Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Γρηγόριος ὁ Νύσσης

Η υποδοχή του Λόγου από τον δίκαιο Συμεών και η ερμηνεία της προφητείας του

Εξέταση της προσδοκίας του Ισραήλ, υποδοχή του βρέφους από τον Συμεών, θεολογική ανάλυση του απολυτίκιου ύμνου του και προφητεία για το σωτήριο πάθος και τη δοκιμασία της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἀλλ᾽ ἵνα μὴ τὰ καθ᾽ ἕκαστον διεξιόντες, καθάπερ νεκρῶν συνεχεῖ ἐπαφῇ τε καὶ θεωρίᾳ τὸ ὄμμα τῆς ψυχῆς δειδιξώμεθα, ἐκείνους μὲν ἐάσωμεν τεθνηκότας παρὰ τὸ ὕδωρ τοῦ νομικοῦ γράμματος· ἡμεῖς δὲ τῷ φιλανθρώπῳ Θεῷ τὸν ἐπινίκιον ὕμνον ᾄσωμεν, καὶ τῇ ὄντως οὐρανίῳ τραφέντες τροφῇ, καὶ τῷ ἐκ τῆς ἀληθινῆς πέτρας νάματι ποτισθέντες, ἔλθωμεν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· τουτέστι, τὴν ὑψηλὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἵνα τῇ φωνῇ τῶν θείων σαλπίγγων, τοῖς ῥήμασι τοῦ μακαρίου Λουκᾶ τὴν ἔσω ἀκοὴν προσβάλωμεν, καθάπερ ἐξ ἁγίων ἀδύτων βοῶντος τῆς μυσταγωγίας τοῦ Πνεύματος· Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμω Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται· καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεὼν, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ Πνεῦμα ἅγιον ἦν ἐπ᾽ αὐτῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου ἐν σαρκὶ, καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν. Τί ἐστι, Προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ;

Τουτέστιν, ἀναμένων τὴν φανέρωσιν τῆς ἀληθείας, καὶ τὴν πρὸς ταύτην τοῦ Ἰσραηλίτου λαοῦ ἀπὸ τῆς νομικῆς σκιᾶς μεταχώρησιν· ἐπὶ τῷ ἀφεθέντα τοῦ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι τῷ τῆς ἀληθείας στοιχειοῦσθαι διδασκαλείῳ, καὶ τῇ κατ᾽ αὐτὴν καταρτίζεσθαι τελειότητι. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, ὡς ἐν δυσπαθείᾳ ὄντων τῶν Ἰουδαίων, καὶ ἐν αἰχμαλωσίᾳ τινὶ κατεχομένων, τὴν τούτων ἀνάκτησιν καὶ πρὸς τὸ εὔθυμον καὶ ἀρχαῖον ἐπάνοδον ἐξεδέχετο· πάσης αὐτοῖς τῆς παλαιᾶς συνηθείας εὐνομουμένης, καὶ τοῦ ναοῦ ἑστῶτος, καὶ τῶν ἐν αὐτῷ θυσιῶν προσαγομένων, καὶ πάσης ἑτέρας ἰδιωτικῆς τῷ γένει αὐτῶν ὑπαρχούσης πολιτείας πεφυλαγμένης.

Εἰ δὲ τὸ ὑπὸ Ῥωμαίους αὐτοὺς εἶναι προβάλλεται, καὶ τὸ καθεστάναι τὸν Ἡρώδην βασιλέα τῆς Ἰουδαίας ἀλλόφυλον τὸ γένος ὑπάρχοντα· γινωσκέτω ὁ τοιοῦτος, ὡς οὐδὲν παρὰ τοῦτο ἡ κατὰ νόμον πολιτεία παρεβλάπτετο ἐκ τοῦ ὑπὸ ἀλλοεθνοῦς τὸν Ἰσραὴλ βασιλεύεσθαι, ὥστε τὴν περὶ τούτου παράκλησιν τὸν δίκαιον πρεσβύτην ἐκδέχεσθαι. Καὶ γὰρ διαφόρως συμβέβηκε, καθάπερ τινὰ στασιώδη υἱὸν ὑπὸ τοῦ πατρὸς αὐστηρῷ τινι παιδαγωγῷ πρὸς σωφρονισμὸν παραδοθῆναι, οὕτω τὸν Ἰσραὴλ πολλάκις ὑπὸ βασιλείαν γενέσθαι ἀλλόφυλον. Καὶ δηλοῖ ἡ ἐν Αἰγύπτῳ τοῦ λαοῦ ἐπὶ πλεῖστον ὅσον διατριβὴ, καὶ ὁ προφήτης Ἱερεμίας ἐν τοῖς χρόνοις Σεδεκίου τοῦ βασιλέως ἐκ θείου προστάγματος πρὸς αὐτόν τε καὶ τὸν ὑπ᾽ αὐτοῦ λαὸν διαλεγόμενος, ὑπὸ τὸ σκῆπτρον τοῦ Ναβουχοδονόσωρ γενέσθαι, καὶ προσχωρῆσαι τοῖς Χαλδαίοις.

Οὐ μόνον δὲ τούτους ἀξίους καθεστῶτας πληκτικωτέρας διαγωγῆς, ἀλλοφύλῳ σκήπτρῳ ὑποτετάχθαι οὐκ ἦν ἀπεικός· ἀλλ᾽ ἤδη καὶ τῶν δικαίων τινὰς, καὶ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, κατὰ Παῦλον εἰπεῖν, οὐκ ἄρχοντας, ἀλλ᾽ ἀρχομένους ὑπὸ βαρβάρων καὶ ἀθέων ἀνδρῶν ἡ τοῦ Θεοῦ μακροθυμία παρέδειξεν· ὥστε τὸ τῆς εὐσεβείας αὐτῶν δόκιμον ἰσχυρῶς διαφανήσεσθαι.

Καὶ δείκνυσιν ὅ τε Ἀβραὰμ ἐν Αἰγύπτῳ γενόμενος, καὶ τὴν γυναῖκα ὑπὸ τοῦ Φαραὼ ἀφαιρούμενος, καὶ ἐν παροικίᾳ τὴν ἐπηγγελμένην αὐτῷ γῆν οἰκῶν. Ὡσαύτως τε ὁ τούτου υἱὸς, καὶ ἐκείνου γόνος, τὸν Ἰσαάκ φημι καὶ τὸν Ἰακὼβ, αὖθίς τε ὁ ἐκείνου σωφρονέστατος παῖς Ἰωσὴφ, δοῦλος γενόμενος, καὶ τὸ δεσμωτήριον οἰκεῖν καταδικαζόμενος. Οὐκοῦν οὐ τὴν εἰς κοσμικὴν εὐδοξίαν τε καὶ μεγαλαυχίαν παράκλησιν τοῦ Ἰσραὴλ ὁ σοφὸς Συμεὼν ἐξεδέχετο· ἀλλὰ τὴν ὄντως ἀληθῆ, τὴν εἰς τὸ τῆς ἀληθείας κάλλος μετάθεσιν. Χρηματισθέντος γὰρ αὐτῷ πρὸ τῆς τοῦ βίου μεταλλαγῆς ἰδεῖν τὸν Χριστὸν Κυρίου συναναφανήσεσθαι, πνευματικῶς τὴν τοῦ λαοῦ παράκλησιν ἐξεδέχετο. Ἦλθεν οὖν οὗτος ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν, καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὑτοῦ, καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὦ μακάριε ἀληθῶς καὶ τρισμακάριε πρεσβύτα! Ὡς μακαρία σου ἐκείνη ἡ ὄντως ἱερὰ εἰς τὸ ἱερὸν εἴσοδος, δι᾽ ἧς πρὸς τὴν τοῦ βίου ἔξοδον ἔδραμες! Ὡς μακάριά σου τὰ ὄμματα τῆς ψυχῆς ὁμοῦ καὶ σώματος!

Τὰ μὲν τῆς ὁρατῆς θεοφανείας ἐν ἀντιλήψει γενόμενα· τὰ δὲ μὴ πρὸς τὸ ὁρώμενον ἀπιδόντα μόνον, ἀλλ᾽ αὐτῷ τῷ τοῦ Πνεύματος κατηυγασμένα φωτὶ, καὶ τὸν ἐν τῷ σώματι Θεὸν Λόγον γνωρίσαντα, τὰ τὸ θεῖον εἰδότα σωτήριον, τὸ κατὰ πρόσωπον πάντων τῶν λαῶν ἡτοιμασμένον. Ὡς μακάριαί σου αἱ χεῖρες αἱ τὸν Λόγον τῆς ζωῆς ψηλαφήσασαι! Ὡς μακαρία σου ἡ γλῶττα ἡ τὴν ἀποκάλυψιν τοῦ ζωτικοῦ φωτὸς εὐαγγελισαμένη! Καὶ τί ἄν σοι καθ᾽ ἕκαστον τῶν μελῶν ἰδικῶς ἁρμόζειν ἐπείγομαι ἔπαινον, ἤδη σε ὅλον ἐπαινετὸν καὶ μακάριον, καὶ τῷ ἁγίῳ Πνεύματι κάτοχον τοῦ εὐαγγελιστοῦ προδιδάξαντος; Ἀλλὰ δεῦρο, ὦ μακάριε Πάτερ, τῇ ἐν σοὶ ὑπηχήσει τοῦ Πνεύματος δίδαξον ὡς τέκνα τῆς Ἐκκλησίας τὰ θρέμματα τὸν ἀποκεκρυμμένον θησαυρὸν, καθάπερ ἐν ὀστρακίνοις σκεύεσι τοῖς ὀλίγοις σου ῥήμασιν· ἐπείπερ πρὸς ὑμᾶς τε καὶ τοὺς καθ᾽ ὑμᾶς τῇ πολιᾷ τῆς ἄνω φρονήσεως κεκοσμημένους καὶ πρεσβυτέρους ὄντως ὑπάρχοντας, καὶ τῆς Ἐκκλησίας Πατέρας χρηματίζοντας, ὁ θεῖος ἡμᾶς ὁδηγεῖ λόγος μαθητευ[σ]ομένους τὰ σωτηριώδη διδάγματα, Ἐπερώτησον, λέγων, τὸν πατέρα σου· καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.

Ἡ τὴν ἐκείνου τοιγαροῦν γλῶτταν κινήσασα τότε πρὸς θεολογίαν τοῦ Πνεύματος δύναμις, καὶ ἡμῖν διδότω λόγον νῦν ἐν ἀνοίξει τοῦ στόματος. Νῦν ἀπολύεις, φησὶ, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἐξότε γὰρ Χριστὸς ἐνηνθρώπησε, καὶ τὴν πολεμοποιὸν ἁμαρτίαν ἐξηφάνισεν, καὶ τῷ Πατρὶ ἡμᾶς κατήλλαξεν, ἐν εἰρήνῃ ἡ τῶν ἁγίων μετάστασις γίνεται. Τοῦτο γὰρ προφητικῶς καὶ ὁ μέγας Δαβὶδ προενδεικνύμενος ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· τὸ μὴ παρὸν, ἀλλὰ μέλλον κατὰ τὴν τοῦ Χριστοῦ παρουσίαν αἰνιττόμενος. Καὶ ὡς μονοτρόπως τῆς τοιαύτης ἐλπίδος (τῆς εἰρηναίας φημὶ ἐν Χριστῷ κοιμήσεως), τοῖς ἁγίοις εἰσοικισθείσης διὰ τοῦ Πνεύματος, φησίν· Ὅτι σὺ, Κύριε, καταμόνας ἐπ᾽ ἐλπίδι κατῴκισάς με. Ὁ δὲ μακάριος πρεσβύτης Συμεὼν, ἤδη παρόντα τὸν καιρὸν θεασάμενος, φησὶ, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· τὸ ἐνεστηκὸς τῆς θείας δεικνύων ἐπαγγελίας. Ὅτι εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· τουτέστι τὴν διὰ Χριστοῦ γενομένην παντὶ τῷ κόσμῳ σωτηρίαν, καὶ οὐ μόνῳ τῷ Ἰσραήλ. Πῶς οὖν ἀνωτέρω μεμαρτύρηται τὴν τοῦ Ἰσραὴλ προσδέχεσθαι παράκλησιν, νῦν δὲ ὤφθη τὸ τοῦ Θεοῦ σωτήριον ἐνώπιον πάντων τῶν λαῶν ἀναφθεγγόμενος;

Ἐπειδὴ τότε τὴν τοῦ Ἰσραὴλ ἔσεσθαι παράκλησιν ἔγνω τῷ Πνεύματι, ὅτε καὶ πᾶσι τοῖς λαοῖς ἡτοίμασται τὸ σωτήριον. Ὅρα δὲ τὸ ἀκριβὲς τῆς θείας ἐμπνεύσεως.

Φῶς γὰρ, φησὶν, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ· ὁμόλογα τῷ μεγάλῳ Παύλῳ ἐν τῇ τοῦ Ἰσραὴλ ὑπαριθμήσει φθεγγόμενος. Ὅτε γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Οὐκοῦν καὶ αὐτὸς προτάξας τὴν κλῆσιν τῶν ἐθνῶν, τελευταῖον κατὰ τὴν προφητείαν τὴν τοῦ παντὸς Ἰσραὴλ ἐταμιεύσατο ἐπιστροφήν· κἂν ὅτι ἤδη τὸ κατάλειμμα σέσωσται διὰ τῶν ἤδη ἐξ Ἰουδαίων προσδραμόντων τῇ χάριτι. Θέα δέ μοι καὶ τὸ τῶν ὑψηλῶν νοημάτων κυριόλεκτον.

Φῶς γὰρ εἰς ἀποκάλυψιν ἐθνῶν εἰρηκὼς, τὴν τοῦ θείου σωτηρίου ἀποκάλυψιν νοεῖν ἡμῖν δίδωσιν, ὡς ἐν σκότῳ παντελεῖ καὶ τελείᾳ ζοφώσει μηδένα αὐγασμὸν θεογνωσίας ἔχοντα. Πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας καθειστήκει τὰ ἔθνη, καθὼς καὶ ὁ μακάριος Ἡσαΐας τὸν ἐν σκότει λαὸν καθήμενον εὐαγγελιζόμενος, τὸ μέγα φῶς αὐτοὺς ἰδεῖν διηγόρευσεν. Ἐπειδὴ δὲ ὁ Ἰσραὴλ, εἰ καὶ μετρίως, ὅμως γοῦν τῷ τυπικῷ ἐφωτίζετο νόμῳ, φῶς μὲν ἐπ᾽ ἐκείνῳ οὐκ εἴρηκεν· δόξαν δὲ αὐτὸν κληρώσασθαι προεφήτευσε, παλαιᾶς ἱστορίας ἀναμιμνήσκων· ὅτι καθάπερ πάλαι ὁ θαυμάσιος Μωϋσῆς, τοῦ Θεοῦ συνόμιλος γεγονὼς, δεδοξασμένον ἔσχε τὸ πρόσωπον· οὕτω καὶ αὐτοὶ, τῷ θείῳ τῆς ἐνανθρωπήσεως διὰ πίστεως προσομιλήσαντες φωτὶ, καὶ τῇ τοῦ Πνεύματος καταλαμφθέντες δυνάμει, ἐν δόξῃ φανήσονται, τὸ παλαιὸν ἀποθέμενοι κάλυμμα, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ Ἀπόστολος, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

Τὸ εἰρηκέναι δὲ τὸν θεόφρονα Συμεῶνα εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον, δείκνυσι τῇ συμβάσει τῶν νοημάτων πρὸς τὰ προφητικὰ διαγγέλματα, ἕνα καὶ τὸν αὐτὸν Θεόν τε καὶ νομοθέτην ἔν τε προφήταις καὶ τῇ Καινῇ Διαθήκῃ λελαληκέναι. Τὸν γὰρ λίθον τοῦ προσκόμματος καὶ τοῦ σκανδάλου τὴν πέτραν αἰτίαν τοῦ μὴ καταισχυνθήσεσθαι τοὺς ἐπ᾽ αὐτὸν πιστεύοντας, ὁ προφητικὸς διηγόρευσε λόγος. Οὐκοῦν πτῶσις μὲν ἔστι τοῖς τῷ ταπεινῷ τῆς σαρκὸς ἐξ ἀπιστίας προσπταίουσιν· ἀνάστασις δὲ, τοῖς τὸ στεῤῥὸν τῆς θείας οἰκονομίας ἐπεγνωκόσιν. Ἀλλὰ καὶ αὐτῆς τῆς Θεοτόκου ψυχῆς ῥομφαίαν διελαθῆναι λέγων, σαφῶς τὸ ἐν τῷ σταυρῷ προφητεύει πάθος. Τοῖς γὰρ ἐξ αὐτῆς τῆς παραδόξου συλλήψεως μέχρι τοῦ κατὰ τοῦ πάθους καιροῦ θεοπρεπῶς εἰς αὐτὸν εἰρημένοις τε καὶ πεπραγμένοις, ἓν ὥσπερ ἂν ἀδιάτμητον σῶμα, ὑψηλοτέραν τε καὶ θεοπρεπεστέραν περὶ αὐτοῦ ἐχούσης τῆς Θεοτόκου ὑπόληψιν, τομὴν ὥσπερ τινὰ πεπονθέναι αὐτὴν νομιούμεθα, ἐν τῷ ἀδόξῳ τῆς σταυρώσεως, εἰ καὶ τὸ τῆς ἀναστάσεως θαῦμα συνούλωσιν παντελῆ τῆς τομῆς ἀπειργάσατο. Ἀλλ᾽ οὐδὲ μόνην αὐτὴν τῷ τοιούτῳ πάθει ἐνσχεθῆναι σημαίνει, ἀλλ᾽ ἐκ πολλῶν καρδιῶν διαλογισμοὺς ἀμφιβολίας τε καὶ διχονοίας ἀναφανῆναι προλέγει· ὡς ἂν ἐν τῷ διαφόρῳ τῶν περὶ αὐτοῦ ὑπολήψεων, μή τινα κλόνον σχοίη ἡ Θεομήτωρ Παρθένος.