Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος βʹ

Γρηγόριος ὁ Νύσσης

Η αρχέγονη διατροφή στον Παράδεισο και η κρεοφαγία

Συγκριτική εξέταση της αναίμακτης τροφής προ της πτώσεως με την παραχώρηση της σαρκοφαγίας μετά τον Κατακλυσμό και η σημασία της ασκητικής ολιγάρκειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ, ὑμῖν ἔσται εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· πάντα νόμιμά ἐστιν. οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας εἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ πετεινά, τὰ τετράποδα. οὐ γὰρ τούτου ἕνεκεν ἐκτίσθησαν, ἀλλ᾽ ἡ πρώτη νομοθεσία καρπῶν ἀπόλαυσιν συνεχώρησεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ διαίτης. οἷον δέ ἐστι καὶ τὸ ἐν τῷ λανθάνοντι παρακείμενον μυστήριον, ὅτι οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἀλόγοις πᾶσι ζῴοις ἡ αὐτὴ ἐκ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων ὡρίσθη τῷ τότε τροφή. Ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς. καὶ μὴν 〈ἂν〉 εἴποι τις· ὁρῶμεν ἀρτίως τὰ πλείονα τῶν θηρίων καρποῖς μὴ τρεφόμενα. ποίῳ γὰρ καρπῷ ἀνέχεται πάρδαλις τρέφεσθαι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ᾽ ἴστω, ὅτι καὶ ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς τὸ πρὶν διετρέφετο· ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν εἰδὼς ὁ κύριος ἀφειδεῖς τοὺς ἀνθρώπους πάντων τὴν ἀπόλαυσιν συνεχώρησε· φάγεσθε γὰρ ταῦτα ὡς λάχανα χόρτου.

ταύτῃ τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῷα εὐθὺς ἔλαβε τὴν τοῦ σαρκοφαγεῖν ἄδειαν. ἐξ ἐκείνου λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες † ὁμοῦ τῷ γεννηθῆναι ζῷα περιεσκόπουν τὴν γῆν· οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ θεοῦ σημαινομένων ἢ γενομένων, ἵνα γῦπες τραφῶσιν· οὔτε φύσις διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν αἱμοβόρα. (γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι.) ὥστε οὔπω ἦν νεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο. καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐσθίοντας (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν ἡ τροφή, ἀλλ᾽ ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα), τοιαῦτα λόγισαι καθεστάναι καὶ τότε τὰ νῦν ὠμοβόρα τῶν ζῴων χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα. ὁποία γὰρ μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη πάντως ἦν καὶ ἡ πρώτη γένεσις. ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ τὴν παλαιὰν αὐτοῦ καὶ πρώτην κατάστασιν τῆς πονηρίας ἀφέμενος, τῆς περὶ τὴν γεηρὰν ταύτην καὶ ὀδυνηρὰν ζωὴν μοχθηρίας, τῶν περὶ τὰ βιωτικὰ ταῦτα τὰ τὴν ψυχὴν συνθολοῦντα φροντίδων καὶ μεριμνῶν.

ταῦτα οὖν πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν παραδείσῳ ὑποστρέφει βίον ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, τὸν ἀγγέλοις σύντροφον, τὸν οἰκεῖον θεῷ.

Ταῦτα δὲ εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ τὸν ἄνθρωπον ἀποκλείειν θέλομεν τῆς συγκεχωρημένης παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ᾽ ἵνα τὸν πρώην μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ τότε ζωή, ὅπως ἀπροσδεής, ὅπως ὀλιγαρκής. πῶς βραχέα πάνυ καὶ εὐπόριστα τὰ πρὸς τὴν τοῦ βίου διαγωγὴν τοῖς ἀνθρώποις συντείνοντα καὶ πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ὕστερον ἡ τῆς ἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς ἐπενοησάμεθα· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμιαμάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν. ὥσπερ οἱ νοσοῦντες, ὅταν καταβληθῶσιν ὑπὸ χαλεπῆς ἀρρωστίας, μὴ δυνάμενοι μετέχειν τῆς συνήθους τῶν βρωμάτων ἀπολαύσεως ὀσφραντοῖς καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν δεξιώμασι τὰς παρηγορίας λαμβάνουσιν· ἐπειδὴ γὰρ τῶν στερεωτέρων ἐκπεπτώκασιν, εἰς ἀπόλαυσιν σύμμετρον τῇ ἀσθενείᾳ τούτων οἱ κολακεύοντες αὐτῶν τὰς αἰσθήσεις περινοοῦσι τὴν θεραπείαν.

πλὴν ἀλλὰ καὶ νῦν οἱ βουλόμενοι κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἄγειν ἑαυτοὺς φεύγωμεν ὁλοσχερῶς ταύτην τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν, ἐπ᾽ ἐκεῖνον δὲ τὸν πρότερον βίον, καθ᾽ ὅσον ἐστὶ δυνατόν, ἀναγώμεθα καρποῖς καὶ σπέρμασι καὶ ἀκροδρύοις χρώμενοι πρὸς ἀρκοῦσαν διατροφήν, εἴ τι δὲ περιττὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπόμενοι. οὐχ ὅτι βδελυκτά· ἐκ θεοῦ γὰρ πάντα γεγένηται· ἀλλ᾽ ὅτι βλαβερὰ διὰ τὴν σαρκικὴν εὐπάθειαν.