Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου

Γρηγόριος ὁ Νύσσης

Η ισοτιμία των φύλων και η πνευματική κυριαρχία επί των παθών

Ανάδειξη της ισοτιμίας ανδρών και γυναικών ως προς το «κατ' εικόνα» και αλληγορική ερμηνεία της κυριαρχίας επί των αλόγων ζώων ως εσωτερικού αγώνα και επικράτησης επί των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 6

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. εἴποι ἂν τάχα ἐνταύθα ἡ γυνή· οὐδὲν πρὸς ἐμὲ ὁ λόγος· ὁ ἀνὴρ τηνικαῦτα ἐγένετο. οὐ γὰρ εἶπε τὴν ἄνθρωπον ἢ ἁπλῶς ἄνθρωπον, ἀλλὰ μετὰ παρενθήκης τοῦ ἀρρενικοῦ ἄρθρου τοῦτο ἐξέφηνεν. ἵνα οὖν μὴ ἀμαθῶς τις ἢ καὶ κακούργως τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸν ἄνδρα μόνον ὑπολάβῃ δηλοῦσθαι, προσέθηκε παρευθὺς Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ἵνα γνῷς, ὅτι καὶ ἡ γυνὴ ἔχει τό τε Κατ᾽ εἰκόνα θεοῦ γεγενῆσθαι καὶ τὸ Καθ᾽ ὁμοίωσιν θεοῦ γεγενῆσθαι ὥσπερ καὶ ὁ ἀνήρ. ὅμοιαι γὰρ αἱ φύσεις ἀμφοτέρων ἐπλάσθησαν καὶ ὁμότιμοι καὶ ἴσαι τούτων αἱ πράξεις, ἴσα τὰ ἔπαθλα, ἴση ἡ καταδίκη. μὴ γὰρ προφασιζέσθω τὸ ἀσθενέστερον ἡ γυνή· ἐν γὰρ τῇ σαρκὶ τοῦτο. ἡ μέντοι ψυχὴ ἐπίσης τῇ ἀνδρείᾳ τὴν οἰκείαν ἔσχηκε δύναμιν. ἐπειδὴ οὖν ὁμότιμον τὸ Κατ᾽ εἰκόνα θεοῦ εἰλήχασιν, ὁμότιμον ἔχουσι καὶ τὴν ἀρετὴν καὶ τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. καὶ οὐδεμία παραίτησίς ἐστι τῇ προβαλλομένῃ τυχὸν τὴν τοῦ σώματος ἀσθένειαν. εἰ γὰρ καὶ ἁπλῶς ἁπαλὸν ἐπεφύκει, ἀλλὰ ἕτοιμον εἰς συμπάθειαν, εὔτονον ἐν καρτερίαις, σύντονον ἐν ἀγρυπνίαις.

ὑπεραίρει γὰρ πολὺ καὶ τὴν ἀνδρείαν φύσιν ἡ τοῦ θήλεος περὶ τὸ ἐνστατικὸν τοῦ καλοῦ καὶ καρτερικόν, καὶ οὐκ ἄν ποτε ἐξισωθείη ἀνὴρ γυναικὶ ἢ περὶ τὴν τῆς νηστείας καὶ τῆς ἄλλης ἐγκρατείας ἄσκησιν ἢ τὸ ἐν δάκρυσι δαψιλὲς ἢ τὸ ἐν προσευχαῖς φιλόπονον ἢ τὸ ἐν εὐποιΐαις ἄφθονον. εἶδον ἐγὼ γυναῖκα λάθρα τοῦ ἀνδρὸς ὑφαιρουμένην τὰ τῆς οἰκίας χρειώδη, κλοπὴν ἐπαινετὴν καὶ σωτήριον, καὶ πένησιν αὐτὰ ἐν τῷ λεληθότι διανέμουσαν καὶ ἄκοντα καὶ ἀγνοοῦντα τὸν ἄνδρα καὶ τοὺς οἰκείους εὐεργετοῦσαν. ὑπὲρ γὰρ ἐκείνου καὶ τῆς τοῦ οἴκου αὐξήσεως καὶ τῆς τῶν τέκνων διαμονῆς ἔδρα τὴν εὐποιΐαν.

Ἔχει τοίνυν καὶ τὸ θῆλυ οὐχ ἧττον τοῦ ἄρρενος καὶ τὸ Κατ᾽ εἰκόνα καὶ τὸ Καθ᾽ ὁμοίωσιν, ἐπειδὴ μὴ ἐν τῷ ἔξωθεν φαινομένῳ ἀνθρώπῳ ἤτοι τῷ σώματι, ἀλλ᾽ ἐν τῷ ἔσωθεν καὶ κυριωτέρῳ ταῦτα καὶ ἐπιθεωρεῖται καὶ ἐπισυνίσταται. καὶ διὰ τοῦτο καὶ ἡμεῖς ὡς πρὸς ἕνα τοὺς ἀμφοτέρους ποιούμεθα τὴν διάλεξιν καὶ εἰς τὸ Καθ᾽ ὁμοίωσιν ὅλῃ σπουδῇ προτρεπόμεθα. τοῦτο δὲ περιέσται σοι πάντως διὰ τῆς χρηστότητος, τῆς ἀνεξικακίας, τῆς κοινωνίας, τῆς μεταδόσεως, τῆς φιλαλληλίας, τῆς φιλαδελφίας, τῆς μισοπονηρίας καὶ τοῦ κατακρατεῖν τῶν παθῶν τῆς ἁμαρτίας. ἐντεῦθεν γὰρ ἐπακολουθεῖ καὶ τὸ ἄρχειν τῶν ἀλόγων.

Καὶ ἀρχέτωσαν, φησί, τῶν θηρίων. τάχα οὖν ἐρεῖς· καὶ ποίων θηρίων μέλλω ἄρχειν καὶ ποῦ μοι ταῦτα πάρεστιν; ἀγνοεῖς δὲ ἄρα ὅτι μυρία θηρία περὶ σὲ καὶ πολὺν τοιοῦτον ὄχλον ἐν σεαυτῷ περιφέρεις καὶ ἐντός σου διατρίβει διηνεκῶς; μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὁπότε ὑλακτεῖ 〈ἐν〉 τῇ καρδίᾳ καὶ χεῖρον παντὸς κυνὸς ἀγριαίνεται; ὁ δόλος δέ, ὅταν τῇ ψυχῇ ἐμφωλεύῃ καὶ τὰς ἐπιβουλὰς καταρτύῃ, οὐ θηρίον ἀλώπεκος ἀγριώτερον καὶ ἄρκτου δυσημερώτερον; ὁ δὲ ὀξὺς εἰς ὕβριν οὐ σκορπίος ἄντικρυς; ὁ δὲ λάθρα ἀμυνόμενος οὐκ ἐχίδνης χαλεπώτερος; ὁ δὲ πλεονέκτης καὶ ἅρπαξ οὐ λύκος αὐτόχρημα; ποῖον θηρίον οὐκ ἔνδον καὶ ἐν ἑαυτοῖς ὑποτρέφομεν, ἐπεὶ καὶ ὁ θηλυμανὴς ἵππος ἐστὶν ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε. μετέθηκε γὰρ ἑαυτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ προσῳκειώθη. πολλὰ τοίνυν θηρία ἐν ἡμῖν ὧν ἀγωνίζου ἄρχειν. εἰ γὰρ τῶν ἔξω μὲν ἄρχεις θηρίων τὰ δὲ ἔνδον ἀβασίλευτα εἴτουν ἀνυπότακτα καταλείψεις, σκόπει τί τοῖς ὁρῶσί σε δόξεις λέοντος μὲν ἀλόγου ζῴου κρατῶν καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, τοῦ δὲ περὶ τὴν καρδίαν θυμοῦ ἡττώμενος καὶ πρίων μὲν τοὺς ὀδόντας, φωνὴν δὲ ἄναρθρον πολλάκις ὑπὸ τῆς κατασχούσης μανίας ἀφιείς, τυχὸν δὲ καὶ χεῖρας ἐκτείνων πρὸς τὴν τοῦ παρεστῶτος ἄμυναν.

ἆρα οὐ παντὸς ἀρχομένου μὲν εὐτακτοῦντος δὲ ἀθλιώτερος ἐντεῦθεν καὶ καταγελαστότερος, ὅτι ἄρχει μᾶλλον σοῦ ὁ θυμὸς τὸν λογισμὸν παρωσάμενος καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλαβὼν ἄγει σε ὅπου 〈ἂν〉 τύχῃ ἴσα καὶ δέσμιον, ὃν ἄρχοντα πάντων κατέστησεν ὁ θεός;

Ἀλλὰ σύ μοι φύλαττε τὸ δοθὲν ἀξίωμα. ἄρχων ἐκτίσθης. ἄρχε παθῶν, ἄρχε θηρίων, ἄρχε ἑρπετῶν, ἄρχε πτηνῶν· μὴ μετεωρίζου τοῖς λογισμοῖς, μὴ κοῦφος ἔσο τῇ διανοίᾳ καὶ ἄστατος. ἄρχειν γὰρ ἐκρίθης πτηνῶν, οὐχ ὁμοιοῦσθαι πτηνοῖς. μὴ οὖν τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ μείζω φρονήσῃς τῆς γηίνης καὶ ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μεγάλυνε τὰ σά, ἵνα μὴ μετὰ τῶν πτηνῶν λογισθῇς ἐπίσης ἐκείνοις ἐπαιρόμενος καὶ τῇδε κἀκεῖσε τῇ πτήσει περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν. ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν καὶ ὑπὸ ἑταίρας κρατούμενον ἔσω τῆς οἰκίας δημοσίᾳ πόλεως εἶναι προστάτην. χρὴ δὲ τὰ οἰκεῖα πρῶτον καλῶς διαθέμενον καὶ τὰ ἔνδον εὐταξίᾳ κοσμήσαντα οὕτω τῶν ἐκτὸς καὶ ὀθνείων προσλαμβάνειν τὴν ἐπιστασίαν, ἐπεὶ περιστραφήσεται παρὰ τῶν ἀρχομένων ὁ λόγος ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. λοιπὸν ἑαυτοὺς θεραπεῦσαι πρῶτον σπουδάσωμεν.

οὐδεὶς γὰρ ὅτι μὴ ἐθήρασε λέοντα κατεμέμφθη ποτέ, εἰ δὲ μὴ ἐκράτησε τοῦ θυμοῦ, ἐνεπαίχθη παρὰ παντός· ὥστε ὁ μὲν μὴ δυνηθεὶς ἀγρίων περιγενέσθαι θηρίων οὔπω μέμψεως ἄξιος, ὁ δὲ τοῦ ἐνοχλοῦντος πάθους κρατῆσαι ἠτονηκὼς ὑπὸ κατάγνωσιν πάντως, διότι ἐκεῖνο μὲν οὐ συμβάλλεται τῷ τῆς λογικῆς ἀξιωθέντι ἀρχῆς, τοῦτο δὲ ἀναγκαῖον καὶ ὀφειλόμενον.