Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η άκτιστη φύση του Αγίου Πνεύματος και η αναγκαιότητα της ορθόδοξης ομολογίας

Διατύπωση της ορθόδοξης ομολογίας ότι το Άγιο Πνεύμα ανήκει στην άκτιστη και κυριαρχική φύση του Θεού, καταδεικνύοντας παράλληλα ότι η άρνηση της θεότητάς του αναιρεί την ιδιότητα του Χριστιανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ πράγματι καὶ νοήματι ἐγκοσμίῳ τε καὶ ὑπερκοσμίῳ καὶ τοῖς ἐν χρόνῳ καὶ τοῖς προαιωνίοις μετὰ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον καταλαμβάνεσθαι μήτε βουλήματος μήτε ἐνεργείας μήτε ἄλλου τινὸς τῶν κατὰ τὸ ἀγαθὸν εὐσεβῶς νοουμένων ἀπολειπόμενον· καὶ διὰ τοῦτο ἐκτὸς τῆς κατὰ τάξιν καὶ ὑπόστασιν διαφορᾶς ἐν οὐδενὶ τὸ παρηλλαγμένον καταλαμβάνομεν, ἀλλὰ τρίτον μὲν τῇ ἀκολουθίᾳ φαμὲν μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖσθαι, τρίτον δὲ καὶ τῇ τάξει τῆς παραδόσεως· ἐν δὲ τοῖς λοιποῖς πᾶσιν ἀχώριστον τὴν συνάφειαν ὁμολογοῦντες ἐν φύσει καὶ ἐν τιμῇ καὶ ἐν θεότητι καὶ δόξῃ καὶ μεγαλοπρεπείᾳ καὶ τῇ ἐπὶ πάντων ἐξουσίᾳ καὶ τῇ εὐσεβεῖ ὁμολογίᾳ. περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ᾽ ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ᾽ ἡμῖν γινομένων ἐκ προαιρέσεως ἀνθρωπίνης ὑψηλότερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον· καὶ ἡ προσκύνησις ἡμῶν ταπεινοτέρα ἐστὶ τῆς χρεωστουμένης τιμῆς καί, εἴ τι ἄλλο ἡ ἀνθρωπίνη συνήθεια τίμιον ἔχει, κάτω που τῆς ἀξίας ἐστὶ τοῦ πνεύματος· τὸ γὰρ τῇ φύσει ἀμέτρητον μεῖζον ἐστὶ τῶν ἀπὸ μικρᾶς καὶ περιγεγραμμένης καὶ εὐτελοῦς δυνάμεως τὰ κατὰ δύναμιν αὐτῷ δωροφορούντων.

ταῦτα μὲν οὖν φαμεν πρὸς τοὺς συντιθεμένους τῇ εὐσεβεστέρᾳ περὶ τοῦ ἁγίου πνεύματος ὑπολήψει, ὅτι τε θεῖόν ἐστι καὶ φύσεως θείας.

Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ πνεύματος μεγαλωσύνης περιφερόμενον, ὅτι οὐχὶ τῶν ποιούντων, ἀλλὰ τῶν ποιηθέντων ἐστὶ καὶ οὐχὶ τῆς θείας, ἀλλὰ τῆς κτιστῆς φύσεως εἶναι προσήκει νομίζειν, τοῦτον τὸν λόγον ἀποκρινούμεθα· ὅτι τοὺς οὕτως ἔχοντας ἐν Χριστιανοῖς ἀριθμεῖν οὐκ ἐμάθομεν. ὥσπερ γὰρ ἄνθρωπον οὐκ ἄν τις προσείποι τὸ ἀτελεσφόρητον ἔμβρυον, ἀλλὰ δυνάμενον εἴπερ ἐτελεσφορήθη εἰς ἀνθρώπου γένεσιν προελθεῖν, ἕως δ᾽ ἂν ἐν τῷ ἀτελεῖ ᾖ, ἄλλο τί ἐστι καὶ οὐκ ἄνθρωπος· οὕτως τὸν μὴ δι᾽ ὅλου τοῦ μυστηρίου τὴν ἀληθῆ μόρφωσιν τῆς εὐσεβείας δεξάμενον Χριστιανὸν οὐκ οἶδεν ὁ λόγος. ἔστι γὰρ καὶ Ἰουδαίων ἀκούειν θεὸν ὁμολογούντων καὶ θεὸν τὸν ἡμέτερον. συντίθεται αὐτοῖς ἐν τῷ εὐαγγελίῳ καὶ ὁ κύριος, ὅτι οὐκ ἄλλον νομίζουσι θεὸν ἢ τὸν πατέρα τοῦ μονογενοῦς, Ὃν ὑμεῖς, φησίν, λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν. ἆρ᾽ οὖν Χριστιανοὺς ὀνομαστέον τοὺς Ἰουδαίους, ὅτι τὸν παρ᾽ ἡμῶν προσκυνούμενον καὶ αὐτοὶ σέβειν ὁμολογοῦσιν; οἶδα καὶ Μανιχαίους τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντας. τί οὖν; ἐπειδὴ σεβάσμιον παρὰ τούτοις τὸ παρ᾽ ἡμῶν προσκυνούμενον ὄνομα, διὰ τοῦτο καὶ αὐτοὺς ἐν Χριστιανοῖς ἀριθμήσομεν;

οὕτως καὶ ὁ τὸν πατέρα μὲν ὁμολογῶν καὶ τὸν υἱὸν παραδεχόμενος, ἀθετῶν δὲ τὴν μεγαλωσύνην τοῦ πνεύματος, ἤρνηται τὴν πίστιν καί ἐστιν ἀπίστου χείρων καὶ τῆς ἐπωνυμίας τοῦ Χριστιανοῦ καταψεύδεται. ἄρτιον εἶναι κελεύει τὸν τοῦ θεοῦ ἄνθρωπον ὁ ἀπόστολος. ἄρτιον δ᾽ ἂν εἴη ἐπὶ μὲν τοῦ κοινοῦ ἀνθρώπου τὸ παντὶ λόγῳ συμπεπληρωμένον τῆς φύσεως· λογικὸν [τε] γὰρ εἶναι χρή, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ζωῆς μετέχον, ὄρθιον τῷ σχήματι, γελαστικόν, πλατυώνυχον· εἰ δὲ ὀνομάζοι μέν τις ἄνθρωπον, τὰ δὲ εἰρημένα σημεῖα τῆς φύσεως μὴ ἔχοι ἐπὶ τούτου παρέχεσθαι, μάτην ἐτίμησε τῷ προσρήματι. οὕτω καὶ ὁ Χριστιανὸς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει χαρακτηρίζεται· αὕτη ἐστὶν ἡ μορφὴ τοῦ κατὰ τὸ μυστήριον τῆς ἀληθείας μεμορφωμένου. εἰ δὲ ἑτέρως ἡ μορφὴ διακειμένη τύχῃ, οὐχ ἐπιγνώσομαι τοῦ ἀμόρφου τὴν φύσιν· σύγχυσίς ἐστι τοῦ χαρακτῆρος καὶ τῆς κατὰ φύσιν μορφῆς ἀλλοτρίωσις καὶ παραλλαγὴ τῶν γνωριστικῶν σημείων τῆς ἀνθρωπότητος, ὅταν μὴ συμπαραληφθῇ τῇ πίστει τὸ πνεῦμα τὸ ἅγιον. ἀληθεύει γὰρ τοῦ Ἐκκλησιαστοῦ ὁ λόγος· ὅτι οὗτος οὐχὶ ζῶν ἐστιν ἄνθρωπος, ἀλλὰ Ὀστᾶ, καθὼς ἐκεῖνος φησίν, ἐν τῇ γαστρὶ τῆς κυοφορούσης. πῶς γὰρ ὁμολογήσει Χριστὸν ὁ μὴ συνεπινοῶν τῷ χρισθέντι τὸ χρίσμα; Τοῦτον ἔχρισε, φησίν, ὁ θεὸς ἐν πνεύματι ἁγίῳ.

Εἰπάτωσαν οὖν ἡμῖν οἱ καθαιροῦντες τὴν τοῦ πνεύματος δόξαν καὶ τῇ ὑποχειρίῳ φύσει συγκατατάσσοντες, τίνος σύμβολόν ἐστιν ἡ χρῖσις. οὐχὶ τῆς βασιλείας; τί δαί; οὐχὶ φύσει βασιλέα τὸν μονογενῆ πεπιστεύκασιν; οὐκ ἀντεροῦσι πάντως οἵ γε μὴ καθάπαξ τῷ Ἰουδαϊκῷ καλύμματι τὴν καρδίαν περιεχόμενοι. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, βασιλείας δὲ σύμβολόν ἐστι τὸ χρίσμα, τί σοι διὰ τῆς ἀκολουθίας ὁ λόγος ἐνδείκνυται; ὅτι οὐκ ἀλλότριόν τί ἐστι τοῦ κατὰ φύσιν βασιλέως τὸ χρίσμα οὐδὲ ὡς ξένον τι καὶ ἀλλόφυλον τῇ ἁγίᾳ τριάδι τὸ πνεῦμα συντέτακται. βασιλεὺς μὲν γὰρ ὁ υἱός· βασιλεία δὲ ζῶσα καὶ οὐσιώδης καὶ ἐνυπόστατος τὸ πνεῦμα τὸ ἅγιον, ᾖ χρισθεὶς ὁ μονογενὴς Χριστός ἐστι καὶ βασιλεὺς τῶν ὄντων. εἰ οὖν βασιλεὺς ὁ πατήρ, βασιλεὺς δὲ ὁ μονογενής, βασιλεία δὲ τὸ πνεῦμα τὸ ἅγιον, εἷς πάντως τῆς βασιλείας ἐπὶ τῆς τριάδος ὁ λόγος. ἡ δὲ τῆς χρίσεως ἔννοια τὸ μηδὲν εἶναι διάστημα μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δι᾽ ἀπορρήτων αἰνίσσεται· ὡς γὰρ μεταξὺ τῆς τοῦ σώματος ἐπιφανείας καὶ τῆς τοῦ ἐλαίου χρίσεως οὐδὲν ἐπινοεῖ μέσον οὔτε ὁ λόγος οὔτε ἡ αἴσθησις, οὕτως ἀδιάστατός ἐστι πρὸς τὸ πνεῦμα τὸ ἅγιον τῷ υἱῷ ἡ συνάφεια, ὥστε τῷ μέλλοντι αὐτοῦ διὰ τῆς πίστεως ἅπτεσθαι ἀναγκαῖον εἶναι προεντυγχάνειν διὰ τῆς ἁφῆς τῷ μύρῳ· οὐ γὰρ ἐστί τι μέρος ὃ γυμνόν ἐστι τοῦ ἁγίου πνεύματος.

διὰ τοῦτο ἡ ὁμολογία τῆς τοῦ υἱοῦ κυριότητος ἐν πνεύματι ἁγίῳ τοῖς καταλαμβάνουσι γίνεται πάντοθεν τοῖς διὰ πίστεως προσεγγίζουσι προαπαντῶντες τοῦ πνεύματος. εἰ οὖν τῇ φύσει βασιλεὺς ὁ υἱός, ἀξίωμα δὲ βασιλείας τὸ πνεῦμα τὸ ἅγιον, ᾧ υἱὸς χρίεται, τίς ἐπινοεῖται τῆς βασιλείας ἡ κατὰ τὴν φύσιν πρὸς ἑαυτὴν ἀλλοτρίωσις;

Ἔπειτα καὶ τοῦτο σκοπήσωμεν· ἡ βασιλεία ἐν τῇ τῶν ὑποχειρίων ἀρχῇ πάντως γνωρίζεται. τί οὖν τῆς βασιλευούσης φύσεώς ἐστι τὸ ὑπήκοον; τοὺς αἰῶνας πάντως καὶ τὰ ἐν τούτοις ὁ λόγος καταλαμβάνει· Ἡ γὰρ βασιλεία σου, φησίν, βασιλεία πάντων τῶν αἰώνων. αἰῶνας δὲ λέγων πᾶσαν ἐκ τοῦ περιέχοντος τὴν ἐν αὐτοῖς συστᾶσαν κτίσιν περιλαμβάνει τήν τε ὁρατὴν καὶ ἀόρατον· ἐν αὐτοῖς γὰρ ἐκτίσθη τὰ πάντα διὰ τοῦ ποιητοῦ τῶν αἰώνων. εἰ οὖν ἡ βασιλεία πάντοτε μετὰ τοῦ βασιλέως νοεῖται, ἡ δὲ ὑποχείριος φύσις ἄλλο τι παρὰ τὴν ἄρχουσαν ὁμολογεῖται, τίς ἡ ἀτοπία τῶν ἑαυτοῖς μαχομένων, τῶν προστιθέντων μὲν τὸ χρίσμα τῷ κατὰ φύσιν βασιλεῖ ὡς ἀξίωμα, καταγόντων δὲ αὐτὸ τοῦτο εἰς τὴν ὑποχείριον τάξιν ὡς τῆς ἀξίας καταδεέστερον; εἰ μὲν γὰρ τῶν ὑπηκόων κατὰ τὴν φύσιν ἐστίν, πῶς τῷ τῆς βασιλείας ἀξιώματι τοῦ μονογενοῦς συναρμόζεται χρίσμα βασιλείας γινόμενον; εἰ δὲ τὸ ἡγεμονικὸν αὐτοῦ διὰ τοῦ συμπαραληφθῆναι εἰς τὴν τῆς βασιλείας μεγαλοπρέπειαν δείκνυται, τίς ἡ ἀνάγκη καθαιρεῖσθαι πάντα εἰς ἰδιωτικήν τε καὶ δουλικὴν ταπεινότητα τῇ δουλευούσῃ κτίσει συναριθμούμενον; οὐ γὰρ δὴ τὰ δύο περὶ αὐτοῦ λέγοντα δυνατόν ἐστιν ἐν ἑκατέρῳ τἀληθῆ λέγειν, ὅτι καὶ ἡγεμονικόν ἐστι καὶ ὑποχείριον. εἰ μὲν γὰρ ἡγεῖται, οὐ κυριεύεται· εἰ δὲ δουλεύει, οὐκέτι μετὰ τῆς βασιλευούσης φύσεως καταλαμβάνεται.

ὡς γὰρ μετὰ ἀνθρώπων ἄνθρωποι καὶ μετὰ ἀγγέλων ἄγγελοι καὶ πάντα μετὰ τῶν ὁμοφύλων ἐπιγινώσκεται, οὕτω μεθ᾽ ἑνὸς ἑκατέρων ὁμολογεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον ἀναγκαῖόν ἐστιν ἢ μετὰ τῆς κυριευούσης ἢ μετὰ τῆς ὑποκυπτούσης φύσεως. μέσον γὰρ τούτων ἐπιγινώσκει ὁ λόγος οὐδέν, ὥστε τινὰ φύσεως ἰδιότητα ἐν μεθορίῳ τοῦ τε κτιστοῦ καὶ τοῦ ἀκτίστου καινοτομηθεῖσαν μεταξὺ τούτων εἶναι νομίζεσθαι, ὡς καὶ ἀμφοτέρων μετέχειν καὶ οὐθέτερον τελείως εἶναι. οὐδὲ γὰρ ἐνδέχεται μίξιν τινὰ τῶν ἐναντίων καὶ συμπλοκὴν ἐννοῆσαι τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον συνανακιρναμένων καὶ δύο τῶν ἐναντίων εἰς μίαν ὑπόστασιν συμμιγνυμένων· ὡς μὴ μόνον σύνθετον εἶναι τὸ διὰ τῆς ἀλλοκότου ταύτης μίξεως ἀναπλασσόμενον, ἀλλὰ καὶ ἐξ ἀνομοίων ἔχον τὴν σύνθεσιν καὶ κατὰ τὸν χρόνον οὐ συμφωνούντων· τοῦ γὰρ ἀκτίστως ὑφεστῶτος τὸ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχον μεταγενέστερον πάντως ἐστίν, εἰ οὖν μεμίχθαι τὴν τοῦ πνεύματος φύσιν πρὸς ἑκάτερα λέγουσιν, ἄρα καὶ τοῦ πρεσβυτέρου πρὸς τὸ νεώτερον μίξιν τινὰ ἐννοήσουσι· καὶ ἔσται κατ᾽ αὐτοὺς ἑαυτοῦ τι πρεσβύτερον καὶ ἑαυτοῦ τι πάλιν μεταγενέστερον, ὡς καὶ τῷ ἀκτίστῳ τὸ ἀρχαιότερον ἔχειν καὶ τῷ κτιστῷ τὸ νεώτερον. ἐπεὶ οὖν τοῦτο φύσιν οὐκ ἔχει, ἀνάγκη πάντως τὸ ἕτερον τούτων ἐπὶ τοῦ πνεύματος ἀληθὲς εἶναι λέγειν, ὅπερ ἐστὶ τὸ ἄκτιστον.

Καὶ γὰρ κἀκεῖνο ὅσην ἔχει τὴν ἀτοπίαν σκοπήσωμεν. πάντων τῶν ἐν τῇ κτίσει νοουμένων κατ᾽ αὐτὸ τοῦτο, τὸ διὰ κτίσεως ἐσχηκέναι τὸ εἶναι, τὴν ὁμοτιμίαν ἐχόντων, τίς ἡ αἰτία ἡ τὸ πνεῦμα τῶν λοιπῶν ἀποκρίνουσα εἰς τὸ 〈τῷ〉 πατρὶ καὶ τῷ υἱῷ συνταχθῆναι; εὑρίσκεται γὰρ ἐκ τῆς ἀκολουθίας τοῦ λόγου οὐκ ὂν ἐκ τῆς κτίσεως τὸ τῇ ἀκτίστῳ συνθεωρούμενον φύσει· ἢ εἰ ἐντεῦθεν εἴη, μηδὲν πλέον τῆς ὁμοφύλου ἰσχύειν κτίσεως μηδὲ δύνασθαι τῇ ὑπερκειμένῃ συναρμόζεσθαι φύσει. εἰ δὲ λέγοιεν καὶ κτιστὸν εἶναι καὶ ὑπὲρ τὴν κτίσιν δύνασθαι, πάλιν εὑρίσκεται αὐτὴ πρὸς ἑαυτὴν ἡ κτιστὴ στασιάζουσα φύσις καὶ μεριζομένη πρὸς τὸ κρατοῦν τε καὶ ὑποχείριον ὡς τὸ μὲν εὐεργετεῖν, τὸ δὲ εὐεργετεῖσθαι καὶ τὸ μὲν ἁγιάζειν, τὸ δὲ ἁγιάζεσθαι· καὶ πάντα ὅσα παρὰ τοῦ ἁγίου πνεύματος χορηγεῖσθαι τῇ κτίσει πεπίστευται, ἐκείνῳ μὲν παρεῖναι πλουσίως πηγάζοντα καὶ εἰς ἄλλους ὑπερχεόμενα, τὴν δὲ κτίσιν ἐπιδεᾶ τῆς ἐκεῖθεν ἀναδιδομένης εὐεργεσίας καὶ χάριτος καθεστάναι καὶ ἐκ μετουσίας δέχεσθαι τὴν τῶν ἀγαθῶν κοινωνίαν τῶν ἐκ τοῦ ὁμογενοῦς προχεομένων. ἀποκληρώσει γὰρ ὅμοιον καὶ προσωποληψίᾳ τὸ τοιοῦτόν ἐστι μηδεμιᾶς ἐν τῇ φύσει προτιμήσεως οὔσης μὴ τὰ αὐτὰ δύνασθαι τὰ κατ᾽ οὐδὲν ἀλλήλων ἐν τῷ εἶναι τὴν διαφορὰν ἔχοντα.

ἅπερ οὐδένα οἶμαι τῶν εὖ φρονούντων συνομολογεῖν· ἢ γὰρ οὐ παρέχει τοῖς ἄλλοις, εἴπερ οὐ φυσικῶς ἔχει, ἢ εἴπερ διδόναι πεπίστευται, τὸ ἔχειν πάντως προωμολόγηται. τοῦτο δὲ μόνης τῆς θείας φύσεως ἴδιόν ἐστι καὶ ἐξαίρετον τὸ παρεκτικὸν ἀγαθῶν εἶναι, αὐτὸ δὲ μηδενὸς ἐπεισάκτου προσδέεσθαι.