Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Η δημιουργία κατ' εικόνα Θεού, η πτώση και η απώλεια της αρχέγονης μακαριότητας

Ερμηνεία της αρχέγονης κατάστασης στον Παράδεισο, της εκούσιας απομάκρυνσης από το αγαθό και των συνεπειών της πτώσης του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 12

Κεφάλαιον ιβʹ Ὅτι ὁ ἑαυτὸν ἐκκαθάρας ἐν ἑαυτῷ τὸ θεῖον κάλλος κατόψεται· ἐν ᾧ καὶ περὶ τῆς τοῦ κακοῦ αἰτίας. Ἀλλὰ τοῦτο μὲν ἴσως οὐδεὶς ἀγνοεῖ· ἐπιζητεῖν δὲ εἰκός τινας, εἰ δυνατόν ἐστιν οἷόν τινα μέθοδον καὶ ἀγωγὴν τὴν πρὸς τοῦτο χειραγωγοῦσαν ἡμᾶς ἐξευρεῖν. Μεσταὶ μὲν οὖν αἱ θεῖαι βίβλοι τῆς τοιαύτης εἰσὶν ὑφηγήσεως, πολλοὶ δὲ τῶν ἁγίων καθάπερ τινὰ λύχνον τὸν ἑαυτῶν βίον τοῖς κατὰ θεὸν πορευομένοις προφαίνουσιν. Ἀλλὰ τὰς μὲν ἐκ τῆς θεοπνεύστου γραφῆς εἰς τὸν προκείμενον σκοπὸν ὑποθήκας ἔξεστιν ἑκάστῳ πλουσίως ἐξ ἀμφοτέρων τῶν διαθηκῶν ἀναλέξασθαι· πολλὰ μὲν γὰρ ἐν προφήταις καὶ νόμῳ, πολλὰ δὲ ἐν εὐαγγελικαῖς τε καὶ ἀποστολικαῖς παραδόσεσι πάρεστιν ἀφθόνως λαβεῖν. Ὅσα δ᾽ ἂν καὶ ἡμεῖς ἐπινοήσαιμεν ταῖς θείαις ἀκολουθοῦντες φωναῖς, ταῦτά ἐστι.

Τὸ λογικὸν τοῦτο καὶ διανοητικὸν ζῷον ὁ ἄνθρωπος, τῆς θείας τε καὶ ἀκηράτου φύσεως ἔργον καὶ μίμημα γεγονώς—οὕτω γὰρ ἐν τῇ κοσμογενείᾳ περὶ αὐτοῦ ἀναγέγραπται, ὅτι «Κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν»—, τοῦτο οὖν τὸ ζῷον, ὁ ἄνθρωπος, οὐ κατὰ φύσιν οὐδὲ συνουσιωμένον ἔσχεν ἐν ἑαυτῷ παρὰ τὴν πρώτην γένεσιν τὸ παθητικόν τε καὶ ἐπίκηρον—οὐδὲ γὰρ ἦν δυνατὸν τὸν τῆς εἰκόνος διασωθῆναι λόγον, εἰ ὑπεναντίως εἶχε τὸ ἀπεικονισμένον κάλλος πρὸς τὸ ἀρχέτυπον—, ἀλλ᾽ ὕστερον ἐπεισήχθη τὸ πάθος αὐτῷ μετὰ τὴν πρώτην κατασκευήν. Ἐπεισήχθη δὲ οὕτως· εἰκὼν ἦν καὶ ὁμοίωμα, καθὼς εἴρηται, τῆς πάντων τῶν ὄντων βασιλευούσης δυνάμεως καὶ διὰ τοῦτο καὶ ἐν τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως πρὸς τὸν ἐξουσιάζοντα πάντων εἶχε τὴν ὁμοιότητα, οὐδεμιᾷ τινι τῶν ἔξωθεν ἀνάγκῃ δεδουλωμένος, ἀλλὰ τῇ γνώμῃ τῇ ἰδίᾳ πρὸς τὸ δοκοῦν διοικούμενος καὶ τὸ ἀρέσκον αὐτῷ κατ᾽ ἐξουσίαν αἱρούμενος.

Τὴν δὲ συμφορὰν ταύτην, ᾗ νῦν κεκράτηται τὸ ἀνθρώπινον, αὐτὸς ἐθελοντὴς ἀπάτῃ παρενεχθεὶς ἐπεσπάσατο, αὐτὸς τῆς κακίας εὑρετὴς γενόμενος, οὐχὶ παρὰ θεοῦ γενομένην εὑρών· «θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν», ἀλλὰ τρόπον τινὰ κτίστης καὶ δημιουργὸς τοῦ κακοῦ κατέστη ὁ ἄνθρωπος. Καθάπερ γὰρ τοῦ ἡλιακοῦ φωτὸς κοινὴ μὲν πρόκειται πᾶσιν ἡ μετουσία οἷς ἡ τοῦ ὁρᾶν δύναμις πάρεστι, δύναται δέ τις, εἰ βουληθείη, μύσας τὸν ὀφθαλμὸν ἔξω γενέσθαι τῆς τοῦ φωτὸς ἀντιλήψεως, οὐ τοῦ ἡλίου ἀποχωροῦντος ἑτέρωθι καὶ οὕτως ἐκείνῳ τὸ σκότος ἐπάγοντος, ἀλλὰ τοῦ ἀνθρώπου διὰ τῆς ἐπιμύσεως τῶν βλεφάρων τὸν ὀφθαλμὸν τῆς ἀκτῖνος διατειχίσαντος —τῆς γὰρ ὁρατικῆς δυνάμεως ἐν τῇ ἐπιμύσει τῶν ὀμμάτων ἐνεργεῖν ἀδυνατούσης, ἀνάγκη πᾶσα τὴν ἀργίαν τῆς ὁράσεως σκότους ἐνέργειαν γίνεσθαι ἑκουσίως ἐν τῷ ἀνθρώπῳ διὰ τῆς ἀορασίας συνισταμένην—· ἢ ὥσπερ εἴ τις οἰκίαν ἑαυτῷ κατασκευάζων μηδεμίαν ἐντέμοι τῷ φωτὶ τὴν ἐπὶ τὰ ἔσω πάροδον, ἀναγκαίως ἐν σκότῳ βιώσεται ἑκὼν ἀποκλείσας ταῖς ἀκτῖσι τὴν εἴσοδον· οὕτω καὶ «ὁ πρῶτος ἐκ γῆς ἄνθρωπος», μᾶλλον δὲ ὁ τὴν κακίαν ἐν τῷ ἀνθρώπῳ γεννήσας, ἐν μὲν τῇ φύσει τὸ καλὸν καὶ ἀγαθὸν κατ᾽ ἐξουσίαν ἔσχεν ἁπανταχόθεν προκείμενον, ἐθελοντὴς δὲ καθ᾽ ἑαυτοῦ τὰ παρὰ φύσιν ἐκαινοτόμησε, τὴν τοῦ κακοῦ πεῖραν ἐν τῇ ἀποστροφῇ τῆς ἀρετῆς τῇ ἰδίᾳ προαιρέσει δημιουργήσας.

Κακὸν γὰρ ἔξω προαιρέσεως κείμενον καὶ κατ᾽ ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν τῇ φύσει τῶν ὄντων ἐστὶν οὐδέν. «Πᾶν γὰρ κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον», καὶ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν». Ἀλλ᾽ ἐπειδὴ κατὰ τὸν ῥηθέντα τρόπον εἰσεφθάρη τῇ ζωῇ τῶν ἀνθρώπων ἡ τοῦ ἁμαρτάνειν ἀκολουθία, καὶ ἐκ μικρᾶς ἀφορμῆς εἰς ἄπειρον τῆς κακίας ἐν τῷ ἀνθρώπῳ χυθείσης καὶ τὸ θεοειδὲς ἐκεῖνο τῆς ψυχῆς κάλλος τὸ κατὰ μίμησιν τοῦ πρωτοτύπου γενόμενον οἷόν τις σίδηρος κατεμελάνθη τῷ τῆς κακίας ἰῷ, οὐκέτι τηνικαῦτα τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν εἰκόνος τὴν χάριν διέσωζεν, ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη. Ὅθεν «τὸ μέγα καὶ τίμιον τοῦτο» ὁ ἄνθρωπος, ὡς ὑπὸ τῆς γραφῆς ὠνομάσθη, ἐκπεσὼν τῆς οἰκείας ἀξίας, οἷον πάσχουσιν οἱ ἐξ ὀλισθήματος ἐγκατενεχθέντες βορβόρῳ καὶ τῷ πηλῷ τὴν μορφὴν ἑαυτῶν ἐξαλείψαντες ἀνεπίγνωστοι καὶ τοῖς συνήθεσι γίνονται, οὕτω κἀκεῖνος ἐμπεσὼν τῷ βορβόρῳ τῆς ἁμαρτίας ἀπώλεσε μὲν τὸ εἰκὼν εἶναι τοῦ ἀφθάρτου θεοῦ, τὴν δὲ φθαρτὴν καὶ πηλίνην εἰκόνα διὰ τῆς ἁμαρτίας μετημφιάσατο, ἣν ἀποθέσθαι συμβουλεύει ὁ λόγος, οἷόν τινι ὕδατι τῷ καθαρῷ τῆς πολιτείας ἀποκλυσάμενον, ὡς ἂν περιαιρεθέντος τοῦ γηΐνου καλύμματος πάλιν τῆς ψυχῆς φανερωθῇ τὸ κάλλος.

Ἀπόθεσις δὲ τοῦ ἀλλοτρίου ἐστὶν ἡ εἰς τὸ οἰκεῖον ἑαυτῷ κατὰ φύσιν ἐπάνοδος, οὗ τυχεῖν ἄλλως οὐκ ἔστι, μὴ οἷος ἐξ ἀρχῆς ἐκτίσθη, τοιοῦτον πάλιν γενόμενον· οὐ γὰρ ἡμέτερον ἔργον οὐδὲ δυνάμεως ἀνθρωπίνης ἐστὶ κατόρθωμα ἡ πρὸς τὸ θεῖον ὁμοίωσις, ἀλλὰ τοῦτο μὲν τῆς τοῦ θεοῦ μεγαλοδωρεᾶς ἐστιν, εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει χαρισαμένου τῇ φύσει τὴν πρὸς αὐτὸν ὁμοιότητα.

Τῆς δὲ ἀνθρωπίνης σπουδῆς τοσοῦτον ἂν εἴη, ὅσον ἐκκαθᾶραι μόνον τὸν ἐπιγινόμενον ἀπὸ κακίας ῥύπον αὐτῷ καὶ τὸ κεκαλυμμένον ἐν τῇ ψυχῇ κάλλος διαφωτίσαι. Τὸ δὲ τοιοῦτον δόγμα καὶ ἐν τῷ εὐαγγελίῳ διδάσκειν οἶμαι τὸν κύριον λέγοντα πρὸς τοὺς ἀκούειν δυναμένους τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας, ὅτι «Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.» Ἐνδείκνυται γάρ, οἶμαι, ὁ λόγος αὐτῷ, ὅτι τὸ τοῦ θεοῦ ἀγαθὸν οὐ διώρισται τῆς φύσεως ἡμῶν οὐδὲ πόρρωθέν που τῶν ζητεῖν αὐτὸν προαιρουμένων ἀπῴκισται, ἀλλ᾽ ἀεὶ ἐν ἑκάστῳ ἐστίν, ἀγνοούμενον μὲν καὶ λανθάνον, ὅταν «ὑπὸ τῶν μεριμνῶν τε καὶ ἡδονῶν τοῦ βίου συμπνίγηται», εὑρισκόμενον δὲ πάλιν, ὅταν εἰς ἐκεῖνο τὴν διάνοιαν ἡμῶν ἐπιστρέψωμεν. Εἰ δὲ χρὴ καὶ δι᾽ ἑτέρων τὸν λόγον πιστώσασθαι, τοῦτο καὶ ἐν τῇ ἀναζητήσει τῆς ἀπολομένης δραχμῆς οἶμαι τὸν κύριον ἡμῖν ὑποτίθεσθαι, ὡς οὐδὲν ὄφελος ὂν ἐκ τῶν λοιπῶν ἀρετῶν, ἃς δραχμὰς ὁ λόγος ὠνόμασε, κἂν πᾶσαι παροῦσαι τύχωσι, τῆς μιᾶς ἐκείνης ἀπούσης τῇ χηρευούσῃ ψυχῇ. Διὰ τοῦτο πρῶτον μὲν ἅπτειν λύχνον κελεύει, τὸν λόγον τάχα σημαίνων τὸν τὰ κεκρυμμένα διαφωτίζοντα· εἶτα ἐν τῇ ἰδίᾳ οἰκίᾳ, τουτέστιν ἐν ἑαυτῷ, ζητεῖν τὴν ἀπολομένην δραχμήν. Διὰ δὲ τῆς ζητουμένης δραχμῆς τὴν εἰκόνα πάντως τοῦ βασιλέως αἰνίσσεται, τὴν οὐχὶ παντελῶς ἀπολομένην, ἀλλ᾽ ὑποκεκρυμμένην τῇ κόπρῳ.

Κόπρον δὲ χρὴ νοεῖν, ὡς οἶμαι, τὴν τῆς σαρκὸς ῥυπαρίαν, ἧς ἀποσαρωθείσης καὶ ἀποκαθαρθείσης διὰ τῆς ἐπιμελείας τοῦ βίου ἔκδηλον τὸ ζητούμενον γίνεσθαι, ἐφ᾽ ᾧ εἰκότως αὐτήν τε τὴν εὑροῦσαν χαίρειν ψυχὴν καὶ εἰς κοινωνίαν τῆς εὐφροσύνης συμπαραλαμβάνειν τὰς γείτονας. Τῷ ὄντι γὰρ πᾶσαι αἱ σύνοικοι τῆς ψυχῆς δυνάμεις, ἃς γείτονας νῦν προσηγόρευσεν, ἐπειδὰν συνανακαλυφθῇ καὶ ἐκλάμψῃ αὕτη ἡ μεγάλη τοῦ βασιλέως εἰκών, ἣν ἐξ ἀρχῆς ἐνεσημήνατο ἡμῶν τῇ δραχμῇ «ὁ πλάσας κατὰ μόνας τὰς καρδίας» ἡμῶν, τότε ἐπὶ τὴν θείαν ἐκείνην χαράν τε καὶ εὐφροσύνην ἐπιστραφήσονται, τῷ ἀφράστῳ κάλλει τοῦ εὑρεθέντος ἐνατενίζουσαι. «Συγχάρητε γάρ μοι», φησίν, «ὅτι εὗρον τὴν δραχμήν, ἣν ἀπώλεσα.» Αἱ δὲ γείτονες ἤτοι σύνοικοι τῆς ψυχῆς δυνάμεις αἱ ἐπὶ τῇ εὑρέσει τῆς θείας δραχμῆς εὐφραινόμεναι, ἡ λογιστική τε καὶ ἐπιθυμητικὴ καὶ ἡ κατὰ λύπην τε καὶ ὀργὴν ἐγγινομένη διάθεσις, καὶ εἴ τινες ἄλλαι δυνάμεις εἰσὶ περὶ τὴν ψυχὴν θεωρούμεναι, εἰκότως ἂν καὶ φίλαι εἶναι νομίζοιντο, ἃς πάσας τότε «χαίρειν ἐν κυρίῳ» εἰκός, ὅταν αἱ πᾶσαι πρὸς τὸ καλόν τε καὶ ἀγαθὸν βλέπωσι καὶ πάντα εἰς δόξαν θεοῦ ἐνεργῶσι, μηκέτι τῆς ἁμαρτίας ὅπλα γινόμεναι.

Εἰ οὖν αὕτη ἐστὶν ἡ ἐπίνοια τῆς τοῦ ζητουμένου εὑρέσεως, ἡ τῆς θείας εἰκόνος εἰς τὸ ἀρχαῖον ἀποκατάστασις τῆς νῦν ἐν τῷ τῆς σαρκὸς ῥύπῳ κεκαλυμμένης, ἐκεῖνο γενώμεθα, ὃ ἦν παρὰ τὴν πρώτην ζωὴν ὁ πρωτόπλαστος.

Τί οὖν ἐκεῖνος ἦν; Γυμνὸς μὲν τῆς τῶν νεκρῶν δερμάτων ἐπιβολῆς, ἐν παρρησίᾳ δὲ τὸ τοῦ θεοῦ πρόσωπον βλέπων, οὔπω δὲ διὰ γεύσεως καὶ ὁράσεως τὸ καλὸν κρίνων, ἀλλὰ μόνον «τοῦ κυρίου κατατρυφῶν» καὶ τῇ δοθείσῃ βοηθῷ πρὸς τοῦτο συγχρώμενος, καθὼς ἐπισημαίνεται ἡ θεία γραφή, ὅτι οὐ πρότερον αὐτὴν ἔγνω, πρὶν ἐξορισθῆναι τοῦ παραδείσου καὶ πρὶν ἐκείνην ἀντὶ τῆς ἁμαρτίας, ἣν ἀπατηθεῖσα ἐξήμαρτε, τῇ τῶν ὠδίνων τιμωρίᾳ κατακριθῆναι.

Δι᾽ ἧς τοίνυν ἀκολουθίας ἔξω τοῦ παραδείσου γεγόναμεν τῷ προπάτορι συνεκβληθέντες, καὶ νῦν διὰ τῆς αὐτῆς ἔξεστιν ἡμῖν παλινδρομήσασιν ἐπανελθεῖν ἐπὶ τὴν ἀρχαίαν μακαριότητα. Τίς οὖν ἡ ἀκολουθία; Ἡδονὴ τότε δι᾽ ἀπάτης ἐγγενομένη τῆς ἐκπτώσεως ἤρξατο. Εἶτα αἰσχύνη καὶ φόβος τῷ τῆς ἡδονῆς πάθει ἐπηκολούθησε καὶ τὸ μηκέτι λοιπὸν ἐν ὀφθαλμοῖς εἶναι τολμᾶν τοῦ κτίσαντος ἀλλὰ φύλλοις καὶ σκιαῖς ὑποκρύπτεσθαι. Δέρμασι νεκροῖς μετὰ ταῦτα περικαλύπτονται καὶ οὕτως εἰς τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἄποικοι πέμπονται, ἐν ᾧ ὁ γάμος παραμυθία τοῦ ἀποθνῄσκειν ἐπενοήθη.