τοῦ θανάτου τὸ κράτος τὴν ἐν τῇ κεφαλῇ τοῦ ὄφεως δύναμιν, καθώς φησιν ὁ προφήτης, συνέθλασεν. ὁ δὲ λοιπὸς τοῦ θηρίου ὁλκὸς τῷ ἀνθρωπίνῳ συνεσπαρμένος βίῳ, ἕως ἂν ᾖ τὸ ἀνθρώπινον ἐν ταῖς κατὰ κακίαν κινήσεσιν, ἀεὶ τῇ φολίδι τῆς ἁμαρτίας περιτραχύνει τὸν βίον. τῇ μὲν δυνάμει ἤδη νεκρός ἐστι τῆς κεφαλῆς ἀχρειωθείσης. ἐπειδὰν δὲ παρέλθῃ ὁ χρόνος καὶ στῇ τὰ κινούμενα κατὰ τὴν προσδοκωμένην τῆς ζωῆς ταύτης συντέλειαν, τότε τὸ οὐραῖόν τε καὶ τὸ ἔσχατον τοῦ ἐχθροῦ καταργεῖται—τοῦτο δέ ἐστιν ὁ θάνατος— καὶ οὕτως ὁ παντελὴς ἀφανισμὸς τῆς κακίας γενήσεται πάντων εἰς ζωὴν διὰ τῆς ἀναστάσεως ἀνακληθέντων, τῶν μὲν δικαίων εὐθὺς εἰς τὴν ἄνω λῆξιν μετοικισθέντων, τῶν δὲ ταῖς ἁμαρτίαις ἐνεχομένων τῷ τῆς γεέννης πυρὶ ἐκκαθαρθέντων.