Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Θεόδωρον

Γρηγόριος ὁ Νύσσης

Βίος, ομολογία και η πυρπόληση του ειδωλολατρικού ναού

Αναφορά στην καταγωγή και τη στρατιωτική ιδιότητα του αγίου, η πρώτη του ανάκριση, η υπεράσπιση της πίστεως και η θαρραλέα ενέργεια του εμπρησμού του ναού της μητέρας των θεών στην Αμάσεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἀλλ᾽ ὁ φρονῶν οὕτως, ἐκ τῶν μικρῶν τὰ μεγάλα κατάμαθε, ἐκ τῶν σκιῶν τὰ ἀρχέτυπα νόησον. Τίς τῶν βασιλέων τοιαύτην τιμᾶται τιμήν; τίς τῶν καθ᾽ ὑπερβολὴν ἐν ἀνθρώποις φανέντων τοιαύτῃ μνήμῃ δοξάζεται; τίς τῶν στρατηγῶν τῶν πόλεις τειχήρεις ἑλόντων, καὶ ἔθνη δουλωσαμένων μυρία, οὕτως ἐστὶν ἀοίδιμος, ὡς ὁ στρατιώτης οὗτος, ὁ πένης, ὁ νεόλεκτος, ὃν Παῦλος ὥπλισεν, ὃν ἄγγελοι πρὸς τὸν ἀγῶνα ἤλειψαν, καὶ νικήσαντα Χριστὸς ἐστεφάνωσεν; Μᾶλλον δὲ ἐπειδὴ ἐγγὺς ἐγενόμην τῷ λόγῳ τῶν ἀγώνων τοῦ μάρτυρος, φέρε, τὰ κοινὰ καταλιπόντες, τὸν ἐξαίρετον τοῦ ἁγίου λόγον ποιήσωμεν· φίλον γὰρ ἑκάστῳ τὸ ἴδιον.

Πατρὶς τοίνυν τῷ γενναίῳ, ἡ πρὸς ἥλιον ἀνίσχουσα χώρα· εὐγενὴς γὰρ καὶ οὗτος κατὰ τὸν Ἰὼβ τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ τῆς πατρίδος ἐκείνῳ κοινωνῶν, οὐκ ἀπελείφθη τῆς τοῦ ἤθους μιμήσεως. Νῦν δὲ πάσῃ τῇ οἰκουμένῃ ἐστὶ μάρτυς κοινὸς τῆς ὑφ᾽ ἡλίῳ πολίτης· ληφθεὶς δὲ ἐκεῖθεν πρὸς ὁπλιτικοὺς καταλόγους, οὕτω μετὰ τοῦ ἰδίου τάγματος πρὸς τὴν ἡμετέραν διέβη χώραν, τῆς χειμερινῆς ἀναπαύσεως τοῖς στρατιώταις ἐνθάδε παρὰ τῶν κρατούντων διαταχθείσης.

Πολέμου δὲ κινηθέντος ἀθρόον, οὐκ ἐξ ἐφόδου βαρβαρικῆς, ἀλλ᾽ ἐκ νόμου Σατανικοῦ, καὶ δόγματος θεομάχου (πᾶς γὰρ Χριστιανὸς ἠλαύνετο τῷ δυσσεβεῖ γράμματι, καὶ πρὸς θάνατον ἤγετο)· τότε δὴ, τότε ὁ τρισμακάριος οὗτος, γνώριμος ὢν ἐπ᾽ εὐσεβεία, καὶ τὴν πίστιν τὴν εἰς Χριστὸν πανταχοῦ περιφέρων, μόνον οὐκ ἐπὶ τοῦ μετώπου τὴν ὁμολογίαν γραψάμενος, οὐκέτι νεόλεκτος ἦν τὴν ἀνδρείαν, οὐδὲ ἄπειρος πολέμου καὶ μάχης· ἀλλὰ γενναῖος τὴν ψυχὴν, ἰσχυρὰν ποιησάμενος πρὸς τοὺς κινδύνους τὴν ἔνστασιν, οὐχ ὑφειμένος, οὐ δειλιῶν, οὐ λόγον ἀπαῤῥησίαστον προβαλλόμενος. Ὡς γὰρ ἐκάθισε τὸ πονηρὸν ἐκεῖνο δικαστήριον, ὅ τε ἡγεμὼν καὶ ὁ ταξίαρχος εἰς ταὐτὸ συνελθόντες, ὡς Ἡρώδης ποτὲ καὶ Πιλάτος, τὸν δοῦλον τοῦ σταυρωθέντος, εἰς κρίσιν ὁμοίαν τοῦ Δεσπότου κατέστησαν. «Καὶ λέγε,» φησὶ, «πόθεν σοι θρασύτητος καὶ τόλμης ἐγγινομένης, εἰς τὸν βασιλικὸν ἐξυβρίζεις νόμον, οὐχ ὑποκύπτεις δὲ τρέμων τοῖς τοῦ Δεσπότου προστάγμασιν, οὐδὲ προσκυνεῖς κατὰ τὸ δοκοῦν τοῖς κρατοῦσιν;» Οἱ γὰρ ἀμφὶ Μαξιμιανὸν τότε τῆς βασιλείας ἡγοῦντο. Ὃς στεῤῥῷ τῷ προσώπῳ καὶ ἀκατα[π]λήκτῳ τῇ γνώμῃ, εὔστοχον τὴν ἀπόκρισιν τοῖς λεχθεῖσιν ἐπέθηκεν· «Θεοὺς μὲν οὐκ οἶδα (οὐδὲ γὰρ εἰσὶ κατὰ τὴν ἀλήθειαν)· δαίμονας δὲ ὑμεῖς ἀπατεῶνας πλανᾶσθε τῇ τοῦ Θεοῦ τιμῶντες προσηγορίᾳ· ἐμοὶ δὲ Θεὸς ὁ Χριστὸς, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός.

Ὑπὲρ τῆς εὐσεβείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω, καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν· καθ᾽ ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ τὴν ὑπομονήν.» Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι· καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγκαν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα, καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευόμενοι τὸ πρακτέον· εἷς τις τῶν ἐν τέλει στρατιώτης κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπόκρισιν τὴν τοῦ μάρτυρος, «Ἔστι γὰρ,» ἔφη, «Υἱὸς, ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄνθρωπος ἐμπαθῶς;» —«Ἐμπαθῶς μὲν ὁ ἐμὸς,» ἔφη, «Θεὸς οὐκ ἐγέννησεν· ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ θεοπρεπῆ λέγω τὴν γέννησιν· σὺ, ὦ νηπιώδη τὸν λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ καὶ θήλειαν ὁμολογῶν θεὰν, καὶ ὡς μητέρα δώδεκα παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαίμονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὕας εὐκόλως καὶ ἐγκυϊσκομένην καὶ ἀποτίκτουσαν;» Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι φιλανθρωπίας οἱ τύραννοι, «Ὀλίγος,» φασὶ, «πρὸς διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός· ἴσως κατὰ σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλτιον.»

Μανίαν γὰρ οἱ ἔκφρονες τὴν σωφροσύνην ἐκάλουν· ἔκστασιν δὲ καὶ παραφορὰν, τὴν εὐλάβειαν· ὥσπερ ὅταν οἱ μεθύοντες, τὸ ἴδιον πάθος τοῖς νήφουσιν ὀνειδίζωσιν. Ἀλλ᾽ ὁ εὐσεβὴς ἄνθρωπος καὶ τοῦ Χριστοῦ στρατιώτης, εἰς ἀνδρικὴν πρᾶξιν τῇ δοθείσῃ σχολῇ κατεχρήσατο. Ποίᾳ ταύτῃ; Καιρὸς ὑμῖν μετ᾽ εὐφροσύνης ὑποδέξασθαι τὸ διήγημα· Τῇ μυθευομένῃ μητρὶ τῶν θεῶν, ναὸς ἦν ἐπὶ τῆς μετροπόλεως Ἀμασείας, ὃν οἱ τότε πλανώμενοι, αὐτοῦ που περὶ τὰς ὄχθας τοῦ ποταμοῦ τῇ ματαιότητι κατεσκεύασαν.

Τοῦτον ὁ γενναῖος, ἐν τῷ τῆς δοθείσης ἀδείας καιρῷ ἐπιτηρήσας εὔκαιρον ὥραν, καὶ αὖραν ἐπίφορον, ἐμπρήσας κατέφλεξεν, ἔργῳ τοῖς ἀλιτηρίοις δοὺς τὴν ἀπόκρισιν, ἣν πάντως ἀνέμενον μετὰ τὴν διάσκεψιν. Ἐπιδήλου δὲ τοῦ πράγματος ταχέως ἅπασι γενομένου (καὶ γὰρ ἐν τῷ μέσῳ τῆς πόλεως φανερώτατον ἐξήφθη τὸ πῦρ), οὐκ ἐπεκρύψατο τὴν ἐγχείρησιν, οὐδὲ ἐσπούδασε τὸ λαθεῖν· ἀλλ᾽ ἔνδηλος ἦν, καὶ σφόδρα γε τῷ κατορθώματι γαυριῶν, καὶ ὑπερχαίρων τῇ ταραχῇ τῶν ἀθέων, ἣν ἐταράττοντο, τῷ ναῷ περιαλγοῦντες καὶ τῷ ξοάνῳ. Καὶ μέντοι κατεμηνύθη τοῖς ἄρχουσιν, ὡς αὐτουργήσας τὸν ἐμπρησμόν· καὶ πάλιν κριτήριον φοβερώτερον τοῦ προτέρου· ὥσπερ οὖν καὶ εἰκὸς, ἐπισυμβάντος τηλικούτου τοῦ παροξύναντος.