Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν μακάριον Μελέτιον ἐπίσκοπον Ἀντιοχείας ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Ο θρήνος της Αντιοχείας και οι αγώνες του Μελετίου υπέρ της πίστεως

Περιγράφεται η οδύνη της τοπικής Εκκλησίας που στερείται τη ζωντανή πνευματική κιβωτό της. Γίνεται αναδρομή στη στενή σχέση με τον ποιμένα της, τις διαδοχικές εξορίες και τους διωγμούς, και ακολουθούν βιβλικοί θρήνοι για την ερήμωση του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

ποῦ ἡ εὐπροσήγορος δεξιὰ τῇ τοῦ στόματος εὐλογίᾳ τοὺς δακτύλους συνεπισείουσα; προάγομαι δὲ ὡς ἐπὶ σκηνῆς ἀναβοῆσαι τὴν συμφοράν. ἐλεῶ σε, ὦ ἐκκλησία· πρὸς σὲ λέγω τὴν Ἀντιόχου πόλιν· ἐλεῶ σε τῆς ἀθρόας ταύτης μεταβολῆς. πῶς ἀπεκοσμήθη τὸ κάλλος; πῶς ἀπεσυλήθη ὁ κόσμος; πῶς ἐξαίφνης ἀπερρύη τὸ ἄνθος; ὄντως Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. τίς ὀφθαλμὸς πονηρός, τίς βασκανία κακὴ κατὰ τῆς ἐκκλησίας ἐκείνης ἐκώμασεν; οἷα ἀνθ᾽ οἵων ἠλλάξατο. ἐξέλιπεν ἡ πηγή. ἐξηράνθη ὁ ποταμός. πάλιν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ. ὢ δυστυχοῦς ἀγγελίας ἐκείνης τῆς διαγγελούσης τῇ ἐκκλησίᾳ τὸ πάθος. τίς ἐρεῖ τοῖς τέκνοις ὅτι ἀπωρφανίσθησαν; τίς ἀπαγγελεῖ τῇ νύμφῃ ὅτι ἐχήρευσεν; ὢ τῶν κακῶν. τί ἐξέπεμψαν; καὶ τί ὑποδέχονται; κιβωτὸν προέπεμψαν καὶ σορὸν ὑποδέχονται. κιβωτὸς γὰρ ἦν, ἀδελφοί, ὁ τοῦ θεοῦ ἄνθρωπος· κιβωτός, περιέχων ἐν ἑαυτῷ τὰ θεῖα μυστήρια. ἐκεῖ ἡ στάμνος ἡ χρυσῆ, πλήρης τοῦ θείου μάννα, πλήρης τῆς οὐρανίου τροφῆς. ἐν ἐκείνῃ αἱ πλάκες τῆς διαθήκης ἐν ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμέναι πνεύματι θεοῦ ζῶντος, οὐ μέλανι· οὐδὲν γὰρ τῇ καθαρότητι τῆς καρδίας ζοφῶδες καὶ μέλαν ἐνεκέκαυτο νόημα· ἐν ἐκείνῃ ἡ ῥάβδος τῆς ἱερωσύνης ἡ ἐν ταῖς χερσὶ ταῖς ἐκείνου βλαστήσασα. καὶ εἴ τι ἄλλο τὴν κιβωτὸν ἔχειν ἀκούομεν, πάντα τῇ ψυχῇ τοῦ ἀνδρὸς περιείληπτο.

Ἀλλ᾽ ἀντ᾽ ἐκείνων τί; σιωπάτω ὁ λόγος. σινδόνες καθαραὶ καὶ τὰ ἐκ σηρῶν ὑφάσματα, μύρων καὶ ἀρωμάτων δαψίλεια, γυναικὸς φιλοτιμία κοσμίας τε καὶ εὐσχήμονος· εἰρήσεται γάρ, ὡς ἂν καὶ ταῦτα γένοιτο εἰς μαρτυρίαν αὐτῇ, ὃ περὶ τὸν ἱερέα ἐποίησεν δαψιλῶς τὴν ἀλάβαστρον τοῦ μύρου τῆς τοῦ ἱερέως κεφαλῆς καταχέασα. ἀλλὰ τὸ ἐν τούτοις διασῳζόμενον, τί; ὀστέα νεκρὰ καὶ πρὸ τοῦ θανάτου προμεμελετηκότα τὴν νέκρωσιν, τὰ λυπηρὰ τῶν συμφορῶν ἡμῶν μνημόσυνα. ὢ οἵα φωνὴ πάλιν ἐν Ῥαμὰ ἀκουσθήσεται· Ῥαχὴλ κλαίουσα οὐχὶ τὰ τέκνα ἑαυτῆς ἀλλὰ τὸν ἄνδρα καὶ οὐ προσιεμένη παράκλησιν. ἄφετε, οἱ παρακαλοῦντες, ἄφετε. μὴ κατισχύσητε παρακαλέσαι. βαρὺ πενθείτω ἡ χήρα. αἰσθέσθω τῆς ζημίας, ἣν ἐζημίωται· καίτοι οὐκ ἀμελέτητός ἐστι τοῦ χωρισμοῦ ἐν τοῖς ἀγῶσι τοῦ ἀθλητοῦ προεθισθεῖσα φέρειν τὴν μόνωσιν. μέμνησθε πάντως ὅπως ὑμῖν ὁ πρὸ ἡμῶν λόγος τοὺς ἀγῶνας τοῦ ἀνδρὸς διηγήσατο, ὅτι διὰ πάντων τιμῶν τὴν ἁγίαν τριάδα καὶ ἐν τῷ ἀριθμῷ τῶν ἀγώνων τὴν τιμὴν διεσώσατο τρισὶ πειρασμῶν προσβολαῖς ἐναθλήσας. ἠκούσατε τὴν ἀκολουθίαν τῶν πόνων, οἷος ἐν πρώτοις, οἷος ἐν μέσοις, ἐν τελευταίοις οἷος ἦν.

περιττὴν κρίνω τὴν ἐπανάληψιν τῶν εἰρημένων καλῶς, ἀλλὰ τοσοῦτον εἰπεῖν μόνον ἴσως οὐκ ἄκαιρον· ὅτε τὸ πρῶτον εἶδεν ἡ σώφρων ἐκκλησία ἐκείνη τὸν ἄνδρα, εἶδε πρόσωπον ἀληθῶς ἐν εἰκόνι θεοῦ μεμορφωμένον, εἶδεν ἀγάπην πηγάζουσαν, εἶδε χάριν περικεχυμένην τοῖς χείλεσιν, ταπεινοφροσύνης τὸν ἀκρότατον ὅρον, μεθ᾽ ὃν οὐκ ἔστιν ἐπινοῆσαι τὸ πλέον· κατὰ τὸν Δαβὶδ τὴν πραότητα, κατὰ τὸν Σολομῶντα τὴν σύνεσιν, κατὰ τὸν Μωϋσέα τὴν ἀγαθότητα, κατὰ τὸν Σαμουὴλ τὴν ἀκρίβειαν, κατὰ τὸν Ἰωσὴφ τὴν σωφροσύνην, κατὰ τὸν Δανιὴλ τὴν σοφίαν, κατὰ τὸν μέγαν Ἠλίαν ἐν τῷ ζήλῳ τῆς πίστεως, κατὰ τὸν ὑψηλὸν Ἰωάννην ἐν τῇ ἀφθορίᾳ τοῦ σώματος,· εἶδε τοσούτων ἀγαθῶν συνδρομὴν περὶ μίαν ψυχήν· ἐτρώθη τῷ μακαρίῳ ἔρωτι ἐν τῇ ἁγνῇ καὶ ἀγαθῇ φιλοφροσύνῃ τὸν νυμφίον ἑαυτῆς ἀγαπήσασα. ἀλλὰ πρὶν τὴν ἐπιθυμίαν ἐμπλῆσαι, πρὶν ἀναπαῦσαι τὸν πόθον, ἔτι τῷ φίλτρῳ ζέουσα, κατελείφθη μόνη τῶν πειρασμῶν τὸν ἀθλητὴν ἐπὶ τοὺς ἀγῶνας καλούντων. καὶ ὁ μὲν ἐνήθλει τοῖς ὑπὲρ τῆς ἀληθείας ἱδρῶσιν, ἡ δὲ ὑπέμενεν ἐν σωφροσύνῃ τὸν γάμον φυλάσσουσα. χρόνος ἦν ἐν τῷ μέσῳ πολὺς καί τις μοιχικῶς κατεπεχείρει τῆς ἀχράντου παστάδος. ἀλλ᾽ ἡ νύμφη οὐκ ἐμιαίνετο. καὶ πάλιν ἐπάνοδος καὶ πάλιν φυγὴ καὶ ἐκ τρίτου ὡσαύτως, ἕως διασχὼν τὸν αἱρετικὸν ζόφον ὁ κύριος καὶ τὴν ἀκτῖνα τῆς εἰρήνης ἐπιβαλὼν ἔδωκεν ἀνάπαυσίν τινα τῶν μακρῶν πόνων ἐλπίζειν.

ἀλλ᾽ ἐπειδὴ πάλιν εἶδον ἀλλήλους καὶ ἀνενεώθησαν εὐφροσύναι καὶ θυμηδίαι πνευματικαὶ καὶ πάλιν ἀνεφλέχθη ὁ πόθος, εὐθὺς διακόπτει τὴν ἀπόλαυσιν ἡ ἐσχάτη αὕτη ἀποδημία. ἦλθε νυμφοστολήσων ὑμᾶς καὶ οὐ διήμαρτε τοῦ σπουδάσματος. ἐπέθηκε τῇ καλῇ συζυγίᾳ τοὺς τῆς εὐλογίας στεφάνους. ἐμιμήσατο τὸν δεσπότην τὸν ἴδιον. ὡς ἐν Κανᾶ τῆς Γαλιλαίας ὁ κύριος, οὕτως καὶ ἐνταῦθα ὁ μιμητὴς τοῦ κυρίου. τὰς γὰρ Ἰουδαϊκὰς ὑδρίας τοῦ αἱρετικοῦ ὕδατος πεπληρωμένας πλήρεις τοῦ ἀκηράτου οἴνου ἐποίησεν ἐν τῇ δυνάμει τῆς πίστεως μεταποιήσας τὴν φύσιν. ἔστησεν ἐν ὑμῖν πολλάκις κρατῆρα νηφάλιον τῇ γλυκείᾳ ἑαυτοῦ φωνῇ δαψιλῶς οἰνοχοήσας τὴν χάριν. πολλάκις ὑμῖν προεθήκατο τὴν λογικὴν πανδαισίαν. ὁ μὲν εὐλογῶν καθηγεῖτο, οἱ δὲ καλοὶ οὗτοι μαθηταὶ διηκόνουν τοῖς ὄχλοις λεπτοποιοῦντες τὸν λόγον. καὶ ἡμεῖς ηὐφραινόμεθα τὴν τοῦ γένους ὑμῶν δόξαν οἰκείαν ποιούμενοι.

Ὡς καλὰ μέχρι τούτου τὰ διηγήματα. ὡς μακάριον ἦν τούτοις ἐναπολῆξαι τὸν λόγον. ἀλλὰ μετὰ ταῦτα τί; Καλέσατε τὰς θρηνούσας, ὁ Ἰερεμίας φησίν. οὐ γὰρ ἔστιν ἄλλως φλεγομένην καρδίαν καταπεφθῆναι ὑπὸ τοῦ πάθους οἰδαίνουσαν, μὴ στεναγμοῖς καὶ δακρύοις κουφιζομένην. τότε παρεμυθεῖτο τὸν χωρισμὸν ἡ τῆς ἐπανόδου ἐλπίς, νυνὶ δὲ τὸν ἔσχατον ἡμῶν χωρισμὸν ἀπεσχίσθη. χάσμα μέγα μεταξὺ αὐτοῦ τε καὶ τῆς ἐκκλησίας κατὰ τὸ μέσον ἐστήρικται. ὁ μὲν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἀναπαύεται, ὁ δὲ διακομίζων τὴν σταγόνα τοῦ ὕδατος, ἵνα καταψύξῃ τῶν ὀδυνωμένων τὴν γλῶσσαν, οὐκ ἔστιν. οἴχεται τὸ κάλλος ἐκεῖνο, σιγᾷ ἡ φωνή, μέμυκε τὰ χείλη, ἀπέπτη ἡ χάρις, διήγημα γέγονεν ἡ εὐκληρία. ἐλύπει ποτὲ καὶ τὸν Ἰσραηλίτην λαὸν Ἠλίας ἀπὸ γῆς πρὸς τὸν θεὸν ἀνιπτάμενος. ἀλλὰ παρεμυθεῖτο τὸν χωρισμὸν Ἐλισσαῖος τῇ μηλωτῇ τοῦ διδασκάλου κοσμούμενος. νυνὶ δὲ τὸ τραῦμα ὑπὲρ θεραπείαν ἐστίν, ὅτι καὶ Ἠλίας ἀνελήφθη καὶ Ἐλισσαῖος οὐχ ὑπελείφθη. ἠκούσατε τοῦ Ἰερεμίου φωνάς τινας σκυθρωπὰς καὶ γοώδεις, αἷς ἐρημωθεῖσαν τὴν πόλιν Ἱεροσολυμιτῶν κατεθρήνησεν, ὃς ἄλλα τέ τινα περιπαθῶς διεξῆλθε καὶ τοῦτό φησιν· Ὁδοὶ Σιὼν πενθοῦσιν. ταῦτα τότε μὲν εἴρηται, νῦν δὲ πεπλήρωται.

ὅταν γὰρ περιαγγείλῃ τὸ πάθος ἡ φήμη, τότε πλήρεις ἔσονται αἱ ὁδοὶ τῶν πενθούντων καὶ προχυθήσονται οἱ ὑπ᾽ αὐτοῦ ποιμαινόμενοι τὴν τῶν Νινευϊτῶν φωνὴν ἐπὶ τοῦ πάθους μιμούμενοι, μᾶλλον δὲ κἀκείνων ἀλγεινότερον ὀδυνώμενοι. τοῖς μὲν γὰρ ὁ θρῆνος τὸν φόβον ἔλυσεν, τούτοις δὲ λύσις οὐδεμία τῶν κακῶν ἀπὸ τῶν θρήνων ἐλπίζεται. οἶδά τινα τοῦ Ἰερεμίου καὶ ἄλλην φωνὴν ταῖς βίβλοις οὖσαν τῶν ψαλμῶν ἐναρίθμιον, ἣν ἐπὶ τῇ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἐποιήσατο, ὅτε ἐπὶ τῶν Βαβυλωνίων ποταμῶν καθήμενοι τὴν μνήμην τῶν ἰδίων ἀγαθῶν ἀπεκλάοντο. φησὶ δὲ ὁ λόγος ὅτι Ἐν ἰτέαις ἐκρεμάσαμεν ἑαυτῶν τὰ ὄργανα, σιωπὴν ἑαυτῶν τε καὶ τῶν ὀργάνων καταδικάσαντες. ἐμὴν ποιοῦμαι τὴν ᾠδὴν ταύτην. ἐὰν γὰρ ἴδω τὴν αἱρετικὴν σύγχυσιν (Βαβυλὼν δέ ἐστιν ἡ σύγχυσις) καὶ ἐὰν ἴδω τοὺς πειρασμοὺς τοὺς διὰ τῆς συγχύσεως ῥέοντας, ταῦτα ἐκεῖνά φημι τὰ Βαβυλώνια ῥεύματα, οἷς προσκαθήμενοι κλαίομεν, ὅτι τὸν διάγοντα ἡμᾶς διὰ τούτων οὐκ ἔχομεν. κἂν τὰς ἰτέας εἴπῃς καὶ τὰ ἐπὶ τούτων ὄργανα, ἐμὸν καὶ τοῦτο τὸ αἴνιγμα. ὄντως γὰρ ἐν ἰτέαις ὁ βίος. δένδρον γὰρ ἄκαρπον ἡ ἰτέα ἐστίν. ἡμῶν δὲ ἀπερρύη τῆς ζωῆς ὁ γλυκὺς καρπός. οὐκοῦν ἰτέαι γεγόναμεν ἄκαρποι ἀργὰ καὶ ἀκίνητα τὰ τῆς ἀγάπης ὄργανα ἐπὶ τῶν ξύλων κρεμάσαντες. Ἐὰν ἐπιλάθωμαί σου, φησίν, Ἰερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου.

δότε μοι μικρὸν ὑπαλλάξαι τὸ γεγραμμένον, ὅτι οὐχ ἡμεῖς τῆς δεξιᾶς, ἀλλ᾽ ἡ δεξιὰ ἡμῶν ἐπιλέλησται, καὶ ἡ γλῶσσα τῷ ἰδίῳ λάρυγγι κολληθεῖσα τὰς τῆς φωνῆς διεξόδους ἀπέφραξεν, ἵνα μηκέτι ἡμεῖς τῆς γλυκείας ἐκείνης φωνῆς πάλιν ἀκούσωμεν.