Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Γρηγόριος ὁ Νύσσης

Η αφιέρωση της Θεοτόκου, ο Ευαγγελισμός και το μυστήριο του σπηλαίου

Η απόκρυφη παράδοση για την ανατροφή και τη μνηστεία της Παρθένου Μαρίας. Η μυσταγωγία του Ευαγγελισμού και η θεολογική ερμηνεία του σκοτεινού σπηλαίου, των σπαργάνων και της φάτνης κατά τη Γέννηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἤκουσα τοίνυν ἀποκρύφου τινὸς ἱστορίας τοιαῦτα παρατιθεμένης τὰ περὶ αὐτῆς διηγήματα. ἐπίσημός τις ἦν ἐν τῇ κατὰ τὸν νόμον ἀκριβεῖ πολιτείᾳ καὶ γνώριμος ἐπὶ τοῖς καλλίστοις ὁ τῆς παρθένου πατήρ, ἄπαις δὲ κατεγήρα τὸν βίον, ὅτι αὐτῷ πρὸς τεκνογονίαν οὐκ ἐπιτηδείως εἶχεν ἡ σύνοικος. ἦν δέ τις ἐκ τοῦ νόμου τιμὴ ταῖς μητράσιν, ἧς οὐ μετεῖχον αἱ ἄγονοι. μιμεῖται τοίνυν καὶ αὕτη τὰ περὶ τῆς μητρὸς τοῦ Σαμουὴλ διηγήματα. καὶ ἐντὸς τοῦ ἁγίου τῶν ἁγίων γενομένη ἱκέτις γίνεται τοῦ θεοῦ μὴ ἔξω πεσεῖν τῆς ἐκ τῶν νόμων εὐλογίας ἐξαμαρτοῦσα περὶ τὸν νόμον οὐδὲν, γενέσθαι δὲ μητέρα καὶ ἀφιερῶσαι τῷ θεῷ τὸ τικτόμενον. δυναμωθεῖσαν δὲ νεύματι θείῳ πρὸς τὴν χάριν, ἣν ᾔτησεν, —ἐπειδὴ ἐτέχθη τὸ παιδίον, ὀνομάσαι μὲν αὐτὴν Μαριάμ, ὡς ἂν καὶ διὰ τῆς ἐπωνυμίας τὸ θεόσδοτον διασημανθείη τῆς χάριτος. ἁδρυνθεῖσαν δὲ ἤδη τὴν κόρην, ὡς μηκέτι δεῖσθαι προσανέχειν τῇ θηλῇ, ἀποδοῦναι τῷ θεῷ καὶ πληρῶσαι τὴν ἐπαγγελίαν καὶ προσαγαγεῖν τῷ ναῷ. τοὺς δὲ ἱερεῖς τέως μὲν καθ᾽ ὁμοιότητα τοῦ Σαμουὴλ ἐν τοῖς ἁγίοις ἀνατρέφειν τὴν παῖδα, αὐξηθείσης δὲ βουλὴν ἀγαγεῖν, ὅ τι ποιήσαντες τὸ ἱερὸν ἐκεῖνο σῶμα οὐκ ἂν εἰς τὸν θεὸν ἐξαμάρτοιεν. τὸ μὲν γὰρ ὑποζεῦξαι τῷ νόμῳ τῆς φύσεως καὶ καταδουλῶσαι αὐτὴν διὰ τοῦ γάμου τῷ ἀγομένῳ τι τῶν ἀτοπωτάτων ἐδόκει.

ἱεροσυλία γὰρ ἀντικρὺς ἐνομίσθη θείου ἀναθήματος ἄνθρωπον γενέσθαι κύριον, ἐπειδὴ κυριεύειν ἐκ τῶν νόμων ὁ ἀνὴρ ἐτάχθη τῆς συνοικούσης. τὸ δὲ τοῖς ἱερεῦσιν ἐντὸς τῶν ἀνακτόρων γυναῖκα συναναστρέφεσθαι καὶ ἐν τοῖς ἁγίοις ὁρᾶσθαι οὔτε νόμιμον ἦν καὶ ἅμα τῷ πράγματι τὸ σεμνὸν οὐ προσῆν. βουλευομένοις δὲ αὐτοῖς περὶ τούτων θεόθεν γίνεται συμβουλὴ δοῦναι μὲν αὐτὴν ἀνδρὶ μνηστείας ὀνόματι, τοῦτον δὲ τοιοῦτον εἶναι, οἷον πρὸς φυλακὴν τῆς παρθενίας αὐτῆς ἐπιτηδείως ἔχειν. εὑρέθη τοίνυν ὁ Ἰωσήφ, οἷον ἐπεζήτει ὁ λόγος, ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ πατριᾶς τῇ παρθένῳ. καὶ μνηστεύει κατὰ συμβουλὴν τῶν ἱερέων ἑαυτῷ τὴν παῖδα. ἡ δὲ συνάφεια μέχρι μνηστείας ἦν.

Τότε μυσταγωγεῖται παρὰ τοῦ Γαβριὴλ ἡ παρθένος. τὰ δὲ ῥήματα τῆς μυσταγωγίας εὐλογία ἦν. χαῖρέ, φησι, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. ἀπεναντίον τῇ πρώτῃ πρὸς τὴν γυναῖκα φωνῇ νῦν γίνεται πρὸς τὴν παρθένον ὁ λόγος. ἐκείνη λύπαις ἐν ταῖς ὠδῖσι διὰ τὴν ἁμαρτίαν κατεδικάσθη, ἐπὶ δὲ ταύτης ἐκβάλλεται διὰ τῆς χαρᾶς ἡ λύπη. ἐπ᾽ ἐκείνης αἱ λύπαι τῆς ὠδῖνος ἡγήσαντο, ἐνταῦθα δὲ χαρὰ τὴν ὠδῖνα μαιεύεται. —μὴ φοβοῦ, φησίν. ἐπειδὴ πάσῃ γυναικὶ φόβον παρέχει τῆς ὠδῖνος ἡ προσδοκία, ἐκβάλλει τὸν φόβον ἡ τῆς γλυκείας ὠδῖνος ἐπαγγελία. ἐν γαστρὶ λήψῃ, φησὶ, καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τί οὖν ἡ Μαρία; ἄκουσον καθαρᾶς παρθένου φωνήν. ὁ ἄγγελος τὸν τόκον εὐαγγελίζεται, κἀκείνη τῇ παρθενίᾳ προσφύεται προτιμοτέραν τῆς ἀγγελικῆς ἐμφανείας τὴν ἀφθαρσίαν κρίνουσα καὶ οὔτε τῷ ἀγγέλῳ ἀπιστεῖν ἔχει οὔτε τῶν κεκριμένων ἐξέρχεται. ἀπείρηταί μοι, φησὶν, ἀνδρὸς ὁμιλία. πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; αὕτη τῆς Μαρίας ἡ φωνὴ ἀπόδειξις τῶν κατὰ τὸ κρύφιον ἱστορουμένων ἐστίν. εἰ γὰρ ἐπὶ γάμῳ παρείληπτο παρὰ τοῦ Ἰωσὴφ, πῶς ἂν ἐξενίσθη τῷ τὸν τόκον αὐτῇ προμηνύοντι πάντῃ καὶ πάντως μήτηρ καὶ αὐτὴ γενέσθαι προσδεχομένη κατὰ τὸν νόμον τῆς φύσεως;

ἐπειδὴ δὲ τὴν ἀφιερωθεῖσαν τῷ θεῷ σάρκα οἶόν τι τῶν ἁγίων ἀναθημάτων ἀνέπαφον ἔδει φυλάττεσθαι, διὰ τοῦτο, κἂν ἄγγελος ᾖς, φησὶ, κἂν οὐρανόθεν ἥκῃς, κἂν ὑπὲρ ἄνθρωπον τὸ φαινόμενον ᾖ, ἀλλὰ τὸ γνῶναί με ἄνδρα τῶν ἀμηχάνων ἐστι. πῶς ἔσομαι μήτηρ χωρὶς ἀνδρός; τὸν γὰρ Ἰωσὴφ μνηστῆρα μὲν οἶδα, ἄνδρα δὲ οὐ γινώσκω. —τί οὖν ὁ νυμφοστόλος Γαβριήλ; οἵαν παστάδα τῷ καθαρῷ καὶ ἀμιάντῳ παρίστησι γάμῳ; πνεῦμα, φησὶ, ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. ὢ μακαρίας σαρκὸς ἐκείνης, ἣ δι᾽ ὑπερβολὴν καθαρότητος τὰ τῆς ψυχῆς ἀγαθὰ πρὸς ἑαυτὴν ἐπεσπάσατο. ἐπὶ μὲν γὰρ τῶν ἄλλων πάντων μόγις ἂν ψυχὴ καθαρὰ πνεύματος ἁγίου παρουσίαν δέξαιτο. ἐνταῦθα δὲ δοχεῖον τοῦ πνεύματος ἡ σὰρξ γίνεται. ἀλλὰ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τί τοῦτο σημαίνει δι᾽ ἀπορρήτων ὁ λόγος; —Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, φησὶν ὁ ἀπόστολος. τοῦ οὖν ὑψίστου θεοῦ ἡ δύναμις, ἥτις ἐστὶν ὁ Χριστὸς, διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου πνεύματος ἐμμορφοῦται τῇ παρθενίᾳ. καθάπερ γὰρ ἡ τῶν σωμάτων σκιὰ τῷ τύπῳ τῶν προηγουμένων συσχηματίζεται, οὕτως ὁ χαρακτὴρ καὶ τὰ γνωρίσματα τῆς τοῦ υἱοῦ θεότητος ἐν τῇ δυνάμει τοῦ τικτομένου διαφανήσεται εἰκὼν καὶ σφραγὶς καὶ ἀποσκίασμα καὶ ἀπαύγασμα τοῦ πρωτοτύπου διὰ τῆς τῶν ἐνεργειῶν θαυματοποιίας δεικνύμενος.

Ἀλλ᾽ ἐπὶ τὴν Βηθλεὲμ ἡμᾶς ἀναδραμεῖν τῷ λόγῳ προτρέπεται τὸ ἀγγελικὸν εὐαγγέλιον καὶ κατιδεῖν τὰ ἐν τῷ σπηλαίῳ μυστήρια. τί τοῦτο; —παιδίον σπαργάνοις διειλημμένον καὶ ἐπὶ φάτνης ἀναπαυόμενον καὶ ἡ μετὰ τόκον παρθένος, ἡ ἄφθορος μήτηρ, περιέπει τὸ ἔκγονον. εἴπωμεν οἱ ποιμένες ἡμεῖς τὴν τοῦ προφήτου φωνὴν, ὅτι καθάπερ ἠκούσαμεν οὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ἆρα συντυχικῶς ταῦτα κατὰ τὸ συμβὰν καὶ γέγονεν ἐπὶ τοῦ Χριστοῦ καὶ ἱστόρηται καὶ οὐδεὶς ἔπεστι λόγος τῇ ἱστορίᾳ; τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγὴ, ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆς τῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ; —ἢ δῆλόν ἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖται κατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶ τοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐν φόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ, οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτου φορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεται ὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπων νόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲ διασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτων περιβαλλόμενος.

ἡ δὲ φάτνη τὸ τῶν ἀλόγων ἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵνα γνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸ ἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείας πεφορτισμένον. ἀλλ᾽ ἡ μὲν κατάλληλος τροφὴ τῶν ἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτον τοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷον ἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος προστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντα τροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυν ἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρων κύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον καὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν, κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας.