Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η νοητή Σκηνή και η ιερατική τελειότητα

Ο Χριστός ως η αληθινή Σκηνή και η λεπτομερής πνευματική ερμηνεία του διακόσμου και των συμβόλων της αρχιερατικής στολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 13 από 18

Τίς οὖν ἡ ἀχειροποίητος ἐκείνη σκηνή, ἡ παραδεικνυμένη τῷ Μωϋσεῖ κατὰ τὸ ὄρος, πρὸς ἣν κελεύεται βλέπων ὡσανεὶ ἀρχέτυπον διὰ τῆς χειροκμήτου κατασκευῆς δεῖξαι τὸ ἀχειροποίητον θαῦμα. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Στύλοι χρύσεοι, βάσεσιν ἀργυραῖς ἐνερηρεισμένοι καὶ κεφαλαῖς ὡσαύτως ἀργυραῖς ἐπιπρέποντες. Πάλιν ἕτεροι στύλοι, ὧν κεφαλαὶ μὲν καὶ βάσεις ἐκ χαλκοῦ τῆς ὕλης, τὸ δὲ διὰ μέσου τῶν ἄκρων ἄργυρος. Πᾶσι δὲ τούτοις ἔρεισμα μὲν ξύλον ἦν σηπεδόνα μὴ προσδεχόμενον, ἐν κύκλῳ δὲ κατὰ τὸ φαινόμενον ἡ αὐγὴ τῶν τοιούτων ὑλῶν περιεκέχυτο.

Καὶ κιβωτός τις ὡσαύτως ἐν ἀκηράτῳ στίλβουσα τῷ χρυσῷ, τὸ δὲ διερεῖδον τὴν τοῦ χρυσοῦ περιβολὴν καὶ αὐτὸ ξύλον ἦν σῆψιν οὐ προσδεχόμενον. Λυχνία τις ἐπὶ τούτοις, μία μὲν κατὰ τὸν πυθμένα τῆς βάσεως, ἑπτὰ δὲ κλάδοις κατὰ τὸ ἄκρον διῃρημένη, ἰσαρίθμους λύχνους ἐπὶ τῶν κλάδων ἀνέχουσα. Χρυσὸς δὲ ἦν τῆς λυχνίας ἡ ὕλη, οὐδὲν τῆς κατασκευῆς κοῖλον ἔχων οὐδὲ ξύλῳ διερειδόμενον. Θυσιαστήριον δὲ πρὸς τούτοις καὶ ἱλαστήριον καὶ τὰ λεγόμενα χερουβὶμ ὧν ταῖς πτέρυξιν ἡ κιβωτὸς ἐσκιάζετο. Πάντα ταῦτα χρυσὸς ἦν, οὐκ ἐπιπόλαιον παρέχων τῇ ἐπιφανείᾳ τὴν εὔχροιαν, ἀλλὰ δι᾽ ὅλου ὁ αὐτὸς ἦν, μέχρι τοῦ βάθους διηκούσης τῆς ὕλης.

Ποικίλα τε πρὸς τούτοις ἐξ ὑφαντικῆς φιλοτεχνίας καταπετάσματα, διαφόρων ἄνθων ἐπαλλήλοις πρὸς τὴν τοῦ ὑφάσματος ὥραν συμπλεκομένων, οἷς διεκρίνετο τῆς σκηνῆς ὅσον ὁρατόν τε καὶ βάσιμόν τισι τῶν ἱερουργούντων ἦν καὶ ὅσον ἄδυτόν τε καὶ ἀνεπίβατον. Ὄνομα δὲ τῷ μὲν προτεταγμένῳ Ἅγιον ἦν, τῷ δὲ ἀποκεκρυμμένῳ Ἅγιον ἁγίων.

Λουτῆρες ἐπὶ τούτοις καὶ πυρεῖα καὶ ἡ ἔξωθεν τῶν αὐλαίων περιβολὴ καὶ δέρρεις ἐκ τριχῶν καὶ δέρματα πεφοινιγμένα τῷ ἐρυθήματι, καὶ ὅσα ἄλλα διασκευάζει τῷ λόγῳ, τίς ἂν δι᾽ ἀκριβείας λόγος κατανοήσειε;

Ποίων ἀχειροποιήτων ἐστὶ ταῦτα μιμήματα; Καὶ τί φέρει τοῖς ὁρῶσι κέρδος τῶν ἐκεῖ ὀφθέντων ὑπὸ τοῦ Μωϋσέως ἡ διὰ τῆς ὕλης μίμησις; Ἀλλ᾽ ἐμοὶ δοκεῖ καλῶς ἔχειν τὸν μὲν ἀκριβῆ περὶ τούτων λόγον καταλιπεῖν ἐκείνοις οἳ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾶν δύναμιν ἔχουσιν, εἰ δή τις τοιοῦτός ἐστιν, ὡς Πνεύματι λαλεῖν μυστήρια, καθώς φησιν ὁ Ἀπόστολος. Ὃ δὲ παρ᾽ ἡμῶν στοχαστικῶς ὑπονοούντων περὶ τοῦ προκειμένου νοήματος λέγεται, τοῦτο ἐπὶ τῇ κρίσει τῶν ἐντυγχανόντων ποιήσομεν, ὡς ἢ ἀπόβλητον ἢ ἀποδεκτὸν νομισθῆναι, ὅπως ἂν ἡ διάνοια τοῦ κρίνειν ἐπεσκεμμένου λογίσηται.

Φαμὲν τοίνυν, ἐν μέρει τὸ ἐν τούτοις μυστήριον τοῦ Παύλου παραγυμνώσαντος βραχεῖαν ἐκ τῶν εἰρημένων ἀφορμὴν λαβόντες, ὅτι ἐν τύπῳ προεπαιδεύθη Μωϋσῆς τὸ περὶ τῆς σκηνῆς τῆς τὸ πᾶν περιεχούσης μυστήριον. Αὕτη δ᾽ ἂν εἴη Χριστός, ἡ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἥ, ἀχειροποίητος οὖσα κατὰ τὴν ἰδίαν φύσιν, δέχεται τὸ κατασκευασθῆναι, ὅταν ἐν ἡμῖν δέῃ τὴν σκηνὴν ταύτην παγῆναι, ὥστε τὴν αὐτὴν τρόπον τινὰ καὶ ἀκατάσκευον καὶ κατεσκευασμένην εἶναι, τῷ μὲν προϋπάρχειν ἄκτιστον, τῷ δὲ ὑλικὴν ταύτην δέξασθαι σύστασιν κτίστην γενομένην.

Τάχα οὐκ ἀσαφὲς τὸ λεγόμενον τοῖς παραδεξαμένοις ἀκριβῶς τὸ τῆς πίστεως ἡμῶν μυστήριον. Ἓν γάρ ἐστιν ἐκ πάντων, ὃ καὶ πρὸ αἰώνων ἦν καὶ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων ἐγένετο, ὃ τοῦ μὲν γενέσθαι χρονικῶς οὐκ ἐδέετο (πῶς γὰρ ἂν τὸ πρὸ χρόνων καὶ αἰώνων δεηθείη χρονικῆς γενέσεως;), δι᾽ ἡμᾶς δὲ τοὺς ἐξ ἀβουλίας τοῦ εἶναι παραφθαρέντας ἀνεδέξατο τὸ καθ᾽ ἡμᾶς γενέσθαι, ἵνα τὸ ἔξω τοῦ ὄντος γενόμενον εἰς τὸ ὂν πάλιν ἐπαναγάγῃ. Τοῦτο δέ ἐστιν ὁ Μονογενὴς Θεός, ὁ ἐν αὐτῷ μὲν περιέχων τὸ πᾶν, πηξάμενος δὲ καὶ ἐν ἡμῖν τὴν ἰδίαν σκηνήν.

Εἰ δὲ σκηνὴ τὸ τοσοῦτον ἀγαθὸν ὀνομάζεται, ταρασσέσθω μηδὲν ὁ φιλόχριστος, ὡς κατασμικρυνούσης τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Θεοῦ τῆς ἐγκειμένης τῇ λέξει ἐμφάσεως. Οὐδὲ γὰρ ἄλλο τι τῶν ὀνομάτων ἄξιον τῆς φύσεως τοῦ σημαινομένου ἐστίν, ἀλλὰ πάντα ὁμοίως ἀποπέπτωκε τῆς ἀκριβοῦς σημασίας, τά τε μικρὰ νομιζόμενα καὶ οἷς τι μέγεθος νοημάτων ἐξ ὑπολήψεως ἐνορᾶται.

Ἀλλ᾽ ὥσπερ τὰ ἄλλα πάντα, κατά τι σημαινόμενον, ἕκαστον εὐσεβῶς πρὸς ἔνδειξιν τῆς θείας δυνάμεως λέγεται, οἷον ὁ ἰατρός, ὁ ποιμήν, ὁ ὑπερασπιστής, ὁ ἄρτος, ἡ ἄμπελος, ἡ ὁδός, ἡ θύρα, ἡ μονή, τὸ ὕδωρ, ἡ πέτρα, ἡ πηγὴ καὶ ὅσα ἄλλα περὶ αὐτοῦ λέγεται, οὕτω κατά τινα θεοπρεπῆ σημασίαν καὶ τῷ τῆς σκηνῆς κατονομάζεται ῥήματι. Ἡ γὰρ περιεκτικὴ τῶν ὄντων δύναμις ἐν ᾗ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ἡ κοινὴ τοῦ παντὸς σκέπη, ὁ ἐν αὐτῷ τὸ πᾶν περιέχων, σκηνὴ κυρίως κατονομάζεται.

Ἀνάγκη δὲ πρόσφορον εἶναι τῷ ὀνόματι τὴν ὀπτασίαν, ἑκάστου τῶν ὀφθέντων πρός τινα θεοπρεποῦς ὑπολήψεως θεωρίαν χειραγωγοῦντος. Ἐπεὶ οὖν ὁ μέγας Ἀπόστολος τὸ καταπέτασμα τῆς κάτω σκηνῆς τὴν σάρκα φησὶν εἶναι, διὰ τὸ ἐκ ποικίλων, οἶμαι, τῶν τεσσάρων στοιχείων ἔχειν τὴν σύστασιν, ταχὰ καὶ αὐτὸς ἐν ὀπτασίᾳ τῆς σκηνῆς γενόμενος, ἐν τοῖς ὑπερουρανίοις ἀδύτοις, ᾧ διὰ τοῦ Πνεύματος ἀπεκαλύφθη τὰ τοῦ παραδείσου μυστήρια, καλῶς ἂν ἔχοι, τῇ μερικῇ προσέχοντας ἑρμηνείᾳ, πᾶσαν τὴν τῆς σκηνῆς θεωρίαν συναρμόζειν τῷ μέρει.

Γένοιτο δ᾽ ἂν ἡμῖν δι᾽ αὐτῶν τῶν τοῦ Ἀποστόλου λόγων ἡ τῶν τῆς σκηνῆς αἰνιγμάτων σαφήνεια. Φησὶ γάρ που περὶ τοῦ Μονογενοῦς, ὃν ἀντὶ τῆς σκηνῆς νενοήκαμεν, ὅτι· ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατά τε καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε ἐξουσίαι, εἴτε ἀρχαί, εἴτε κυριότητες, εἴτε δυνάμεις. Οὐκοῦν στύλοι ἀργυρολαμπεῖς καὶ χρυσήλατοι καὶ ἀναφορεῖς καὶ δακτύλιοι καὶ τὰ χερουβὶμ ἐκεῖνα, τὰ ταῖς πτέρυξι τὴν κιβωτὸν ἐπικρύπτοντα, καὶ τἄλλα πάντα, ὅσα ἡ τῆς σκηνοπηγίας ὑπογραφὴ περιέχει, εἰ μέν τις πρὸς τὰ ἄνω βλέποι σκοπῶν, αἱ ὑπερκόσμιοι δυνάμεις εἰσίν, αἱ ἐν τῇ σκηνῇ θεωρούμεναι, αἱ κατὰ θείαν βούλησιν τὸ πᾶν ὑπερείδουσαι.

Ἐκεῖνοι ἀληθινοὶ ἀναφορεῖς ἡμῶν, οἱ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οἱ καθάπερ δακτυλίοις τισὶ ταῖς ψυχαῖς ἡμῶν ἐνειρόμενοι τῶν σωζομένων, δι᾽ ἑαυτῶν πρὸς τὸ ὕψος τῆς ἀρετῆς τοὺς κειμένους ἐπὶ τῆς γῆς ἀναφέροντες. Χερουβὶμ δὲ εἰπὼν ὁ λόγος κατακαλύπτοντα ταῖς πτέρυξι τὰ ἐγκείμενα τῇ κιβωτῷ τῆς διαθήκης μυστήρια βεβαιοῖ τὴν ἀποδοθεῖσαν ἡμῖν περὶ τῆς σκηνῆς θεωρίαν.

Τὸ γὰρ ὄνομα τοῦτο τῶν περὶ τὴν θείαν φύσιν θεωρουμένων δυνάμεων μεμαθήκαμεν ἃς Ἠσαΐας καὶ Ἰεζεχιὴλ κατενόησαν. Ἡ δὲ κιβωτὸς τῆς διαθήκης κεκαλυμμένη ταῖς πτέρυξι μὴ ξενιζέτω τὴν ἀκοήν. Καὶ γὰρ ἐν τῷ Ἠσαΐᾳ τὸ ὅμοιον ἔστι μαθεῖν ἐν αἰνίγματι παρὰ τοῦ προφήτου περὶ τῶν πτερύγων λεγόμενον. Τὸ αὐτὸ γὰρ ἐνταῦθα μὲν κιβωτὸς διαθήκης, ἐκεῖ δὲ πρόσωπον ὀνομάζεται· καὶ καλύπτεται διὰ τῶν πτερύγων ὧδε μὲν ἡ κιβωτός, ἐκεῖ δὲ πρόσωπον, ὡς ἑνὸς ὄντος τοῦ ἐν ἀμφοτέροις νοουμένου, ὅπερ μοι δοκεῖ τὸ ἀκατάληπτον τῆς τῶν ἀπορρήτων θεωρίας αἰνίσσεσθαι.

Κἂν περὶ λύχνων ἀκούσῃς, πολυσχιδῶς ἐκ μιᾶς λυχνίας ἀνεχομένων, ὥστε ἄφθονον εἶναι καὶ δαψιλὲς τὸ φῶς πανταχόθεν λαμπόμενον, οὐκ ἂν ἁμάρτοις τὰς πολυειδεῖς τοῦ Πνεύματος μαρμαρυγὰς διαπρέπειν ταυτῇ τῇ σκηνῇ λογιζόμενος, καθὼς Ἠσαΐας φησίν, ἑπταχῇ διαιρῶν τὰς λαμπηδόνας τοῦ Πνεύματος.

Τὸ δὲ ἱλαστήριον οὐδὲ ἑρμηνείας οἶμαι προσδέεσθαι, τοῦ Ἀποστόλου τὸ κεκρυμμένον ἀπογυμνώσαντος, ὅς φησιν ὅτι· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον τῶν ψυχῶν ἡμῶν. Θυσιαστήριον δὲ καὶ θυμιατήριον ἀκούων, νοῶ τὴν διηνεκῶς ἐπιτελουμένην τῇ σκηνῇ ταύτῃ τῶν ἐπουρανίων προσκύνησιν. Οὐ γὰρ μόνον ἐπιγείων καὶ ὑποχθονίων, ἀλλὰ καὶ τῶν ἐπουρανίων τὴν γλῶσσάν φησιν ἀποπέμπειν τὸν αἶνον τῇ τῶν πάντων ἀρχῇ. Τοῦτο δέ ἐστιν ἡ κεχαρισμένη τῷ Θεῷ θυσία, τὸ κάρπωμα τῶν χειλέων, καθώς φησιν ὁ Ἀπόστολος, καὶ τῶν προσευχῶν ἡ εὐωδία.

Εἰ δὲ καὶ δέρμα ἐν τούτοις ὁρᾶται πεφοινιγμένον βαφῇ καὶ τρίχες ἐξυφανθεῖσαι, οὐδὲ οὕτως ὁ εἱρμὸς τῆς θεωρίας διακοπήσεται. Ὁ γὰρ προφητικὸς ὀφθαλμός, ἐν τῇ τῶν θείων ὀπτασίᾳ γινόμενος, ἐκεῖ κατόψεται προωρισμένον τὸ σωτήριον πάθος, ὅπερ ἐν ἑκατέρῳ τῶν εἰρημένων σημαίνεται· τοῦ μὲν ἐρυθήματος τὸ αἷμα, τῆς δὲ τριχὸς ἑρμηνευούσης τὴν νέκρωσιν. Ἄμοιρος γὰρ αἰσθήσεως ἡ θρὶξ ἐν τῷ σώματι· διὸ κυρίως νεκρότητος γίνεται σύμβολον.

Ὅταν μὲν οὖν τὴν ἄνω σκηνὴν βλέπῃ, ταῦτα διὰ τούτων ὁ προφήτης ὁρᾷ. Εἰ δέ τις τὴν κάτω σκηνὴν θεωροίη, ἐπειδὴ πολλαχῇ Χριστὸς ἡ Ἐκκλησία παρὰ τοῦ Παύλου κατονομάζεται, καλῶς ἂν ἔχοι τοὺς ὑπηρέτας τοῦ θείου μυστηρίου, οὓς καὶ στύλους τῆς Ἐκκλησίας ὀνομάζει ὁ λόγος, ἀποστόλους τε καὶ διδασκάλους καὶ προφήτας, τὰ ὀνόματα ταῦτα νομίζειν εἶναι. Οὐ γὰρ μόνον Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος στύλοι τῆς Ἐκκλησίας εἰσίν, οὐδὲ μόνος ὁ Βαπτιστὴς Ἰωάννης ὁ λύχνος ἦν ὁ καιόμενος, ἀλλὰ πάντες οἱ δι᾽ ἑαυτῶν τὴν Ἐκκλησίαν ἐρείδοντες καὶ οἱ διὰ τῶν ἰδίων ἔργων φωστῆρες γινόμενοι καὶ στύλοι καὶ λύχνοι λέγονται. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, φησὶ πρὸς τοὺς Ἀποστόλους ὁ Κύριος. Καὶ πάλιν ἑτέρους ὁ θεῖος Ἀπόστολος στύλους εἶναι διακελεύεται, λέγων· ἑδραῖοι γίνεσθε καὶ ἀμετακίνητοι. Καὶ τὸν Τιμόθεον καλὸν στύλον ἐτεκτήνατο, ποιήσας αὐτόν, καθώς φησι τῇ ἰδίᾳ φωνῇ, στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας.

Ἐν ταύτῃ τῇ σκηνῇ καὶ θυσία τῆς αἰνέσεως καὶ θυμίαμα τῆς προσευχῆς ἐν τῷ ὄρθρῳ καὶ τῇ ἑσπέρᾳ ἐνεργουμένη διὰ παντὸς καθορᾶται. Νοεῖν δὲ δίδωσι ταῦτα ὁ μέγας Δαβίδ, κατευθύνων εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ τῆς προσευχῆς τὸ θυμίαμα καὶ διὰ τῆς ἐκτάσεως τῶν χειρῶν ἱερουργῶν τὴν θυσίαν. Λουτῆρας δέ τις ἀκούων νοήσει πάντως τοὺς διὰ τοῦ μυστικοῦ ὕδατος τὸν μολυσμὸν ἀποκλύζοντας τῶν ἁμαρτιῶν. Λουτὴρ ἦν ὁ Ἰωάννης, ἐν τῷ Ἰορδάνῃ λούων τῷ τῆς μετανοίας βαπτίσματι, λουτὴρ ὁ Πέτρος, τρισχιλίους κατὰ ταὐτὸν καθάπαξ κατάγων ἐπὶ τὸ ὕδωρ, λουτὴρ τοῦ Κανδάκου ὁ Φίλιππος καὶ πάντων πάντες τῶν μετεχόντων τῆς δωρεᾶς οἱ ἐνεργοῦντες τὴν χάριν.

Τὰς δὲ αὐλαίας, αἳ διὰ τῆς μετ᾽ ἀλλήλων συμβολῆς τὴν σκηνὴν ἐν κύκλῳ διαλαμβάνουσι, τὴν ἀγαπητικήν τε καὶ εἰρηνικὴν τῶν πιστευόντων ὁμόνοιαν εἶναί τις ὑπονοῶν οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, οὕτω τοῦ Δαβὶδ ἑρμηνεύσαντος ὅς φησιν ὅτι· θεὶς τὰ ὅριά σου εἰρήνην.

Δέρμα δὲ πεφοινιγμένον καὶ δέρρεις ἀπὸ τριχῶν πρὸς κόσμον τῆς σκηνῆς συντελοῦσαι καταλλήλως ἂν νοηθεῖεν ἥ τε νέκρωσις τῆς ἁμαρτητικῆς σαρκός, ἧς αἴνιγμα τὸ πεφοιγμένον δέρμα ἐστί, καὶ ἡ τραχεῖα διαγωγὴ κατ᾽ ἐγκράτειαν, οἷς ὡραΐζεται μάλιστα ἡ τῆς Ἐκκλησίας σκηνή. Τὰ γὰρ δέρματα ζωτικὴν ἐν ἑαυτοῖς οὐκ ἔχοντα δύναμιν τὴν ἐκ φύσεως τῇ βαφῇ τοῦ ἐρυθήματος εὐανθῆ γίνεται, ὅπερ διδάσκει τὴν διὰ τοῦ Πνεύματος ἐπανθοῦσαν χάριν μὴ ἐν ἀνθρώποις γίνεσθαι, εἰ μή τινες ἑαυτοὺς τῇ ἁμαρτίᾳ νεκρώσειαν. Εἰ δὲ καὶ ἡ σώφρων αἰδὼς ἐν τῇ βαφῇ τοῦ ἐρυθήματος ὑπὸ τοῦ λόγου σημαίνεται, ἐπὶ τῷ βουλομένῳ ποιοῦμαι τὴν κρίσιν. Ἥ τε ἐκ τῶν τριχῶν συμπλοκὴ τραχύ τε καὶ δυσαφὲς ἀπεργαζομένη ἐξύφασμα τὴν τραχεῖαν ταύτην καὶ δαπανητικὴν τῶν καθομιλούντων παθῶν ἐγκράτειαν ὑπαινίσσεται. Τὰ δὲ τοιαῦτα πάντα δείκνυσιν ἐφ᾽ ἑαυτῆς ἡ ἐν παρθενίᾳ ζωή, ἡ τὴν σάρκα τῶν οὕτω βιούντων ὑπωπιάζουσα.

Εἰ δὲ τὸ ἔνδον, ὅπερ Ἅγιον ἁγίων λέγεται, τοῖς πολλοῖς ἐστιν ἀνεπίβατον, μηδὲ τοῦτο ἀπᾴδειν τῆς τῶν νοηθέντων ἀκολουθίας νομίσωμεν. Ἀληθῶς γὰρ ἅγιόν τι χρῆμά ἐστι καὶ ἁγίων ἅγιον καὶ τοῖς πολλοῖς ἄληπτόν τε καὶ ἀπρόσιτον ἡ τῶν ὄντων ἀλήθεια.

Ἧς ἐν τοῖς ἀδύτοις τε καὶ ἀπορρήτοις τῆς τοῦ μυστηρίου σκηνῆς καθιδρυμένης ἀπολυπραγμόνητον εἶναι χρὴ τῶν ὑπὲρ κατάληψιν ὄντων τὴν κατανόησιν, πιστεύοντας εἶναι μὲν τὸ ζητούμενον, οὐ μὴν τοῖς ὀφθαλμοῖς πάντων προκεῖσθαι, ἀλλ᾽ ἐν τοῖς ἀδύτοις τῆς διανοίας μένειν ἀπόρρητον.

Ταῦτα δὲ καὶ τὰ τοιαῦτα παιδευθεὶς διὰ τῆς κατὰ τὴν σκηνὴν ὀπτασίας ὁ κεκαθαρμένος ἐκεῖνος ὀφθαλμὸς τῆς Μωϋσέως ψυχῆς καὶ διὰ τῶν τοιούτων ὑψωθεὶς θεαμάτων, πάλιν πρὸς κορυφὴν ἄλλων νοημάτων ἀναβιβάζεται, τὸν στολισμὸν τῆς ἱερωσύνης ἐκπαιδευόμενος, ἐν οἷς ἐστιν ὅ τε ὑποδύτης καὶ ὁ ἐπενδύτης καὶ τὸ προστήθιον ἐκεῖνο, ταῖς ποικίλαις τῶν λίθων αἴγλαις περιλαμπόμενον, καὶ ἡ περὶ τὴν κεφαλὴν ταινία καὶ τὸ ἐπ᾽ αὐτῆς πέταλον, ἡ περισκελίς, οἱ ῥοΐσκοι, οἱ κώδωνες, εἶτα ὑπεράνω πάντων τὸ λόγιόν τε καὶ ἡ δήλωσις καὶ ἡ ἐπ᾽ ἀμφοῖν θεωρουμένη ἀλήθεια, αἵ τε συνδετικαὶ τούτων ἑκατέρωθεν ἐπωμίδες, ἐγκεκολλαμέναι τῶν πατριαρχῶν τὰ ὀνόματα, ὧν ὑποτέμνεται τὸ πλῆθος τῆς καθ᾽ ἕκαστον ἀκριβοῦς θεωρίας αὐτὰ τῆς περιβολῆς τὰ ὀνόματα. Ποῖον γὰρ σωματικῶν ἐσθημάτων ὄνομα δήλωσις ἢ λόγιον ἢ ἀλήθεια; Ἦ δηλονότι δείκνυται διὰ τούτων τὸ μὴ ταύτην τὴν αἰσθητὴν περιβολὴν διὰ τῆς ἱστορίας ἡμῖν ὑπογράφεσθαι, ἀλλά τινα κόσμον ψυχῆς διὰ τῶν κατ᾽ ἀρετὴν ἐπιτηδευμάτων ἐξυφαινόμενον.

Ὑάκινθός ἐστιν ἡ τοῦ ποδήρους βαφή. Φασὶ δέ τινες τῶν πρὸ ἡμῶν τεθεωρηκότων τὸν λόγον τὸν ἀέρα σημαίνεσθαι τῇ βαφῇ. Ἐγὼ δὲ εἰ μέν τι τὸ τοιοῦτον τοῦ χρώματος ἄνθος πρὸς τὸ ἀέριον χρῶμα συγγενῶς ἔχει, ἀκριβῶς οὐκ ἔχω διϊσχυρίζεσθαι. Τὸν μέντοι λόγον οὐκ ἀποβάλλω.

Συντείνει γὰρ πρὸς τὴν κατ᾽ ἀρετὴν θεωρίαν τὸ νόημα, ὅτι βούλεται τὸν μέλλοντα τῷ Θεῷ ἱερᾶσθαι καὶ τὸ ἑαυτοῦ προσάγειν σῶμα τῇ ἱερουργίᾳ καὶ σφάγιον γίνεσθαι μὴ νεκρούμενον, ἐν τῇ ζώσῃ θυσίᾳ καὶ λογικῇ λατρείᾳ, μὴ παχείᾳ τινὶ καὶ πολυσάρκῳ τοῦ βίου περιβολῇ καταβλάπτειν τὴν ψυχήν, ἀλλ᾽ ἀπολεπτύνειν, οἷόν τι ἀράχνιον νῆμα, τῇ καθαρότητι τῆς ζωῆς πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα καὶ ἐγγὺς εἶναι πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον καὶ ἐναέριον, τὴν σωματώδη ταύτην μετακλώσαντα φύσιν ἵνα, ὅταν τῆς ἐσχάτης ἀκούσωμεν σάλπιγγος, ἀβαρεῖς τε καὶ κοῦφοι πρὸς τὴν φωνὴν τοῦ κελεύοντος εὑρεθέντες, μετάρσιοι δι᾽ ἀέρος ἅμα τῷ Κυρίῳ φερώμεθα, ὑπὸ μηδενὸς βάρους ἐπὶ τὴν γῆν καθελκόμενοι. Ὁ γάρ, κατὰ τὴν τοῦ ψαλμῳδοῦ ὑποθήκην, ἐκτήξας ὡς ἀράχνην τὴν ἑαυτοῦ ψυχήν, τὸν ἀερώδη ἐκεῖνον χιτῶνα περιεβάλετο ἐκ κεφαλῆς εἰς ἄκρους πόδας διήκοντα.

Οὐ γὰρ βούλεται κολοβοῦσθαι τὴν ἀρετὴν ὁ νόμος. Ἡ οὖν λαμπηδὼν τῶν καλῶν ἔργων οἱ χρύσεοι κώδωνές εἰσι τοῖς ῥοΐσκοις περιδονούμενοι. Δύο γάρ ἐστι ταῦτα ἐπιτηδεύματα, δι᾽ ὧν ἡ ἀρετὴ συναγείρεται, ἥ τε περὶ τὸ Θεῖον πίστις καὶ ἡ περὶ τὸν βίον συνείδησις. Τούτους προστίθησι τῷ ἐνδύματι τοῦ Τιμοθέου τοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας ὁ μέγας Παῦλος, εἰπὼν αὐτὸν ἔχειν δεῖν πίστιν καὶ ἀγαθὴν συνείδησιν. Οὐκοῦν ἡ μὲν πίστις καθαρὸν ἠχείτω καὶ μεγαλόφωνον ἐν τῷ τῆς ἁγίας Τρίαδος κηρύγματι, ὁ δὲ βίος μιμείσθω τοῦ καρποῦ τῆς ῥοιᾶς τὴν φύσιν.

Ἐκείνης γὰρ ἄβρωτός ἐστιν ἡ ἐπιφάνεια, στερρῷ τε καὶ κατεστυμμένῳ τῷ ἐλυτρῷ διειλημμένη, τὸ δὲ ἐγκείμενον ἡδὺ μὲν ὀφθῆναι τῷ ποικίλῳ τε καὶ εὐκόσμῳ τῆς τοῦ κάρπου διαθέσεως, ἥδιον δὲ τῇ γεύσει γίνεται, καταγλυκαῖνον τὴν αἴσθησιν. Ἡ δὲ φιλόσοφος καὶ κατεστυμμένη διαγωγὴ δύσληπτός τις οὖσα καὶ ἀηδὴς τῇ αἰσθήσει πλήρης ἀγαθῶν ἐλπίδων ἐστὶ κατὰ τὸν ἴδιον καιρὸν πεπανθεῖσα. Ἐπειδὰν γὰρ ὁ γεωργὸς ἡμῶν ἀναπτύξῃ τοῦ βίου τὴν ῥοιὰν τῷ ἰδίῳ καιρῷ καὶ δείξῃ τῶν ἀποθέτων τὸ κάλλος, τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύουσιν ἡ μετουσία τῶν ἰδίων καρπῶν.

Φησὶ γάρ που καὶ ὁ θεῖος Ἀπόστολος ὅτι πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης (τουτέστι τῆς ῥοιᾶς τὸ προεντυγχάνον τοῖς ἁπτομένοις), ὕστερον δὲ καρπὸν εἰρηνικὸν ἀποδίδωσι· τοῦτο ἡ τῶν ἔνδοθεν ἐδωδίμων γλυκύτης.

Τὸν δὲ χιτῶνα τοῦτον καὶ κοσυμβωτὸν εἶναι ὁ λόγος διακελεύεται. Κόσυμβοι δέ εἰσιν αὐτῷ τὰ ἔξω τῆς χρείας κόσμου χάριν ἀπηρτημένα σφαιροειδῆ ἀπαρτήματα. Μανθάνομεν δὲ διὰ τούτων τὸ δεῖν μὴ τῇ ἐντολῇ μόνον τὴν ἀρετὴν μετρεῖσθαι, ἀλλά τι καὶ παρ᾽ ἡμῶν ἐξευρίσκεσθαι διὰ τῶν ἔξωθεν παρεπινοουμένων, ὡς ἂν προσθήκη τις κόσμου γένοιτο τῷ ἐνδύματι, οἷος ὁ Παῦλος ἦν, τοὺς καλοὺς παρ᾽ ἑαυτοῦ κοσύμβους ταῖς ἐντολαῖς συμπλέκων. Τοῦ γὰρ νόμου κελεύοντος τοὺς τῷ θυσιαστηρίῳ παρεδρεύοντας τῷ θυσιαστηρίῳ συμμερίζεσθαι καὶ τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκεῖθεν ζῆν, οὗτος ἀδάπανον ποιεῖται τὸ Εὐαγγέλιον, πεινῶν καὶ διψῶν καὶ γυμνητεύων. Οὗτοί εἰσιν οἱ καλοὶ κόσυμβοι, οἱ τὴν χιτῶνα τῶν ἐντολῶν τῇ παρ᾽ ἑαυτῶν προσθήκῃ κατακοσμοῦντες.

Εἶτα δύο πέπλοι ἄνωθεν ἐπιβάλλονται τῷ ποδήρει, ἐκ τῶν ὤμων μέχρι τοῦ στήθους καὶ τῶν μεταφρένων καθήκοντες, δύο πόρπαις καθ᾽ ἑκάτερον ὦμον ἀλλήλοις ἑνούμενοι. Αἱ δὲ πόρπαι λίθοι εἰσὶ τὰ τῶν πατριαρχῶν ὀνόματα ἓξ καθ᾽ ἑκάτερον ἐν τοῖς χαράγμασι φέρουσαι. Ποικίλη δὲ τῶν πέπλων ἡ ἱστουργία. Ὑάκινθος μὲν πορφύρᾳ συμπλέκεται, τὸ δὲ τοῦ κόκκου ἐρύθημα τῇ βύσσῳ μίγνυται. Πᾶσι δὲ τούτοις τὸ ἐκ χρυσίου νῆμα συγκατασπείρεται, ὥστε τῆς πολυειδοῦς ταύτης βαφῆς μίαν τινὰ συγκεκραμμένην ὥραν ἐκ τοῦ ὑφάσματος ἀπαυγάζεσθαι.

Ἃ δὲ διὰ τούτων μανθάνομεν ταῦτά ἐστιν, ὅτι τὰ ἄνω τῆς περιβολῆς, ὅσα τῆς καρδίας ἰδίως γίνεται κόσμος, ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν κατακίρναται. Ἡ οὖν ὑάκινθος τῇ πορφύρᾳ συμπλέκεται. Τῇ γὰρ καθαρότητι τῆς ζωῆς ἡ βασιλεία συνέζευκται.

Κόκκος δὲ τῇ βύσσῳ συναναμίγνυται, ὅτι πέφυκέ πως τῷ τῆς αἰδοῦς ἐρυθήματι τὸ λαμπρόν τε καὶ καθαρὸν τοῦ βίου συμφύεσθαι. Ὁ δὲ χρυσὸς τοῖς ἄνθεσι τούτοις συμπεριλάμπων τὸν ἀποκείμενον τῷ τοιούτῳ βίῳ θησαυρὸν ὑπαινίσσεται.

Πατρίαρχαι δὲ ταῖς ἐπωμίσιν ἐγγεγραμμένοι οὐ μικρὰ πρὸς τὸν τοιοῦτον καλλωπισμὸν ἡμῖν συνεισφέρουσι. Τοῖς γὰρ προλαβοῦσι τῶν ἀγαθῶν ὑποδείγμασι κατακοσμεῖται μᾶλλον ἡ τῶν ἀνθρώπων ζωή. Πάλιν δὲ τῷ κόσμῳ τῶν πέπλων ἕτερος ἄνωθεν ἐπιβάλλεται κόσμος. Ἀσπίδες ἐκ χρυσοῦ καθ᾽ ἑκατέρων τῶν ἐπωμίδων καθειμέναι καὶ δι᾽ ἑαυτῶν ἀνέχουσαί τι χρυσότευκτον ἐν τετραγώνῳ τῷ σχήματι δυοκαίδεκα λίθοις καταλαμπόμενον, στιχηδὸν διακειμένοις. Τέσσαρες δὲ οἱ στίχοι, τριάδα λίθων ἕκαστος περιέχοντες. Ἐν αἷς οὐκ ἦν εὑρεῖν τινα ὁμοειδῆ πρὸς τὴν ἑτέραν, ἀλλ᾽ ἰδιαζούσαις αὐγαῖς ἑκάστη ἐκαλλωπίζετο.

Τὸ μὲν δὴ σχῆμα τοῦ κόσμου τοῦτο. Ἡ δὲ διάνοια ἡ μὲν τῶν ἀσπίδων τῶν καθειμένων ἀπὸ τῶν ὤμων τὸ περιδέξιον τῆς κατὰ τοῦ ἀντικειμένου ὁπλίσεως ὑπαινίσσεται, ὥστε διχῇ, καθὼς μικρῷ πρόσθεν εἴρηται, τῆς ἀρετῆς κατορθουμένης διά τε πίστεως καὶ τῆς κατὰ τὸν βίον τοῦτον ἀγαθῆς συνειδήσεως πρὸς ἀμφότερα κατησφαλίσθαι ταῖς τῶν ἀσπίδων προσβολαῖς, ἄτρωτον τῶν τοιούτων βελῶν διαμένοντα διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν.

Τὸ δὲ τετράγωνον ἐκεῖνο κόσμιον τὸ τῶν ἀσπίδων ἑκατέρωθεν ἐξηρτημένον, ἐν ᾧ εἰσιν οἱ ἐπώνυμοι τῶν φυλῶν πατριάρχαι τοῖς λίθοις κατάγραπτοι, τοῦτο τῆς καρδίας προκάλυμμα γίνεται, παιδεύοντος ἡμᾶς τοῦ λόγου διὰ τοῦ σχήματος ὅτι ὁ ταῖς δύο ταύταις ἀσπίσι τὸν πονηρὸν τοξότην ἀποκρουσάμενος πάσαις ταῖς τῶν πατριαρχῶν ἀρεταῖς κατακοσμήσει τὴν ἰδίαν ψυχήν, ἄλλου ἄλλως ἐν τῷ πέπλῳ τῆς ἀρετῆς διαλάμποντος. Τὸ δὲ τετράγωνον σχῆμα ἔνδειξίς σοι ἔστω τῆς ἐν τῷ καλῷ παγιότητος.

Δυσμετάθετον γὰρ τὸ τοιοῦτον σχῆμα, δι᾽ ἴσου ταῖς γωνίαις ἐπὶ τῆς εὐθείας τῶν πλευρῶν ἐρειδόμενον. Οἱ δὲ τελαμῶνες, δι᾽ ὧν τὰ προκοσμήματα ταῦτα συνδεσμεῖται πρὸς τοὺς βραχίονας, δόγμα μοι δοκοῦσι πρὸς τὸν ὑψηλὸν βίον παρέχεσθαι τοῦ δεῖν συνάπτειν τὴν πρακτικὴν φιλοσοφίαν τῇ κατὰ θεωρίαν ἐνεργουμένῃ, ὥστε τὴν καρδίαν μὲν τῆς θεωρίας, τοὺς δὲ βραχίονας τῶν ἔργων σύμβολα γίνεσθαι.

Κεφαλὴ δὲ κοσμουμένη τῷ διαδήματι τὸν ἀποκείμενον τοῖς εὖ βεβιωκόσι στέφανον ὑποσημαίνει, ὃν κοσμεῖ ὁ ἐνεσφραγισμένος τῷ χρυσέῳ πετάλῳ τοῖς ἀρρήτοις χαράγμασιν. Ὑπόδημα δὲ οὐ περιτίθησι τῷ τὸν τοιοῦτον κόσμον ἐνδεδυκότι, ὡς ἂν μὴ βάροιτο πρὸς τὸν δρόμον καὶ δυσκίνητος εἴη τῇ τῶν νεκρῶν δερμάτων περιβολῇ, κατὰ τὴν γενομένην ἐπὶ τῆς τοῦ ὄρους θεωρίας διάνοιαν. Πῶς οὖν ἔμελλεν ἀντὶ κόσμου τῷ ποδὶ τὸ ὑπόδημα γίνεσθαι τὸ κατὰ τὴν πρώτην μυσταγωγίαν ὡς ἐμπόδιον τῆς ἀνόδου ἀποβαλλόμενον.