Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας λόγος β

Γρηγόριος ὁ Νύσσης

Ο πειρασμός του λουτρού, η αναπλήρωση και η πυρπόληση των σωμάτων

Η άρνηση των αγίων να ενδώσουν στον πειρασμό του θερμού λουτρού, η πτώση ενός στρατιώτη και η θαυμαστή αναπλήρωσή του από τον δεσμοφύλακα, καθώς και το μένος του τυράννου που οδήγησε στην πυρπόληση των λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἐγίνετο δὲ αὐτοῖς οὐ πρὸς βίαν καὶ ἀπαραίτητον ἀνάγκην ὁ θάνατος, ἀλλὰ καὶ μάλα πρόχειρος ἦν καὶ ἐπ᾽ ἐξουσίας ἡ σωτηρία, εἰ καὶ μαλακισθῆναι πρὸς τὴν ἔνστασιν ἠβουλήθησαν. Λουτρὸν γὰρ ἦν ἐκ τοῦ σύνεγγυς, ὅπερ ἐγειτνία κατ᾽ ἐπίνοιαν τῷ τόπῳ τῆς τιμωρίας· καὶ ἡ θύρα ἠνέῳκτο, καὶ παρεστῶτες ἐκάλουν. Σοφιστὴς γὰρ ὢν διωγμοῦ καὶ ποικίλης ῥᾳδιουργίας ὁ τύραννος, ἐγγὺς τὸ δέλεαρ τῆς παραβάσεως τοῖς πηγνυμένοις παρέθηκε, καὶ συνεβούλευε πρὸς τὴν θεραπείαν αὐτομολῆσαι, ὡς ὁ πατὴρ αὐτοῦ τοὺς πρωτοπλάστους εἰς τὴν γεῦσιν τοῦ ξύλου. Οἱ δὲ τότε καὶ μᾶλλον τὴν ἀνδρείαν ἐπέτεινον, εἰδότες ὡς καρτερία τηνικαῦτα παρέχει τὴν βάσανον, ἡνίκα ἂν προκειμένης ἐν ἐξουσίᾳ τῆς ἀπολαύσεως φείσηται· ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις Δανιὴλ ὁ θεσπέσιος πεποιηκὼς ἐπιδέδεικται. Παρακαλούμενος γὰρ ἄφθονα καὶ ἡδέα σῖτα καὶ ποτὰ προσφέρεσθαι, μίσει καὶ ἀποστροφῇ τῶν εἰδωλοθύτων, τὴν σπερμοφαγίαν ἠγάπησε· καὶ νηστεύων ἤνθει, καὶ ἀσιτῶν ὑπὲρ τοὺς τρυφῶντας εὔσαρκος ἦν· Θεοῦ γὰρ τοῦτο δῶρον ἐξαίρετον, τοῖς πιστοῖς δούλοις ἐν ταῖς ἀπορίαις τὰ παρ᾽ ἐλπίδα χαρίζεσθαι.

Πλὴν ἐπειδὴ τοῖς ὑψηλοῖς τῶν πραγμάτων οἱ φθόνοι παραπεπήγασιν, ἐκινδύνευσε λωβηθῆναι τὸ μακάριον σύνταγμα, καὶ μικροῦ δέοντος, ἀπωλέσαμεν τῆς τετάρτης δεκάδος τὸ πλήρωμα. Εἷς γὰρ ἀπαγορεύσας διὰ τὸν κρυμὸν, πρὸς αὐτῷ τῷ τέλει τῆς νίκης, οἴμοι! τοὺς μὲν συστρατιώτας ἀφῆκε, τῇ τέχνῃ δὲ τοῦ τυράννου προσεχώρησε τῷ λουτρῷ, ἤδη τῆς σαρκὸς μαρανθείσης φεισάμενος ὁ φιλόζωος· τῆς τε γὰρ ἐλπίδος ἐξέπεσε, καὶ τῆς προσκαίρου ζωῆς οὐκ ἐπέτυχεν, εὐθὺς ἐπιτελευτήσας τῇ παραβάσει· Ἰούδας ἄθλιος ἐν τοῖς μάρτυσιν, οὔτε μαθητὴς, οὔτε πλούσιος, καὶ πρός γε τὸν βρόχον ἐφελκυσάμενος· καὶ μὴ θαυμάσῃ μηδείς. Σύνηθες γὰρ τῷ διαβόλῳ κατὰ τῶν ὑποκυπτόντων αὐτῷ τὸ τοιουτότροπον ῥᾳδιούργημα· ἀπατᾷ καὶ κολακεύει ποικίλως, ἵνα ῥίψῃ· ῥίψας δὲ, εὐθὺς ἐπεμβαίνει, καὶ τοῦ κειμένου καταγελᾷ. Ἐπικωμάζει δὲ τῇ συμφορᾷ τὴν αἰσχύνην, καὶ τῇ αἰσχύνῃ τοῦ δελεασθέντος εὐφραίνεται. Διὸ καὶ ὁ Ψαλμῳδὸς ἐχθρὸν καὶ ἐκδικητὴν προσηγόρευσε, τὸ τοῦ τρόπου παλίμβολον ἐκ τῆς τῶν ὀνομάτων σημαίνων ἐναντιότητος.

Ἀνθρώπων γὰρ ἐκεῖνος οὐδέποτε γίνεται ἔνσπονδός τε καὶ φίλιος· ὑποκρίνεται δὲ τότε τὸ φίλιον, ὅταν αὐτῷ θελήσῃ προσωπεῖον ἀπάτης ἐνδύσασθαι. Ἀλλ᾽ ὁ τῆς ἀσθενείας τῆς ἡμετέρας ἐπίκουρος, καὶ τῶν ἀγαθῶν, καὶ λόγων, καὶ πράξεων γεωργὸς, εὗρε κατὰ τὸν Ἀβραὰμ ἑαυτῷ πρόβατον εἰς θυσίαν ἐκ τῶν πολεμούντων οἰκεῖον, ἐκ τῶν βλασφημούντων ὁμολογητὴν, καὶ ἐκ τοῦ συντάγματος τῶν διωκόντων μάρτυρα. Εἷς γὰρ τῶν τῆς τυραννίδος δημίων, ὀπτασίας ἀγγέλων ἀξιωθεὶς τῶν ἐλθόντων ἐπὶ τοὺς μάρτυρας, καὶ περιλαμφθεὶς τῇ ἐπιφανείᾳ τῶν ἁγίων πνευμάτων, ὥς ποτε Παῦλος τῇ δόξῃ Χριστοῦ, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο, εὐθὺς τὴν γνώμην μετέθετο, καὶ γυμνώσας ἑαυτὸν τῆς ἐσθῆτος, τοῖς πηγνυμένοις συνανεμίχθη. Πάντα δὲ ἐν ὀλίγῃ καιροῦ ῥοπῇ συνάψας ἐγένετο, προσήλυτος, ὁμολογητὴς, μάρτυς, λουσάμενος ἐν τῷ ἰδίῳ αἵματι τὸ τῆς παλιγγενεσίας λουτρὸν, αἵματι τῷ νεκρωθέντι, καὶ μὴ ῥεύσαντι· ἀνὴρ στεφανίτης, ἀνὴρ τοῦ παντὸς ἄξιος· τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ δι᾽ ἐκεῖνον ἔχω τοὺς μʹ. Διὰ τὸν γενναῖον οὐ κολοβὸς ἡ τῶν μαρτύρων παράταξις. Διὰ τὸν προσήλυτον τελείαν ἄγομεν ἐπ᾽ ἀριθμῷ τελείῳ πανήγυριν. Ὁ δὲ διάβολος χαρίεν ἔπαθεν πρᾶγμα καὶ γέλωτος ἄξιον· ὡς γὰρ ἔκλεπτε τὸν στρατιώτην, ἐσυλήθη τὸν διώκτην καὶ δήμιον.

Εἶτα τί τὰ ἐπὶ τούτοις; Οἱ μὲν τρισμακάριοι ἔφθασαν, ὅπου ἔσπευδον. Ὁ δὲ τῆς τιμωρίας κύριος, οὐκ ἐνεγκὼν ἀνεκτῶς τῶν μαρτύρων τὴν νίκην, τοῖς νεκροῖς ἐπολέμει σώμασι· κελεύσας πυρὶ παραδοθῆναι τὰς οἰκίας τῶν ἁγίων ψυχῶν, καὶ δι᾽ ἑνὸς πράγματος ἐμιμεῖτο ἄγρια θηρία καὶ πικροὺς ἄνδρας. Τὰ μὲν γὰρ τῶν διωκομένων ἀνθρώπων φυγόντων τὴν προσ[ο]ριφθεῖσαν αὐτοῖς ἐσθῆτα σπαράττει· οἱ δὲ τῶν δυσμενῶν ἀναχωρησάντων τὰς οἰκίας ἐμπιπρῶσι καὶ καταλύουσι. Καί τις ἂν τῶν μαρτύρων εἶπεν ἐνδίκως πρὸς αὐτόν· Οὐκέτι σου, μάταιε, δειλιῶ τὴν ὠμότητα.

Ἐφοβούμην γὰρ μέχρις αἱ ψυχαὶ συμπαρῆσαν τοῖς πηγνυμένοις, μὴ τὸ ὑπερβάλλον τῆς βασάνου νικήσῃ τὴν ἀνδρείαν τῶν εὐσεβῶν· τούτου δὲ παρελθόντος τοῦ δέους, χρῆσαι τῷ ἀπομείναντι πηλῷ, καθὼς βούλει· κἂν ἀπογεύσῃ τῶν σαρκῶν, οὐ φροντίζω.

Ὅσῳ γὰρ λυσσῶσαν δεικνύεις τὴν ὠμότητα, τοσούτῳ πλέον στεφανοῖς τῶν ἀπελθόντων τὴν νίκην. Αἱ γὰρ γενναῖαι προσβολαὶ τῶν ἀντιτεταγμένων, ἀποδείξεις ἀκριβεῖς τῆς ἀνδρείας τῶν κρατησάντων γίνονται. Ἀλλὰ τί μακρὰ διατρίβομεν; Ἐφλέχθη τὰ σώματα, καὶ τὸ πῦρ αὐτὰ διεδέξατο. Τὴν δὲ κόνιν ἐκείνην, καὶ τῆς καμίνου τὰ λείψανα ὁ κόσμος ἐμερίσθη· καὶ πᾶσα γῆ σχεδὸν τοῖς ἁγιάσμασι τούτοις εὐλογεῖται.