Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Η υπεράσπιση του γάμου, η δυσχέρεια του συζυγικού βίου και η δύναμη της συνήθειας

Υπεράσπιση της οικονομίας του γάμου ως μεσότητας, με ταυτόχρονη επισήμανση της δυσκολίας διατήρησης του πνευματικού μέτρου λόγω της εμπαθούς συνήθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 12

Κεφάλαιον ζʹ Ὅτι οὐδὲ ὁ γάμος τῶν κατεγνωσμένων ἐστίν. Μηδεὶς δὲ διὰ τούτων ἡμᾶς ἀθετεῖν οἰέσθω τὴν οἰκονομίαν τοῦ γάμου· οὐ γὰρ ἀγνοοῦμεν ὅτι καὶ οὗτος τῆς τοῦ θεοῦ εὐλογίας οὐκ ἠλλοτρίωται, ἀλλ᾽ ἐπειδὴ τούτου μὲν αὐτάρκης συνήγορος καὶ ἡ κοινὴ τῶν ἀνθρώπων φύσις ἐστίν, αὐτόματον τὴν πρὸς τὰ τοιαῦτα ῥοπὴν ἐντιθεῖσα πᾶσι τοῖς διὰ γάμου προϊοῦσιν εἰς γένεσιν, ἀντιβαίνει δέ πως ἡ παρθενία τῇ φύσει, περιττὸν ἂν εἴη προτροπὴν ὑπὲρ γάμου καὶ παραίνεσιν φιλοπόνως συγγράφειν τὴν δυσανταγώνιστον αὐτοῦ προβαλλομένους συνήγορον, τὴν ἡδονὴν λέγω, πλὴν εἰ μὴ τάχα διὰ τοὺς τὰ δόγματα τῆς ἐκκλησίας παραχαράσσοντας τῶν τοιούτων χρεία λόγων ἂν εἴη, οὓς «κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν» ὁ ἀπόστολος ὀνομάζει, ὅτι καταλιπόντες τὴν ὁδηγίαν τοῦ πνεύματος διὰ τῆς τῶν «δαιμόνων διδασκαλίας» οὐλάς τινας καὶ ἐγκαύματα ταῖς καρδίαις ἑαυτῶν ἐγχαράσσουσι, τὰ τοῦ θεοῦ κτίσματα βδελυσσόμενοι ὡς μιάσματα καὶ εἰς κακὸν φέροντα καὶ κακῶν αἴτια καὶ τὰ τοιαῦτα προσαγορεύοντες.

Ἀλλὰ «Τί μοι τοὺς ἔξω κρίνειν;» φησὶν ὁ εἰπών. Ἔξω γάρ εἰσιν ὡς ἀληθῶς ἐκεῖνοι τῆς τοῦ λόγου τῶν μυστηρίων αὐλῆς, οὐκ «ἐν τῇ σκέπῃ τοῦ θεοῦ», ἀλλ᾽ ἐν τῇ μάνδρᾳ τοῦ πονηροῦ «αὐλιζόμενοι», οἱ «ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, καὶ διὰ τοῦτο μὴ συνιέντες, ὅτι πάσης ἀρετῆς ἐν μεσότητι θεωρουμένης ἡ ἐπὶ τὰ παρακείμενα παρατροπὴ κακία ἐστίν· ὑφέσεως γὰρ καὶ ἐπιτάσεως πανταχοῦ τις τὸ μέσον ἀπολαβὼν τὴν ἀρετὴν ἐκ τῆς κακίας διέκρινε.

Σαφέστερος δ᾽ ἂν ἡμῖν ὁ λόγος γένοιτο ἐπ᾽ αὐτῶν τῶν πραγμάτων δεικνύμενος. Δειλία καὶ θράσος δύο κακίαι κατὰ τὸ ἐναντίον νοούμεναι, ἡ μὲν κατὰ ἔλλειψιν, ἡ δὲ κατὰ πλεονασμὸν πεποιθήσεως, μέσην περιέχουσιν ἑαυτῶν τὴν ἀνδρείαν.

Πάλιν ὁ εὐσεβὴς οὔτε ἄθεος οὔτε δεισιδαίμων ἐστίν· ἴσον γὰρ ἐπ᾽ ἀμφοῖν τὸ ἀσέβημα καὶ τὸ μηδένα θεὸν καὶ τὸ πολλοὺς εἶναι οἴεσθαι. Βούλει καὶ δι᾽ ἑτέρων ἐπιγνῶναι τὸ δόγμα; Ὁ φυγὼν τὸ φειδωλὸς εἶναι καὶ ἄσωτος ἐν τῇ τῶν ἐναντίων παθῶν ἀναχωρήσει τὴν ἐλευθερίαν τῷ ἤθει κατώρθωσε· τοιοῦτον γάρ τι ἡ ἐλευθερία ἐστί, τὸ μήτε πρὸς τὰς ἀμέτρους καὶ ἀνωφελεῖς δαπάνας εἰκῆ διακεῖσθαι μήτε πρὸς τὰ ἀναγκαῖα μικρολόγως ἔχειν. Οὕτω καὶ ἐπὶ τῶν λοιπῶν πάντων, ἵνα μὴ τοῖς καθ᾽ ἕκαστον ἐπεξίωμεν, τὴν μεσότητα τῶν ἐναντίων ἀρετὴν ὁ λόγος ἐγνώρισεν.

Οὐκοῦν καὶ ἡ σωφροσύνη μεσότης ἐστί, καὶ φανερὰς ἔχει τὰς ἐφ᾽ ἑκάτερα πρὸς κακίαν παρατροπάς· ὁ μὲν γὰρ ἐλλείπων κατὰ τὸν τῆς ψυχῆς τόνον καὶ εὐκαταγώνιστος τῷ τῆς ἡδονῆς πάθει γενόμενος καὶ διὰ τοῦτο μηδὲ προσεγγίσας τῇ ὁδῷ τοῦ καθαροῦ βίου καὶ σώφρονος «εἰς τὰ πάθη τῆς ἀτιμίας» κατώλισθεν· ὁ δὲ παρελθὼν τῆς σωφροσύνης τὸ βάσιμον καὶ ὑπερπεσὼν τοῦ μέσου τῆς ἀρετῆς, οἷον κρημνῷ τινι «τῇ διδασκαλίᾳ τῶν δαιμόνων» ἐγκατηνέχθη «καυτηριάζων», καθώς φησιν ὁ ἀπόστολος, «τὴν ἰδίαν συνείδησιν». Ἐν ᾧ γὰρ βδελυκτὸν εἶναι τὸν γάμον ὁρίζεται, ἑαυτὸν στίζει τοῖς τοῦ γάμου ὀνειδισμοῖς· εἰ γὰρ τὸ δένδρον κακόν, καθώς φησί που τὸ εὐαγγέλιον, καὶ ὁ καρπὸς πάντως τοῦ δένδρου ἄξιος. Εἰ δὴ τοῦ φυτοῦ τοῦ κατὰ τὸν γάμον βλάστημα καὶ καρπός ἐστιν ὁ ἄνθρωπος, τὰ τοῦ γάμου ὀνείδη πάντως τοῦ προφέροντος γίνεται.

Ἀλλ᾽ ἐκεῖνοι μὲν στιγματίαι τὴν συνείδησιν καὶ καταμεμωλωπισμένοι τῇ ἀτοπίᾳ τοῦ δόγματος διὰ τῶν τοιούτων ἐλέγχονται. Ἡμεῖς δὲ ταῦτα καὶ περὶ τοῦ γάμου γινώσκομεν, ὡς δεῖν προηγουμένην εἶναι τὴν περὶ τὰ θεῖα σπουδήν τε καὶ ἐπιθυμίαν, τῆς δὲ τοῦ γάμου λειτουργίας μὴ ὑπερορᾶν τὸν σωφρόνως τε καὶ μεμετρημένως κεχρῆσθαι δυνάμενον. Οἷος ἦν ὁ πατριάρχης Ἰσαάκ, ὃς οὐκ ἐν ἀκμῇ τῆς ἡλικίας, ἵνα μὴ πάθους ἔργον ὁ γάμος γένηται, ἀλλ᾽ ἤδη τῆς νεότητος ὑπαναλωθείσης αὐτῷ δέχεται τὴν τῆς Ῥεβέκκας συνοίκησιν διὰ τὴν ἐπὶ τῷ σπέρματι τοῦ θεοῦ εὐλογίαν, καὶ μέχρι μιᾶς ὠδῖνος ὑπηρετήσας τῷ γάμῳ, πάλιν τῶν ἀοράτων ὅλος ἦν μύσας τὰ σωματικὰ αἰσθητήρια· τοῦτο γὰρ ἡ ἱστορία δοκεῖ μοι σημαίνειν τὴν βαρύτητα τῶν ὀφθαλμῶν τοῦ πατριάρχου διηγουμένη.

Κεφάλαιον ηʹ Ὅτι δύσκολόν ἐστι τοῦ σκοποῦ τυχεῖν τὸν εἰς πολλὰ τῇ ψυχῇ μεριζόμενον. Ἀλλὰ ταῦτα μὲν ἐχέτω ὅπως ἂν ἔχειν δοκῇ τοῖς τὰ τοιαῦτα καθορᾶν ἐπιστήμοσιν· ἡμεῖς δὲ πρὸς τὰ συνεχῆ τοῦ λόγου προΐωμεν. Τί οὖν ἦν τὸ λεγόμενον; ὅτι ἐὰν ἐξῇ μήτε τῆς θειοτέρας ἐπιθυμίας ἀφίστασθαι μήτε ἀποφεύγειν τὸν γάμον, οὐδείς ἐστι λόγος ὁ ἀθετῶν τὴν οἰκονομίαν τῆς φύσεως καὶ ὡς βδελυκτὸν διαβάλλων τὸ τίμιον.

Καθάπερ γὰρ ἐπὶ τοῦ προρρηθέντος ἡμῖν τοῦ κατὰ τὸ ὕδωρ καὶ τὴν πηγὴν ὑποδείγματος, ὅταν ἐπί τι χωρίον διοχετεύων ὁ γεωργὸς τὸ ὕδωρ ἐφέλκηται, γένηται δέ τις καὶ διὰ μέσου χρεία βραχείας ἀπορροῆς, τοσοῦτον μόνον δώσει παραρρυῆναι, ὅσον τῇ ἐπιζητούσῃ χρείᾳ σύμμετρον γινόμενον, πάλιν εὐκόλως ἀναμιχθῆναι τῷ ῥείθρῳ· εἰ δὲ ἀπείρως καὶ ἀταμιεύτως ἀνοίξειε τῷ ὕδατι τὴν ἀπόρροιαν, κινδυνεύσει τῆς εὐθείας ἀφέμενον ὅλον ἐκχαραδρωθῆναι κατὰ τὸ πλάγιον—τὸν αὐτὸν τρόπον, ἐπειδὴ χρεία τῷ βίῳ καὶ τῆς ἐξ ἀλλήλων διαδοχῆς, εἰ μέν τις οὕτω χρήσαιτο τῷ γινομένῳ, ὡς προηγουμένων τῶν πνευματικῶν φειδωλῇ καὶ ὑπεσταλμένῃ κεχρῆσθαι τῇ περὶ τὰ τοιαῦτα ἐπιθυμίᾳ διὰ τὴν τοῦ καιροῦ συστολήν, οὗτος ὁ σώφρων ἂν εἴη γεωργὸς ὁ ἐν σοφίᾳ γεωργῶν ἑαυτὸν κατὰ τὸ παράγγελμα τοῦ ἀποστόλου, οὐκ ἀεὶ περὶ τὰς ἀποδόσεις τῶν ψυχρῶν ἐκείνων ὀφλημάτων μικρολογούμενος, ἀλλὰ τὴν ἐκ συμφώνου καθαρότητα τῇ σχολῇ τῶν προσευχῶν ἀφορίζων, ὁ δεδοικὼς μὴ διὰ τῆς τοιαύτης προσπαθείας ὅλος γένηται σὰρξ καὶ αἷμα, «ἐν οἷς οὐ καταμένει τὸ τοῦ θεοῦ πνεῦμα»· ὁ δὲ ἀσθενῶς διακείμενος, ὡς μὴ δύνασθαι ἂν πρὸς τὴν τῆς φύσεως φορὰν ἀνδρικῶς στῆναι, κρείττων ἂν εἴη πόρρω τῶν τοιούτων ἑαυτὸν ἀνέχων μᾶλλον ἢ εἰς ἀγῶνα κατιὼν μείζονα τῆς δυνάμεως.

Κίνδυνος γὰρ οὐ μικρὸς παρακρουσθέντα τὸν τοιοῦτον ἐν τῇ πείρᾳ τῆς ἡδονῆς μηδὲν ἕτερον ἀγαθὸν οἰηθῆναι ἢ τὸ διὰ σαρκὸς μετὰ προσπαθείας τινὸς λαμβανόμενον καὶ ἀποστρέψαντα παντελῶς τὸν ἑαυτοῦ νοῦν ἀπὸ τῆς τῶν ἀσωμάτων ἀγαθῶν ἐπιθυμίας ὅλον σάρκινον γενέσθαι, τὸ ἐν τούτοις ἡδὺ διὰ παντὸς τρόπου θηρεύοντα, ὡς «φιλήδονον αὐτὸν μᾶλλον εἶναι ἢ φιλόθεον». Ἐπειδὴ τοίνυν διὰ τὸ τῆς φύσεως ἀσθενὲς οὐ παντός ἐστι τῆς εἰς τὰ τοιαῦτα συμμετρίας ἐπιτυγχάνειν, ἐπικίνδυνον δὲ τὸ ἔξω τοῦ μέτρου παρενεχθέντα «εἰς ὕλην βυθοῦ» κατὰ τὸν ψαλμῳδὸν ἐμπαγῆναι, λυσιτελὲς ἂν εἴη, καθὼς ὑφηγεῖται ὁ λόγος, ἀπείρατον τῶν τοιούτων διαβιῶναι, ὡς ἂν μὴ τῇ προφάσει τῶν συγκεχωρημένων εἴσοδον λάβοι κατὰ τῆς ψυχῆς τὰ πάθη.

Κεφάλαιον θʹ Ὅτι δυσμετάθετον ἐπὶ παντὸς ἡ συνήθεια. Ἀμήχανον γάρ τί ἐστιν ἐπὶ παντὸς ἡ συνήθεια, πολλὴν ἔχουσα δύναμιν πρὸς ἑαυτὴν ἑλκύσαι καὶ ἐπισπάσασθαι τὴν ψυχὴν καί τινα καλοῦ παρασχεῖν φαντασίαν, ἐν ᾧ ἄν τις σχέσιν καὶ προσπάθειαν διὰ τοῦ προσεθισμοῦ τινα κτήσηται. Καὶ οὐδὲν οὕτω τῇ φύσει φευκτόν ἐστιν, ὡς ἐν συνηθείᾳ γενόμενον μὴ καὶ σπουδῆς ἄξιον καὶ αἱρετὸν νομισθῆναι. Ἀπόδειξις τοῦ λόγου ὁ ἀνθρώπινος βίος, ἐν ᾧ τοσούτων ὄντων ἐθνῶν οὐ τὰ αὐτὰ πᾶσι σπουδάζεται, ἄλλα δὲ παρ᾽ ἑτέροις ἐστὶ καλά τε καὶ τίμια, τῆς παρ᾽ ἑκάστοις συνηθείας τὴν περί τι σπουδήν τε καὶ ἐπιθυμίαν ποιούσης. Καὶ οὐ μόνον κατὰ τὰ ἔθνη τὴν τοιαύτην παραλλαγὴν ἔστιν ἰδεῖν τῶν αὐτῶν ἐπιτηδευμάτων παρά τισι μὲν θαυμαζομένων, διαβαλλομένων δὲ παρ᾽ ἑτέροις, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ ἔθνους καὶ τῆς αὐτῆς πόλεως καὶ γένους, ἐν οἷς πολλὴν διαφορὰν ἔστιν ἰδεῖν ἐκ τῆς συνηθείας ἑκάστοις ἐγγινομένην. Οὕτως ἐκ μιᾶς ὠδῖνος ἀδελφοὶ προελθόντες εἰς γένεσιν τοῖς ἐπιτηδεύμασι τῷ βίῳ πλεῖστον ἀπ᾽ ἀλλήλων ἐσχίσθησαν· καὶ οὔπω τοῦτο θαυμαστόν, ἐπεὶ καὶ ὁ καθ᾽ ἕκαστον ἄνθρωπος οὐ τὴν αὐτὴν ὡς ἐπὶ τὸ πολὺ περὶ τοῦ αὐτοῦ πράγματος κρίσιν ἔχει, ἀλλ᾽ ὡς ἂν περὶ ἕκαστον ἀπὸ τῆς συνηθείας διατεθῇ.

Καὶ ἵνα μὴ τὰ πόρρω τοῦ πράγματος λέγωμεν, πολλοὺς ἡμεῖς ἐγνωρίσαμεν ἐραστὰς μάλιστα τῆς σωφροσύνης εὐθὺς παρὰ τὴν πρώτην ἡλικίαν φανέντας, ἀρχὴν δὲ ῥυπαροῦ βίου ποιησαμένους τὴν δοκοῦσαν ἔννομόν τε καὶ συγκεχωρημένην τῶν ἡδονῶν μετουσίαν. Ἐπειδὴ γὰρ ἅπαξ τὴν τοιαύτην παρεδέξαντο πεῖραν, κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ ῥείθρου ὑπόδειγμα ὅλον πρὸς ταῦτα τὸ ἐπιθυμητικὸν μεταστρέψαντες καὶ τὴν ὁρμὴν τῆς διανοίας ἀπὸ τῶν θειοτέρων πρὸς τὰ ταπεινὰ καὶ ὑλώδη μετοχετεύσαντες πολλὴν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τοῖς πάθεσιν ἤνοιξαν, ὡς παντελῶς τῆς ἐπὶ τὰ ἄνω φορᾶς λῆξαι καὶ ἀποξηρανθῆναι τὴν ἐπιθυμίαν, ὅλην πρὸς τὰ πάθη μεταρρυεῖσαν.

Διὰ τοῦτο λυσιτελὲς εἶναι νομίζομεν τοῖς ἀσθενεστέροις εἰς τὴν παρθενίαν ὡς εἰς ἀσφαλές τι φρούριον καταφεύγειν καὶ μὴ πρὸς τὴν ἀκολουθίαν κατιόντας τοῦ βίου προκαλεῖσθαι καθ᾽ ἑαυτῶν πειρασμοὺς καὶ «τοῖς ἀντιστρατευομένοις τῷ νόμῳ τοῦ νοὸς ἡμῶν» διὰ τῶν τῆς σαρκὸς παθημάτων συμπλέκεσθαι, καὶ κινδυνεύειν οὐ περὶ γῆς ὅρων καὶ χρημάτων ἀποβολῆς ἢ ἄλλου τινὸς τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων φροντίζοντας, ἀλλὰ περὶ τῆς προηγουμένης ἐλπίδος. Οὐκ ἔστι γὰρ τὸν εἰς τὸν κόσμον τοῦτον ἀποστραφέντα τῇ διανοίᾳ καὶ τὴν ὧδε μέριμναν ἀναλαβόντα καὶ εἰς ἀνθρωπίνην ἀρέσκειαν ἑαυτὸν ἀσχολοῦντα πληρωτὴν γενέσθαι τῆς μεγάλης καὶ πρώτης ἐντολῆς τοῦ κυρίου, ἥ φησιν «ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὸν θεὸν ἀγαπᾶν». Πῶς γὰρ ἀγαπήσει τις ἐξ ὅλης καρδίας τὸν θεόν, ὅταν καταμερίσῃ τὴν καρδίαν ἑαυτοῦ πρὸς θεὸν καὶ κόσμον καὶ κλέπτων τὴν ἐκείνῳ μόνῳ χρεωστουμένην ἀγάπην ἀνθρωπίνοις αὐτὴν πάθεσι προσαναλίσκῃ; «Ὁ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου».

Εἰ δὲ ἐπίπονος ἡ πρὸς τὰς ἡδονὰς μάχη δοκεῖ, θαρρείτω πᾶς· οὐδὲ γὰρ πρὸς τοῦτο μικρὰ ἡ συνήθεια καὶ τοῖς δυσκολωτάτοις εἶναι δοκοῦσιν ἡδονήν τινα διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι, καὶ ἡδονὴν τὴν καλλίστην καὶ καθαρωτάτην, ἧς ἄξιόν ἐστι τόν γε νοῦν ἔχοντα περιέχεσθαι μᾶλλον ἢ τῇ περὶ τὰ ταπεινὰ μικροπρεπείᾳ τῶν μεγάλων κατὰ ἀλήθειαν καὶ «πάντα νοῦν ὑπερεχόντων» ἀλλοτριοῦσθαι.