Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος βʹ

Γρηγόριος ὁ Νύσσης

Η σωματική κατασκευή ως δίδαγμα ταπεινώσεως και θεογνωσίας

Θεολογική και φυσιολογική ανάλυση του ανθρώπινου σώματος, με έμφαση στη δημιουργία από χώμα, την όρθια στάση και την προστασία των οφθαλμών, ως ενδείξεων του ουράνιου προορισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. οὐκ ἐπανάληψιν τοῦτον τὸν περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου λόγον ἡγητέον, εἰ καί τισι φαίνεται, ἀλλ᾽ ἀκολουθίαν μᾶλλον ἀδιάκοπον τῆς προτέρας περὶ τούτου ἐπιχειρήσεως καὶ συνημμένην οἱονεὶ τῇ προκατάρξει [τὴν] συμπλήρωσιν τῆς διηγήσεως. εἰπὼν γὰρ ὅτι Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ τὰ ἑξῆς περὶ τούτου αὐτοῦ, καὶ δηλώσας ὅτι ἐν τῇ ποιήσει τοῦ ἀνθρώπου συνετέλεσεν ὁ θεὸς πάντα τὰ τοῦ κόσμου ἔργα, τῆς αὐτῆς καὶ πάλιν ἔχεται περὶ τοῦ ἀνθρώπου διηγήσεως συνημμένως καὶ ἀμεσολαβήτως ἐπεργαζόμενος οἱονεὶ καὶ λεπτολογῶν τὸν τρόπον τῆς τούτου ποιήσεως. πρῶτον μὲν γὰρ εἶπεν ἁπλῶς· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· νυνὶ δὲ προστίθησι καὶ πῶς ἐποίησε· Χοῦν λαβὼν ἀπὸ τῆς γῆς. ὅταν οὖν ἀκούσῃς χοῦν, παιδεύου μετριοφρονεῖν, μὴ οἴου μεγάλα περὶ σεαυτοῦ. ὅταν προσβάλλωσί σοι λογισμοὶ ἐπαίροντες τὴν σὴν καρδίαν καὶ δίκην φλεγμονῆς ἐξοιδοῦντες πρὸς κενοδοξίαν ἢ ἐκ τύχης ἁπλῶς ἢ καὶ ἀπὸ προτερημάτων τε καὶ κατορθωμάτων τινῶν, ἀντεισαχθήτω σοι παρευθὺ ἡ τῆς πλάσεώς σου ὑπόμνησις καὶ σύνες, ὅπως ἐκτίσθης καὶ ὡς χοῦς εἶ τὸ ὅλον καὶ τῆς ὑπὸ σοῦ πατουμένης γῆς ἀπογέννημα. εἴ τι γοῦν ἐν αὐτῇ διάγων ἐκτελεῖς κἂν μέγα κἂν μικρόν, ἐξ ὑπογύου ἔχεις τὸ ὑπόμνημα τῆς σεαυτοῦ ταπεινώσεως.

εἰ θυμὸς ἐνοχλεῖ σοι τυχὸν διὰ τὸ ὑβρισθῆναι, δυσγενῆ σε εἰπόντος τινός, καὶ διεγείρει σε πρὸς τὸ ἀνθυβρίσαι καὶ τραχύτερα ὧν ἤκουσας κατειπεῖν τοῦ ὑβρίσαντος, κατάγαγέ σου τὸ βλέμμα πρὸς γῆν καὶ ἐνθυμήθητι ὅθεν προῆλθες, καὶ ἀπέσβεσται αὐτίκα ὁ θυμός, συνιέντος ταχέως τοῦ λογισμοῦ ὅτι ὁ δυσγενῆ σε εἰπὼν οὐχ ὅπως ὕβρισέ σε τῷ λόγῳ, ἀλλὰ μᾶλλον καὶ ἐτίμησεν ἐπὶ τὸ εὐφημότερον καὶ ἐντιμότερον μεταγαγών σου τὴν γένεσιν. ἄνθρωπος γὰρ ἔμψυχος ὁ δυσγενὴς ἐκεῖνος, κἂν δοῦλος εἴη τυγχάνων, σὺ δὲ ἀπὸ τῆς ἀψύχου γῆς καὶ ἀναισθήτου κυρίως καὶ γεγένησαι καὶ ὑπάρχεις. ὥστε οὐχ ὕβρις τὸ λεχθὲν κατὰ σοῦ, ἀλλὰ πλέον τιμή. πάλιν ὅταν ἐπιθυμία τις σαρκικὴ κατακρατήσῃ σου τῆς διανοίας καὶ πείθῃ μελετᾶν τὸ τῆς ὀρέξεως ἀποτέλεσμα, ὅρα ταχέως ἐπὶ τὴν γῆν. μνήσθητι ὅτι ὥσπερ ἐκ ταύτης προῆλθες, οὕτω καὶ εἰς ταύτην μετ᾽ οὐ πολὺ ἀναλυθήσῃ, καὶ τὰ νῦν σφύζοντα μέλη καὶ ἡ ἄλογος ἐπιθυμία καὶ ὁ γαργαλισμὸς τῆς σαρκὸς αὔριον οὐκ ἔσται τῶν μελῶν ἀπονεκρωθέντων καὶ τῆς ὀρέξεως ἀποπτάσης. οὕτως ἡ πρὸς τὴν γῆν τὴν μητέρα ἡμῶν διηνεκὴς σύννευσις καὶ ἐπίγνωσις αἰτία καθίσταται ἀποχῆς καὶ ἐλευθερίας πάντων τῶν ἐνοχλούντων ἡμῖν ἑκάστοτε χαλεπῶν καὶ δυσιάτων παθῶν. Χοῦν, εἶπε, λαβὼν ἀπὸ τῆς γῆς.

εἰ ἀπ᾽ οὐρανοῦ ἐπλάσθημεν, ὡς μὴ δυνάμενοι ἀεὶ βλέπειν ἐκεῖνον οὐκ ἂν συνεχῶς τῆς οἰκείας ὑπεμιμνησκόμεθα φύσεως· νῦν δὲ ἐκ τοῦ προχείρου πάρεστιν ἡμῖν καὶ ἀδιάλειπτον τὸ τῆς ἡμετέρας καὶ εὐτελείας καὶ ἀσθενείας ὑπόμνημα ἐξ ὧν πατοῦμεν, ἐξ ὧν ἁπτόμεθα, ἐξ ὧν θεώμεθα, ἐξ ὧν τρεφόμεθα, ἐξ ὧν διηνεκῶς συμφυρόμεθα. τί τῆς γῆς καὶ τοῦ πηλοῦ βδελυκτότερον καὶ ἀποβλητότερον, ὅθεν σὺ ἐκμεμόρφωσαι; τί μεῖζον αἴτιον τοῦ μετριοφρονεῖν ἡμᾶς καὶ τοῦ μηδενὸς ἀξίους νομίζειν ἑαυτούς;

Ὁπόταν οὖν ἴδῃς τινὰ μέγα φρονοῦντα ἐφ᾽ ἑαυτῷ, ἐσθῆτα ἀνθηρὰν περιβεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην τὴν τῶν πολυτίμων φέροντα, οἰκέτας ἐφελκόμενον περισσούς, κόμην περιβεβλημένον μεγάλην καὶ ἀνειμένην καὶ ταύτην ξανθήν τε καὶ ἑλικτὴν καὶ σοβοῦντα κατεπιτηδεύμασιν, μανιάκας χρυσοῦς περιφέροντα, ἐπὶ χρυσῆς καθέδρας ἐνιδρυόμενον, σεμνοπροσωποῦντα, σεμνολογούμενον, ὑψηλοφρονοῦντα, σοβαρευόμενον ἐπὶ τῷ πλήθει τῶν προπομπῶν, τῶν ἀκολούθων, τῶν κολάκων οὓς ἐπισύρεται, τῶν περὶ τὰς πολυτελεῖς τραπέζας παρασίτων, ἐπὶ ταῖς εὐφημίαις καὶ τοῖς ἀσπασμοῖς, οὓς πάντες αὐτῷ προσάγουσι περὶ τὴν ἀγοράν, οἱ μὲν ἐξανιστάμενοι τῶν βάθρων οἱ δὲ προϋπαντῶντες, οἱ δὲ προπομπεύοντες, ἄλλος ἄλλο τι τῶν εἰς τιμὴν καὶ δόξαν ἐκείνου ἐπιδεικνύμενοι· ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι προαγομένους ὑψηλῇ τῇ φωνῇ τὸν δεῖνα μὲν σοβοῦντας τὸν δεῖνα δὲ ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ μεγάλα ἡγήσῃ τὰ ὁρώμενα, μὴ καταπέσῃς τὴν διάνοιαν μηδὲ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. κἂν μὲν ἄλλο τί ἐστι τὸ ὁρώμενον παρὰ τὸν ἄνθρωπον, φοβήθητι καὶ θαύμασον τὰ πραττόμενα, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς ὁ ταῦτα ἐπιδεικνύμενος, καταφρόνησον.

Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἡ μὲν φωνὴ τοῦ Ἔπλασε τεχνικήν τινα ὑποφαίνει εὐθὺς ἐνέργειαν τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον. ἆρα δὲ οὕτω καὶ αὐτὸς τὴν ἡμετέραν ἐτεχνήσατο πλάσιν ὡς οἱ τὰ πήλινα πλάσσοντες ἢ τὰ γύψινα διασκευάζοντες ἢ τοὺς ἀνδριάντας χαλκεύοντες ἢ ἄλλο τι τῶν τεχνητῶν ἀποτελοῦντες, οἷς ἄχρι τῆς ἐπιφανείας τὰ τῆς μιμήσεως περιίσταται, ὥσπερ ὁρῶμεν πολλάκις ἄνδρα μὲν πεπλασμένον καὶ ἦθος ἔξω ἐμφαίνοντα ἢ θυμοῦ τυχὸν καὶ ἀνδρείας ἢ φόβου καὶ δειλίας, γυναῖκα δὲ πάλιν ἢ ἐρωτιῶσαν ἢ αἰδουμένην, ἢ ἄλλο τι παρεπόμενον τῇ ταύτης φύσει πάθος ὁ πλάστης γνωρίζων ἐξειργάσατο; θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ᾽ αὐτὰ ἐκεῖνα τὰ πρωτότυπα ἤθη τοῦ ἀνθρώπου ἡ δημιουργικὴ ἐνέργεια ἐπὶ τὸ βάθος χωρήσασα ἔνδον ἕκαστα διωργάνωσε πολλῶν καὶ παντοδαπῶν καὶ διαφόρων παθῶν καὶ γνωμῶν εἰς ταὐτὸν μίξιν καὶ σύγκρασιν ἐν ἀκαρεῖ ἐκτελέσασα. εἴθε μοι τοσοῦτον σχολῆς, ὥστε κατὰ λεπτὸν καὶ ἠκριβολογημένως ὑποδεῖξαί σοι τὴν τοῦ ἀνθρώπου κατασκευήν. ἔμαθες γὰρ ἂν ἀπὸ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ καὶ οἰκονομίαν. τῷ ὄντι γὰρ μικρὸς διάκοσμός ἐστιν ὁ ἄνθρωπος καὶ ὀρθῶς ἐστοχάσαντο οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν ἀποσεμνύναντες. πόσαι γοῦν καὶ παρὰ πόσων ἐκ παλαιοῦ περὶ τὸ θαυμαστὸν τοῦτο πλάσμα πραγματεῖαι κατηναλώθησαν.

αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ παρατηρήσεις, ἡ περὶ ἀναλογίας, ἡ περὶ τῆς τῶν μελῶν πρὸς ἄλληλα συμμετρίας, ἡ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα περὶ τὴν τοῦ ἀνθρώπου διάπλασιν συνεισέρχεται. καὶ πόθεν ἐμοὶ λόγος τοσοῦτος, ὥστε δυνηθῆναι εἰπεῖν μετὰ ἀκριβείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε περιέχεται; τὰ μέντοι πρόχειρα, κἂν ἐγὼ μὴ λέγω, σὺ οἶδας.

Ἔπλασε γάρ σε ὁ θεός, ὡς ὁρᾷς, ὄρθιον καὶ ταύτην σοι τὴν διάπλασιν ἐξαίρετον δέδωκε παρὰ τὰ λοιπὰ πάντα ζῷα. διὰ τί; ἐπειδὴ ἐξαίρετόν σοι καὶ τὴν ὀφειλομένην καὶ ἀναγκαίαν ἐνέργειαν προσεπιδοῦναι ἔμελλε. τὰ μὲν ἄλογα πάντα ζῷα βοσκήματα μόνον ἐστὶ καὶ πρὸς ὃ πέφυκε, πρὸς τοῦτο ἔχει καὶ τὴν κατασκευήν. ὁποῖόν ἐστι καὶ τὸ πρόβατον· ἐπειδὴ γὰρ ἐγενήθη νέμεσθαι, κάτω ἔχει συννεύουσαν καὶ τὴν κεφαλήν, ὥστε τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα· τέλος γὰρ αὐτοῖς εὐεξίας πλήρωσις γαστρὸς καὶ ἀπόλαυσις ἡδονῆς. ἀνθρώπῳ δὲ ἡ κεφαλὴ ἐπὶ τὰ ἄνω ἐξ αὐτῆς τῆς πλάσεως ἀναδεδράμηκε καὶ ὑψηλοτέρα τῶν ἄλλων ἁπάντων τοῦ σώματος μερῶν καθέστηκεν, ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν. μὴ τοίνυν μεταποίει σεαυτὸν εἰς τὸ παρὰ φύσιν μηδὲ τὰ γήϊνα κύψας περισκόπει, ἀλλὰ τὰ οὐράνια διηνεκῶς κατόπτευε καὶ ἐνοπτρίζου, ἔνθα σου καὶ τὸ πολίτευμα προευτρέπισται. οὕτω σοι καὶ τὸ σῶμα διαπέπλασται καὶ τὸ διάπλασμα διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. οὐ γὰρ ἵνα ἐπὶ γῆς σύρηταί σου ἡ ζωὴ ὡς τῶν ἑρπετῶν, κατεσκευάσθης ὄρθιος, ἀλλ᾽ ἵνα οὐρανὸν βλέπῃς καὶ τὸν ἐν τούτῳ θεόν, οὐδὲ ἵνα τὴν κτηνώδη καὶ γήϊνον μεταδιώκῃς ἀπόλαυσιν, ἀλλ᾽ ἵνα τὴν οὐράνιον ἐν τῇ δεδομένῃ σοι διανοίᾳ ἐπιτελῇς πολιτείαν. διὰ τοῦτο· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής.

τίνος δὲ ἕνεκεν οὐ περὶ τὰ κάτω τοῦ σώματος οἱ ὀφθαλμοὶ ἀλλ᾽ ἐν τῇ κεφαλῇ; ἵνα τὰ ἐν ὕψει περισκοπῶσιν. ὁ δὲ τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ᾽ εἰς τὰ γήϊνα ἐπικύπτων κατήγαγεν εἰς ἑρπετοῦ φύσιν τοὺς ὀφθαλμοὺς ἐπὶ τῆς γῆς ὡς ἐκεῖνα συρόμενος.

Ἡ μὲν οὖν κεφαλὴ τοῦ ὅλου σώματος ὑπερανέχουσα τοῖς ὤμοις ἐπίκειται, οὐκ ἐνδεδυκυῖα τούτοις, ἵνα μὴ κρύπτηται, ἀλλ᾽ ἐρείσματι ἀξιολόγῳ καὶ οἷον ἐπιβάθρᾳ τινὶ τῷ τοῦ αὐχένος ἀνεστηκότι ἐπαναπαυομένη. ἐν ταύτῃ δὲ τῶν ὀφθαλμῶν ἐμπεπήγασι δίδυμοι βολαί. οὐκ ἤρκει γὰρ ὁ εἷς, ἀλλὰ δύο ἐγενέσθην ἀλλήλοις βοηθώ, ἵνα ἡ τοῦ ἑνὸς κατὰ τύχην διάλυσις τὴν τοῦ ἀβλαβοῦς ἑτέρου παραμυθίαν ἔχῃ. καὶ ἄλλως δὲ ἀπὸ ἑνὸς τόπου προερχόμενον τὸ ὁρατικὸν ἀσθενέστερον πάντως, ἐκ δὲ δύο πηγῶν συμβαλλόμενος ὁ ὁλκὸς εὐτονώτερος γίνεται. προϊοῦσα γὰρ ἑκατέρωθεν τῆς ῥινὸς ἡ ὄψις ὁμοῦ μὲν προσαναπαύεται τῷ μέσῳ τούτου διατειχίσματι, ὁμοῦ δὲ προκύπτουσα ἐπὶ τὸ ἔμπροσθεν ἑνοῦται ἡ μία τῇ ἑτέρᾳ, οἷον ἐκ δύο τινῶν ὀχετῶν ἀφ᾽ ἑκατέρας ὄψεως ὥσπερ πηγῆς ἐξιόντων καὶ μετὰ βραχὺ μιγνυμένων εἷς ἀποτελούμενος ποταμὸς ὁπότε δὴ καὶ ἰσχυρότερος γίνεται εἴτουν ἐνεργέστερος. καὶ τούτου ἀπόδειξις οἱ γέροντες τῶν ἀνθρώπων, οἳ τὰ μὲν ἐγγὺς πάνυ ἥκιστα βλέπουσι, τὰ δὲ πορρώτερον ἀποδιϊστάμενα τῶν ὀφθαλμῶν ἐναργέστερον καθορῶσιν, ἐπειδὴ διῃρημένως μὲν τοῦ ὁρατικοῦ προϊόντος ἐξ ἀρχῆς ἀσθενὴς ἡ ἑκατέρου ὄψις, μετὰ δὲ τὴν συμβολὴν ἀμφοτέρων καὶ ἕνωσιν οἷον ἐπὶ πλημμύρας τινὸς πολυπλασιαζομένη εὐτονωτέρα γίνεται καὶ δραστικωτέρα περὶ τὴν τῶν ὁρατῶν ἀνάληψιν.

Φυλακαὶ δὲ περὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγαι. χιτὼν ἔνδοθεν, καὶ οὐκ ἀρκεῖ οὗτος. οὐ γὰρ ἐνεδέχετο παχὺς κατασκευασθῆναι· ἦ γὰρ ἂν ἐμπόδισμα καθειστήκει τῆς ὄψεως. ἔδει δὲ διαφανὲς εἶναι καὶ ἐλαφρὸν τὸ προκάλυμμα. οὐκοῦν εἷς μὲν διαυγὴς εἷς δὲ ἀραιός, ὁ μὲν κρυσταλλοειδὴς ὁ δὲ κερατοειδής, ὁ προκεκαλυμμένος στερεώτερος, ὁ ἔνδοθεν ἀραιότερος, ἵνα μὴ κωλύῃ τὴν παράδοσιν, ὁ τρίτος πάλιν κρυσταλλοειδής, ἵνα ἐν αὐτῷ τὴν ἔμφασιν καὶ τὴν διαύγειαν ἑκατέρα ἔχῃ. προβολὴ τὸ βλέφαρον· τοῦτο γὰρ προκάλυμμα τοῦ ὀφθαλμοῦ καὶ σκέπασμα καὶ οἷον οἰκητήριόν ἐστιν. ἠδύνατο μὲν γὰρ σκέπειν καὶ ἡ χείρ, ἀλλ᾽ ἕως ἐκείνη ἀνήρχετο, ἔφθανε πολλάκις ἀμαυρωθῆναι ὁ ὀφθαλμός. νῦν δὲ ἐκεῖθεν παράκειται ἡ προφυλακή· ὁμοῦ τε γὰρ ᾔσθετο τῆς βλάβης καὶ προεβάλετο τὸ προκάλυμμα. διὰ γὰρ τοῦτο καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ ἀνεπιχείρητος ὡς τὰ πολλὰ ταῖς ἔξωθεν ἐπερχομέναις βλάβαις ἅτε ὑπὸ παραπετάσματι καθεζομένη τῷ βλεφάρῳ καὶ μόνη σχεδὸν τῶν ἐν ἡμῖν πάντων μελῶν διατηρουμένη ἀνέπαφος. προβέβληνται δὲ τοῖς βλεφάροις καὶ ἀκίδες τριχῶν. διὰ τί; ἵνα ἀκριβεστέρα γένηται ἡ τούτων περιπλοκὴ τοῦ ἄνω πρὸς τὸ κάτω διὰ τῶν τοιούτων προσαρμοζομένου τριχῶν.

οἷον γὰρ σύνδεσμοι καθεστᾶσιν αἱ τρίχες ἀλλήλαις περιπλεκόμεναι· εἶτα καὶ τὰ λεπτὰ τῶν ζῴων πόρρωθεν ἀπείργουσι καὶ τὰ χνοώδη οὐκ ἐῶσι πλησιάσαι τῇ κόρῃ εὐπαθεῖ οὔσῃ καὶ τῷ παρατυχόντι ἀμαυροῦσθαι δυναμένῃ. ἑτέρα δὲ πάλιν ἐστί τις φυλακὴ ἄνωθεν ἐπικειμένη ἑκατέρῳ τῶν ὀφθαλμῶν διὰ τῶν τριχῶν, ὁμοῦ μὲν τῇ περιγραφῇ εὐπρέπειαν χαριζομένη, ὁμοῦ δὲ καὶ τὴν ἀσφάλειαν παρεχομένη, ἥτις ἐστὶν ἡ ὀφρὺς ἄνωθεν προβεβλημένη, ἵνα κατευθύνῃ τὸ ὁρατικόν. καὶ τούτου ἀπόδειξις· ὅταν βουληθῇς πόρρωθέν τι κατασκοπεῦσαι καὶ κοιλάνας τὴν χεῖρα ὑπερτείνῃς τῶν ὀφρύων, εἰς τί γὰρ τοῦτο ποιεῖς; ἵνα τὸ ἐπὶ τὸ ἄνω διαφορούμενον τῆς ὄψεως μὴ εἰκῇ σκεδαννύηται τῷ πλάτει τοῦ ἀέρος ἐγκαταχεόμενον, ἀλλ᾽ ἔκ τε τῆς κάτωθεν ἀνοχῆς τῆς χειρὸς ἔκ τε τῆς ἄνωθεν προβολῆς τῶν ὀφρύων κατευθυνόμενον καὶ πρὸς τὸ ἔμπροσθεν συνωθούμενον ἀκριβεστέραν σχοίη τοῦ ὁρατοῦ τὴν μετάληψιν. διὰ τοῦτο ὀφρύες ὁμοῦ μὲν τὸ ὀπτικὸν τῶν ὀφθαλμῶν κατευθύνουσαι, ὁμοῦ δὲ καὶ τὸν ἄνωθεν καταρρέοντα ἱδρῶτα ἐπέχουσαι καὶ οὐκ ἐῶσαι καταχεῖσθαι τῶν αἰσθητηρίων καὶ ἐμποδίζειν ταῖς ὄψεσιν οἷόν τι διατείχισμα ἱκανὸν πρὸς τὴν τῆς ἔξωθεν ἐπιούσης βλάβης ἀποτροπήν.

ποῖος ἀμπελουργὸς οὕτω δύναται ἀσφαλῶς τὴν οἰκείαν ἄμπελον περικλεῖσαι καὶ θριγκὸν αὐτῇ τοιοῦτον περιβαλεῖν ὡς ἀνεπίβατον πάντῃ καθεστάναι τὸν χῶρον ταῖς παρακειμέναις χαράδραις, ὡς ὁ θεὸς ἐξειργάσατο τὴν τῶν ὀφρύων περιβολὴν εἰς τὴν τῶν ὀφθαλμῶν φυλακὴν μηνοειδῶς αὐτὰς ἐν ἡμῖν περιγράψας ἀπὸ μιᾶς συμβολῆς τῆς κατὰ τὴν ῥῖνα ἐφ᾽ ἑκάτερα τὰ μέρη διατεινομένας, ἵνα ὁ ἱδρὼς τῇδε κἀκεῖσε περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ πονοῦντι ἀνθρώπῳ περὶ τὸ προκείμενον ἔργον καὶ τῇ τούτου χειρὶ ἀνιούσῃ συνεχῶς ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς καταφερομένας νοτίδας ἀπομασσομένῃ, ἀλλ᾽ ὁμοῦ μὲν διαρρέοι ὁ ἱδρὼς αὐτομάτως ἐπὶ τὰ ἑκατέρωθεν πλάγια μεταφερόμενος διὰ τῶν ἰδίων ὀχετῶν ἄνωθεν τῶν ὀφρύων, ὁμοῦ δὲ οἱ ὀφθαλμοὶ ἀνενοχλήτως τὴν ἰδίαν ἐπιτελοῖεν ἐνέργειαν.