Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Νεανική ηλικία, σπουδές και απόδειξη της σωφροσύνης

Η απόρριψη της μάταιης φιλοσοφίας, η μετοίκηση στην Αλεξάνδρεια, ο φθόνος των συμμαθητών και η θαυματουργική απόδειξη της αγνότητας του Γρηγορίου έναντι της συκοφαντίας μιας εταίρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 9

Καὶ καθάπερ τὰ εὐγενῆ τῶν βλαστημάτων, ὅταν ἐκ πρώτης αὐξήσεως εἰς εὐθυγενεῖς ἀναδράμῃ τοὺς ὅρπηκας, προδείκνυσι τοῖς γηπόνοις διὰ τῆς παρούσης ὥρας τὸ εἰς ὕστερον κάλλος· τὸν αὐτὸν τρόπον κἀκεῖνος, ὅτε τοῖς ἄλλοις ὑπ᾽ ἀγνοίας περισφαλής ἐστιν ἡ ψυχὴ, πρὸς τὰ μάταιά τε καὶ ἀνόνητα κατολισθαινούσης προχείρως ὡς τὰ πολλὰ τῆς νεότητος· τότε διὰ τῆς πρώτης τοῦ βίου αἱρέσεως, ἔδειξεν ἐφ᾽ ἑαυτοῦ τὸν Δαβὶδ ἀληθεύοντα, ὅτι Δίκαιος ὡς φοῖνιξ ἐξανθήσει. Μόνον γὰρ δὴ τοῦτο τῶν δένδρων τελείῳ τῷ πάχει τῆς κορυφῆς ἀπὸ τῆς γῆς ἀναφύεται· καὶ τῆς κατὰ τὸ μῆκος ἐπιδιδούσης αὐξήσεως, οὐδεμίαν ἐπὶ τὸ πλάτος προσθήκην ἀπὸ τοῦ χρόνου δέχεται. Οὕτω κἀκεῖνος ἀπὸ τῆς πρώτης ἤνθησε βλάστης, εὐθὺς τῇ αἱρέσει τοῦ βίου τέλειος ἀνασχὼν καὶ ὑψίκομος. Πάντων γὰρ ἀποστὰς, περὶ ἃ τὸ νέον τῆς ἡλικίας ἐπτόηται, ἱππικῆς, κυνηγεσίων, καλλωπισμάτων, ἐνδυμάτων, κυβείας, τρυφῆς· εὐθὺς ὅλος τῆς τῶν ἀρετῶν κτήσεως ἦν, τὸ πρόσφορον ἀεὶ τῆς παρούσης αὐτῷ ἡλικίας καθεξῆς προαιρούμενος. Γίνεται δὲ αὐτῷ πρώτη τῆς κτήσεως τῶν ἀρετῶν, ἡ περὶ τὴν σοφίαν σπουδή. Ταύτῃ δὲ συνείπετο καθάπερ τις πῶλος συνεζευγμένη ἡ σωφροσύνη· πρὸς ἀμφότερα δὲ σύμμαχος ἦν ἡ ἐγκράτεια· τὸ δὲ ἄτυφον αὐτῷ καὶ ἀόργητον, τῇ τῶν χρημάτων ὑπεροψίᾳ συγκατωρθώθη.

Οὐ γὰρ ἔστιν ἄλλη τύφου τε καὶ ὑπερηφανίας γένεσις, μὴ τῆς πλεονεξίας ἑαυτῇ τὰ τοιαῦτα πάθη συνεισαγούσης. Καθάπερ δὲ τὸν πατριάρχην Ἀβραὰμ ὁ λόγος κατέχει, τῆς Χαλδαϊκῆς φιλοσοφίας ἐν ἐπιστήμῃ γενόμενον, καὶ τὴν ἐναρμόνιόν τε καὶ τεταγμένην τῶν ἄστρων κατανοήσαντα θέσιν καὶ κίνησιν, ὑποβάθρᾳ χρήσασθαι τῇ περὶ ταῦτα γνώσει πρὸς τὴν τοῦ ὑπερκειμένου ἀγαθοῦ θεωρίαν, λογισάμενον, ὡς εἰ τὰ τῇ αἰσθήσει ληπτὰ τοιαῦτα, τί ἂν εἴη τὰ ὑπὲρ αἴσθησιν; καὶ οὕτως τοῦ ζητουμένου τυχεῖν, οἷον ἐπιβάντα τῆς ἕξω σοφίας, καὶ γενόμενον δι᾽ αὐτῆς ὑψηλότερον, ὥστε προσεγγίσαι τρόπον τινὰ δι᾽ αὐτῆς τοῖς ἀλήπτοις· οὕτω καὶ ὁ Μέγας οὗτος, τῇ ἔξω φιλοσοφίᾳ δι᾽ ἐπιμελείας καθομιλήσας, δι᾽ ὧν ὁ Ἑλληνισμὸς τοῖς πολλοῖς βεβαιοῦται, διὰ τούτων ὡδηγήθη πρὸς τὴν τοῦ Χριστιανισμοῦ κατανόησιν, καὶ καταλιπὼν τὴν πεπλανημένην τῶν πατέρων θρησκείαν, ἐζήτει τὴν τῶν ὄντων ἀλήθειαν, ἐξ αὐτῶν τῶν πεπονημένων τοῖς ἔξωθεν διδαχθεὶς τὸ τῶν Ἑλληνικῶν δογμάτων ἀσύστατον.

Ἐπειδὴ γὰρ εἶδεν πρὸς διαφόρους ὑπολήψεις ἐν ταῖς περὶ τοῦ Θείου δόξαις σχιζομένην τὴν Ἑλληνικὴν καὶ τὴν βάρβαρον ὁμοίως φιλοσοφίαν, καὶ τοὺς τῶν δογμάτων προεστηκότας, οὔτε πρὸς ἀλλήλους συμβαίνοντας, καὶ τὸ καθ᾽ ἑαυτὸν ἕκαστον κρατύνειν τῇ περινοίᾳ τῶν λόγων φιλονεικοῦντας· τούτους μὲν ὥσπερ ἐν ἐμφυλίῳ πολέμῳ, ὑπ᾽ ἀλλήλων ἀνατρεπομένους κατέλιπεν· καταλαμβάνει δὲ τὸν ἑστῶτα λόγον τῆς πίστεως, τὸν οὐδεμιᾷ λογικῇ τινι περιεργίᾳ καὶ τεχνικαῖς πλοκαῖς κρατυνόμενον, ἀλλὰ δι᾽ ἁπλότητος ῥημάτων ὁμοτίμως πᾶσι καταγγελλόμενον· ὃς ἐν αὐτῷ τῷ ὑπὲρ τὴν πίστιν εἶναι, τὸ πιστὸν ἔχει. Εἰ γὰρ τοιοῦτον ἦν τὸ λεγόμενον, ὡς τῇ τῶν ἀνθρωπίνων λογισμῶν δυνάμει καταλαμβάνεσθαι, οὐδὲν ἂν τῆς Ἑλληνικῆς σοφίας διήνεγκε (κἀκεῖνοι γὰρ, ὅπερ ἂν καταλαβεῖν ἐξισχύσωσιν, ἐκεῖνο καὶ εἶναι δοξάζουσιν), ἐπεὶ δὲ ἀνεπίβατός ἐστι λογισμοῖς ἀνθρωπίνοις τῆς ὑπερκειμένης φύσεως ἡ κατάληψις, τούτου χάριν ἡ πίστις ἀντὶ τῶν λογισμῶν γίνεται, τοῖς ὑπὲρ λόγον τε καὶ κατάληψιν ἑαυτὴν ἐπεκτείνουσα.

Διὰ ταῦτα, καθὼς περὶ τοῦ Μωϋσέως φησὶν ἡ Γραφὴ, ὅτι ἐπαιδεύθη πάσῃ σοφίᾳ τῶν Αἰγυπτίων· οὕτως καὶ ὁ Μέγας οὗτος, διὰ πάσης ἐλθὼν τῆς τῶν Ἑλλήνων παιδεύσεως, καὶ γνοὺς τῇ πείρᾳ τῶν παρ᾽ αὐτοῖς δογμάτων τὸ ἀσθενὲς καὶ ἀσύστατον, μαθητὴς τοῦ Εὐαγγελίου καθίσταται· καὶ πρὶν ἀχθῆναι διὰ τῆς μυστικῆς τε καὶ ἀσωμάτου γεννήσεως, οὕτως κατώρθου τὸν βίον, ὡς μηδένα ῥύπον τῆς ἁμαρτίας ἐπὶ τὸ λουτρὸν εἰσενέγκασθαι.

Οὔσης δὲ αὐτῷ τῆς διαγωγῆς ἐν Αἰγύπτῳ κατὰ τὴν μεγάλην τοῦ Ἀλεξάνδρου πόλιν, εἰς ἣν καὶ ἡ πανταχόθεν συνέῤῥει νεότης τῶν περὶ φιλοσοφίαν τε καὶ ἰατρικὴν ἐσπουδακότων· χαλεπὸν ἦν τοῖς ὁμήλιξι θέαμα, νέος ὑπὲρ τὴν ἡλικίαν τῇ σωφροσύνῃ κοσμούμενος.

Ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν μολυνομένων ὄνειδος ἦν. Ὡς ἂν οὖν ἀπολογία τις εἴη τοῖς ἀκολάστοις, τὸ μὴ μόνους αὐτοὺς εἶναι δοκεῖν τοιούτους, ἐπίνοιά τις ἐξ ἐπιβουλῆς παρ᾽ αὐτῶν ἐπεσκευάσθη, τοῦ μῶμόν τινα τῷ βίῳ τοῦ Μεγάλου προστρίψασθαι.

Καὶ προβάλλεται παρ᾽ αὐτῶν, εἰς διαβολὴν ἐκείνου, γύναιον ἑταιρικὸν, ἐξ οἰκήματος ἐπ᾽ ἀτιμίᾳ κατεγνωσμένον. Τοῦ δὲ, κατὰ τὸ σύνηθες, τοῖς λογάσι τῶν ἀνδρῶν ἐν σεμνῷ τῷ σχήματι περί τινος τῶν κατὰ φιλοσοφίαν διασκοπουμένου καὶ συνασκουμένου, πρόσεισι τὸ γύναιον ἀκκιζόμενόν τε καὶ θρυπτόμενον, καὶ διὰ πάντων τὸ εἶναι πρὸς αὐτὸν ἐν συνηθείᾳ, δι᾽ ὧν ἐφθέγγετό τε καὶ ἐποίει, σχηματιζόμενον· εἶτα ἔλεγε τῶν μισθωμάτων ἀποστερεῖσθαι, προστιθεῖσα καὶ τὰς ἀφορμὰς ὑπ᾽ ἀναιδείας, ὑπὲρ ὧν ᾐτιᾶτο τὴν τῶν μισθῶν ἀποστέρησιν. Τῶν δὲ συνεγνωκότων αὐτῷ τὸν καθαρὸν βίον, ἀγανακτούντων τε καὶ ὀργῇ κατὰ τοῦ γυναίου συγκινουμένων, οὔτε συνεταράχθη τοῖς ὑπὲρ αὐτοῦ χαλεπαίνουσιν, οὔτε τι τοιοῦτον εἶπεν συκοφαντούμενος, οἷον εἰκὸς τὸν ἀχθόμενον· οὐ μάρτυρας τοῦ βίου προσεκαλέσατο, οὐχ ὅρκῳ τὸν μῶμον ἀπώσατο, οὐ τὴν κακίαν τῶν ταῦτα κατ᾽ αὐτοῦ συσκευασαμένων διήλεγξεν· ἀλλ᾽ ἐν ἠρεμαία τε καὶ καθεστώσῃ φωνῇ πρός τινα τῶν συνήθων ἀποστραφεὶς, «Ὦ οὗτος,» ἔφη, «διάλυσον αὐτῇ τὸ ἀργύριον, ὡς ἂν μὴ διὰ πλεῖον διοχλοῦσα, τὴν προκειμένην τοῦ λόγου σπουδὴν ἐπιταράσσοι.»

Ἐπεὶ δὲ μαθὼν παρὰ τῆς ἑταιρίδος ὁ τοῦτο προστεταγμένος, ὅσον ᾔτει παρ᾽ αὐτοῦ τὸ ἀργύριον, ἑτοίμως ἅπαν ἀπηριθμήσατο, καὶ πέρας εἶχεν κατὰ τοῦ σώφρονος ἡ ἐπιβουλὴ τοῖς ἀκολάστοις, καὶ ἦν ἐν ταῖς χερσὶν ἤδη τῆς ἀτίμου τὸ κέρδος· τότε δὴ γίνεται θεόθεν ἥ τε μαρτυρία τῆς σωφροσύνης τοῦ νέου, καὶ τῆς τῶν ὁμηλίκων συκοφαντίας ὁ ἔλεγχος. Ὁμοῦ γὰρ τῷ ὑποδέξασθαι τῇ χειρὶ τὸ ἀργύριον, πνεύματι δαιμονίῳ στρεβλωθεῖσα, καὶ βρυχηθμῷ θηριώδει παρὰ τὴν ἀνθρωπίνην φωνὴν ἀνοιμώξασα, πίπτει πρηνὴς κατὰ τὸ μέσον τῶν συνειλεγμένων· θέαμα φρικτόν τε καὶ φοβερὸν τοῖς παροῦσιν ἀθρόως γεγενημένη, τῶν τριχῶν τε διεῤῥιμμένων, καὶ ταῖς ἰδίαις χερσὶ σπαρασσομένων, καὶ τῶν ὀφθαλμῶν ἀπεστραμμένων, καὶ τοῦ στόματος τὸν ἀφρὸν παραπτύοντος. Καὶ οὐ πρότερον ἀνῆκεν καταπνῖγον αὐτὴν τὸ δαιμόνιον, πρὶν ἢ τὸν Μέγαν ἐκεῖνον ἐπικαλέσασθαι τὸν Θεὸν, καὶ ὑπὲρ αὐτῆς ἱλεώσασθαι.

Τοιαῦτα τῆς νεότητος τοῦ μεγάλου τὰ διηγήματα, ἄξια ὡς ἀληθῶς τῶν μετὰ ταῦτα βεβιωμένων αὐτῷ τὰ προοίμια. Καίτοι γε τὸ θαῦμα τοσοῦτόν ἐστιν, ὡς εἰ καὶ μηδὲν ἦν ἕτερον ἐπὶ τούτοις εἰπεῖν, μηδενὸς αὐτὸν τῶν ἐπ᾽ ἀρετῇ διενεγκόντων, ἐκ τούτου μόνου τὰ δευτερεῖα τῶν ἐπαίνων ἔχειν· πλούσιος, νέος, ἐν ὑπερορίοις διάγων, ἐν πολυανδρούσῃ πόλει τὴν διαγωγὴν ἔχων, ἐν ᾗ διὰ τὸ κατ᾽ ἐξουσίαν ταῖς ἡδοναῖς συζῇν τοὺς νέους, ὄνειδος ἦν ἡ καθαρότης τῶν σωφρονούντων τοῖς ἄφροσιν· οὐ μητρὸς πολυπραγμονούσης τὸν βίον, οὐ πατρὸς παιδαγωγοῦντος τὴν καθ᾽ ἡμέραν ζωήν· εἰς τοσοῦτον ἐπῆρεν ἑαυτὸν δι᾽ ἀπαθείας πρὸς ἀρετὴν, ὡς τὸν τοῦ παντὸς ἔφορον, μάρτυρα τῶν βεβιωμένων ποιήσασθαι, τὸν τῇ πονηρᾷ πληγῇ τὴν συκοφαντίαν τῆς γυναικὸς ἀπελέγξαντα.

Καὶ τί ἄν τις ἐπινοήσειε μεῖζον εἰς ἐγκωμίων ὑπόθεσιν; πῶς δ᾽ ἄν τις κατ᾽ ἀξίαν αὐτὸν θαυμάσειεν; Ὃς τῷ λόγῳ καταπαλαίσας τὴν φύσιν καὶ καθάπερ τι τῶν ὑποχειρίων ζώων ὑποζεύξας τῷ λογισμῷ τὴν νεότητα, καὶ πάντων τῶν φυσικῶν ἐπεγειρομένων παθημάτων κρείττων γενόμενος, καὶ τὸν πᾶσι τοῖς καλοῖς ἐπιφυόμενον φθόνον καθ᾽ ἑαυτοῦ κινήσας, καὶ τούτου κρείττων ἐγένετο, μήτε πρὸς τὴν ἐπιβουλὴν τῶν ἑταίρων ἑαυτὸν διαναστήσας πρὸς ἄμυναν, καὶ τὴν ὑπηρετησαμένην ἐκείνοις πρὸς τὸν μῶμον εὐεργετήσας, τοῦ κατὰ τὸν δαίμονα πάθους διὰ προσευχῆς ἐξελόμενος. Τοιοῦτον ἔγνωμεν διὰ τῆς ἱστορίας τὸν Ἰωσὴφ, ᾧ προὔκειτο μὲν κατ᾽ ἐξουσίαν ἡ περὶ τὴν γυναίκα τοῦ δεσπότου παρανομία, αὐτῆς ἐκείνης ἐπιμανείσης τῇ ὥρᾳ τοῦ νέου· καὶ μάρτυς τῶν τολμωμένων ἦν ἀνθρώπων οὐδείς· ἀλλὰ κἀκεῖνος πρὸς τὸν θεῖον ὀφθαλμὸν βλέπων, τὸ δόξαι κακὸς πρὸ τοῦ γενέσθαι προείλετο, τὰ τῶν κακούργων ὑποστὰς μᾶλλον, ἢ κακοῦργος γενόμενος. Ἀλλ᾽ ἔστι τι τάχα τούτῳ, καὶ πλέον τῆς ἱστορίας καυχήσασθαι· οὐ γὰρ ἴσον ἐστὶν εἰς ἀποτροπὴν τοῦ μιάσματος, τό τε τῆς μοιχείας ἄγος, καὶ τὸ δοκοῦν ἐν ἐλάττονι πλημμελήματι τὸν μῶμον ἔχειν.

Ὁ τοίνυν ἐν ᾧ κίνδυνός τις ἐκ τῶν νόμων οὐκ ἦν φοβερωτέραν μᾶλλον τῆς τιμωρίας αὐτὴν ἐξ ἁμαρτίας ἡδονὴν καθ᾽ ἑαυτὴν εἶναι κρίνας, ἢ παρήλασε τὸν Ἰωσὴφ τῇ μεγαλοφυΐᾳ τοῦ θαύματος, ἢ πάντως οὐκ ἐν δευτέροις κριθήσεται.