Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας
Η θεολογική θεμελίωση και το μεγαλείο της παρθενίας
Ανάπτυξη της θέσης ότι το χάρισμα της παρθενίας συνιστά ίδιον κατόρθωμα της άφθαρτης και ασώματης θείας φύσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεολογική θεμελίωση και το μεγαλείο της παρθενίας
Ανάπτυξη της θέσης ότι το χάρισμα της παρθενίας συνιστά ίδιον κατόρθωμα της άφθαρτης και ασώματης θείας φύσεως.
Κεφάλαιον αʹ Ὅτι κρείττων ἐγκωμίων ἡ παρθενία ἐστίν. Τὸ σεμνὸν τῆς παρθενίας εἶδος, ὃ πᾶσι μὲν τίμιόν ἐστι τοῖς τὸ καλὸν ἐν καθαρότητι κρίνουσι, παραγίνεται δὲ μόνοις, οἷς ἂν ἡ τοῦ θεοῦ χάρις εὐμενῶς πρὸς τὴν ἀγαθὴν ταύτην ἐπιθυμίαν συναγωνίσηται. Αὐτόθεν μὲν ἔχει τὸν πρέποντα ἔπαινον ἀπὸ τῆς προσηγορίας τῆς συνονομαζομένης αὐτῇ· τὸ γὰρ ἄφθορον κατὰ τὴν συνήθειαν τῶν πολλῶν ἐπὶ τῆς παρθενίας λεγόμενον σημαντικόν ἐστι τῆς ἐν αὐτῇ καθαρότητος, ὥστε διὰ τοῦ ἰσοδυναμοῦντος ὀνόματος ἔστιν ἐπιγνῶναι τὴν ὑπερβολὴν τοῦ τιμίου τούτου χαρίσματος, εἴπερ πολλῶν ὄντων τῶν κατ᾽ ἀρετὴν ἐπιτελουμένων μόνον τοῦτο τῇ ἐπωνυμίᾳ τοῦ ἀφθάρτου τετίμηται· εἰ δὲ χρὴ καὶ δι᾽ ἐγκωμίων τὴν μεγάλην ταύτην τοῦ θεοῦ δωρεὰν ἀποσεμνύνειν, ἀρκεῖ πρὸς εὐφημίαν αὐτῆς ὁ θεῖος ἀπόστολος δι᾽ ὀλίγων ῥημάτων πᾶσαν ἐγκωμίων ὑπερβολὴν ἀποκρύψας, ὃς «ἁγίαν καὶ ἄμωμον» τὴν κεκοσμημένην διὰ τῆς χάριτος ταύτης ὠνόμασεν.
Εἰ γὰρ τὸ κατόρθωμα τῆς σεμνῆς ταύτης παρθενίας ἐστὶ τὸ ἄμωμόν τινα γενέσθαι καὶ ἅγιον—ταῦτα δὲ τὰ ὀνόματα κυρίως καὶ πρώτως εἰς δόξαν παραλαμβάνεται τοῦ ἀφθάρτου θεοῦ—, τίς μείζων ἔπαινος παρθενίας ἢ τὸ ἀποδειχθῆναι διὰ τούτων θεοποιοῦσαν τρόπον τινὰ τοὺς τῶν καθαρῶν αὐτῆς μυστηρίων μετεσχηκότας, εἰς τὸ γενέσθαι αὐτοὺς κοινωνοὺς τῆς δόξης τοῦ μόνου ὡς ἀληθῶς ἁγίου καὶ ἀμώμου θεοῦ, διὰ καθαρότητος αὐτῷ καὶ ἀφθαρσίας οἰκειουμένους;
Ὅσοι δὲ μακροὺς ἐπαίνους ἐν διεξοδικοῖς κατατείνουσι λόγοις, ὡς διὰ τούτων προσθήσοντές τι τῷ θαύματι τῆς παρθενίας, λελήθασιν ἑαυτοὺς κατά γε τὴν ἐμὴν κρίσιν ἐναντιούμενοι τῷ ἰδίῳ σκοπῷ καί, δι᾽ ὧν ἐξαίρουσιν εἰς μέγεθος, ὕποπτον ποιοῦντες διὰ τῶν ἐγκωμίων τὸν ἔπαινον.
Ὅσα γὰρ ἐν τῇ φύσει τὸ μεγαλεῖον ἔχει οἴκοθεν τὸ θαῦμα ἐπάγεται οὐδὲν τῆς ἐκ τῶν λόγων συνηγορίας δεόμενα καθάπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου θαυμάτων, τοῖς δὲ ταπεινοτέροις τῶν ἐπιτηδευμάτων ἀντὶ ὑποβάθρας ὁ λόγος γινόμενος μεγέθους τινὰ φαντασίαν διὰ τῆς τῶν ἐπαίνων περινοίας προστίθησιν· ὅθεν πολλάκις τὸ ἐκ τῶν ἐγκωμίων κατασκευαζόμενον θαῦμα ὡς σεσοφισμένον ὑπὸ τῶν ἀνθρώπων καθυποπτεύεται. Ἔπαινος δὲ μόνος ἱκανὸς τῆς παρθενίας ἐστὶ τὸ κρείττονα τῶν ἐπαίνων εἶναι τὴν ἀρετὴν ἀποφήνασθαι καὶ τῷ βίῳ θαυμάσαι μᾶλλον ἢ τῷ λόγῳ τὴν καθαρότητα. Ὁ δὲ ὑπόθεσιν ἐγκωμίων ταύτην ὑπὸ φιλοτιμίας ποιούμενος ἔοικε τὴν σταγόνα τῶν οἰκείων ἱδρώτων ἀξιόλογον εἰς προσθήκην νομίζειν τῷ ἀπείρῳ πελάγει γενήσεσθαι, εἴ γε ἀνθρωπίνῳ λόγῳ δυνατὸν εἶναι τὴν τοσαύτην χάριν ἀποσεμνῦναι πεπίστευκεν· ἢ γὰρ τὴν ἑαυτοῦ δύναμιν ἀγνοεῖ ἢ ὃ ἐπαινεῖ οὐκ ἐπίσταται.
Κεφάλαιον βʹ Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως κατόρθωμά ἐστιν ἡ παρθενία. Συνέσεως γὰρ ἡμῖν χρεία πολλῆς, δι᾽ ἧς ἔστι γνῶναι τὴν ὑπερβολὴν τῆς χάριτος ταύτης, ἥτις συνεπινοεῖται μὲν τῷ ἀφθάρτῳ πατρί· ὃ δὴ καὶ παράδοξον ἐν πατρὶ παρθενίαν εὑρίσκεσθαι τῷ καὶ υἱὸν ἔχοντι καὶ δίχα πάθους γεννήσαντι.
Τῷ δὲ μονογενεῖ θεῷ τῷ τῆς ἀφθαρσίας χορηγῷ συγκαταλαμβάνεται, ὁμοῦ τῷ καθαρῷ καὶ ἀπαθεῖ τῆς γεννήσεως αὐτοῦ συνεκλάμψασα· καὶ πάλιν τὸ ἴσον παράδοξον υἱὸς διὰ παρθενίας νοούμενος. Ἐνθεωρεῖται δὲ ὡσαύτως καὶ τῇ τοῦ ἁγίου πνεύματος φυσικῇ καὶ ἀφθάρτῳ καθαρότητι· τὸ γὰρ καθαρὸν καὶ ἄφθαρτον ὀνομάσας ἄλλῳ ὀνόματι τὴν παρθενίαν ἐσήμανας. Πάσῃ δὲ τῇ ὑπερκοσμίῳ φύσει συμπολιτεύεται διὰ τῆς ἀπαθείας συμπαροῦσα ταῖς ὑπερεχούσαις δυνάμεσιν, οὔτε τινὸς τῶν θείων χωριζομένη καὶ οὐδενὸς τῶν ἐναντίων προσαπτομένη· πάντα γὰρ ὅσα καὶ φύσει καὶ προαιρέσει πρὸς ἀρετὴν νένευκε τῷ καθαρῷ πάντως ἐνωραΐζεται τῆς ἀφθαρσίας, καὶ πάντα ὅσα εἰς τὴν ἐναντίαν ἀποκέκριται τάξιν τῇ ἀποπτώσει τῆς καθαρότητος τοιαῦτά ἐστι καὶ ὀνομάζεται. Τίς οὖν ἐξαρκέσει δύναμις λόγων τῇ τοσαύτῃ χάριτι παρισωθῆναι; Ἢ πῶς οὐ φοβεῖσθαι χρή, μὴ διὰ τῆς τῶν ἐπαίνων σπουδῆς λυμήνηταί τις τῷ μεγαλείῳ τοῦ ἀξιώματος, ἐλάττω τὴν περὶ αὐτοῦ δόξαν τῆς προειλημμένης τοῖς ἀκροαταῖς ἐμποιήσας;
Οὐκοῦν καλῶς ἔχει τοὺς μὲν ἐγκωμιαστικοὺς λόγους ἐπὶ ταύτης ἐᾶν, ὡς ἀμήχανον ταῖς ὑπερβολαῖς τῆς ὑποθέσεως συνεπᾶραι τὸν λόγον, ὡς δέ ἔστι δυνατὸν ἀεὶ μεμνῆσθαι τοῦ θείου τούτου χαρίσματος καὶ ἐπὶ γλώττης ἔχειν τὸ ἀγαθόν, ὅπερ ἴδιον μὲν τῆς ἀσωμάτου φύσεώς ἐστι καὶ ἐξαίρετον, ὑπὸ φιλανθρωπίας δὲ θεοῦ καὶ τοῖς διὰ σαρκὸς καὶ αἵματος λαχοῦσι τὴν ζωὴν ἐχαρίσθη, ἵνα καταβληθεῖσαν τὴν ἀνθρωπίνην φύσιν ὑπὸ τῆς ἐμπαθοῦς διαθέσεως, ὥσπερ τινὰ χεῖρα τὴν τῆς καθαρότητος μετουσίαν ὀρέξασα, πάλιν ὀρθώσῃ καὶ πρὸς τὰ ἄνω βλέπειν χειραγωγήσῃ.
Διὰ τοῦτο γὰρ οἶμαι καὶ τὴν πηγὴν τῆς ἀφθαρσίας αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ διὰ γάμου εἰσελθεῖν εἰς τὸν κόσμον, ἵνα ἐνδείξηται διὰ τοῦ τρόπου τῆς ἐνανθρωπήσεως τὸ μέγα τοῦτο μυστήριον, ὅτι θεοῦ παρουσίαν καὶ εἴσοδον μόνη καθαρότης ἱκανή ἐστι δέξασθαι, ἣν ἄλλως οὐκ ἔστι πρὸς ἀκρίβειαν πᾶσαν κατορθωθῆναι, εἰ μὴ παντελῶς τις ἑαυτὸν τῶν τῆς σαρκὸς παθημάτων ἀλλοτριώσειεν. Ὅπερ γὰρ ἐν τῇ ἀμιάντῳ Μαρίᾳ γέγονε σωματικῶς, «τοῦ πληρώματος τῆς θεότητος» ἐν τῷ Χριστῷ διὰ τῆς παρθενίας ἐκλάμψαντος, τοῦτο καὶ ἐπὶ πάσης ψυχῆς κατὰ λόγον παρθενευούσης γίνεται, οὐκέτι σωματικὴν ποιουμένου τοῦ κυρίου τὴν παρουσίαν· «Οὐ γὰρ γινώσκομεν ἔτι», φησί, «κατὰ σάρκα Χριστόν», ἀλλὰ πνευματικῶς εἰσοικιζομένου καὶ τὸν πατέρα ἑαυτῷ συνεισάγοντος, καθώς φησί που τὸ εὐαγγέλιον.
Ἐπεὶ οὖν τοσαύτη ἐστὶ τῆς παρθενίας ἡ δύναμις, ὡς καὶ ἐν τοῖς οὐρανοῖς παρὰ τῷ πατρὶ τῶν πνευμάτων μένειν καὶ μετὰ τῶν ὑπερκοσμίων χορεύειν δυνάμεων καὶ τῆς ἀνθρωπίνης σωτηρίας ἐφάπτεσθαι, τὸν μὲν θεὸν δι᾽ ἑαυτῆς πρὸς τὴν τοῦ ἀνθρωπίνου βίου κοινωνίαν κατάγουσα, τὸν δὲ ἄνθρωπον ἐν ἑαυτῇ πρὸς τὴν τῶν οὐρανίων ἐπιθυμίαν πτεροῦσα καὶ οἱονεὶ σύνδεσμός τις γινομένη τῆς ἀνθρωπίνης πρὸς τὸν θεὸν οἰκειώσεως, τὰ τοσοῦτον ἀλλήλων ἀφεστῶτα τῇ φύσει τῇ παρ᾽ ἑαυτῆς μεσιτείᾳ εἰς συμφωνίαν ἄγουσα, τίς ἂν εὑρεθείη δύναμις λόγων συνανιοῦσα τῷ θαύματι; Ἀλλ᾽ ἐπειδὴ παντελῶς ἄτοπον ἀφώνοις ἢ ἀναισθήτοις ὅμοιον φαίνεσθαι καὶ τῶν δύο τὸ ἕτερον, ἢ μὴ ἐπεγνωκέναι δοκεῖν τὰ τῆς παρθενίας καλὰ ἢ ἄπληκτον καὶ ἀκίνητον πρὸς τὴν τῶν καλῶν αἴσθησιν ἐπιδειχθῆναι, βραχέα τινὰ περὶ αὐτῆς εἰπεῖν διὰ τὸ δεῖν ἐν πᾶσι πείθεσθαι τῇ ἐξουσίᾳ τοῦ ἐπιτάξαντος ἡμῖν προεθυμήθημεν. Μηδεὶς δὲ τοὺς κομπωδεστέρους παρ᾽ ἡμῶν ἐπιζητείτω τῶν λόγων· ἔστι μὲν γὰρ οὐδὲ βουλομένοις ἡμῖν ἴσως δυνατὸν τὸ τοιοῦτον, ἀμελετήτοις οὖσι τῆς τοιαύτης λέξεως· εἰ δὲ καὶ παρῆν τοῦ κομπάζειν ἡ δύναμις, οὐκ ἂν τοῦ κοινῇ λυσιτελοῦντος τὸ ἐν ὀλίγοις εὐδοκιμῆσαι προετιμήσαμεν. Ζητεῖν γὰρ ἐξ ἁπάντων οἶμαι δεῖν τόν γε νοῦν ἔχοντα οὐκ ἐξ ὧν ὑπὲρ τοὺς λοιποὺς θαυμασθήσεται, ἀλλ᾽ ἐξ ὧν ἂν καὶ ἑαυτὸν καὶ τοὺς λοιποὺς ὠφελήσειεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.