Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η ενότητα Πατρός και Υιού και η ερμηνεία της θείας συγκατάβασης

Θεολογική απόδειξη της αδιαίρετης σχέσης μεταξύ Πατρός και Υιού, αναίρεση των αιρετικών παρερμηνειών περί ανισότητας και καθορισμός του ερμηνευτικού κανόνα για τη διάκριση της υψηλής θεολογίας από τη θεία κένωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ὁμοίως δὲ καὶ ὁ χαρακτὴρ τὴν ὑπόστασιν δείκνυσι, καὶ ὑπόστασις διὰ χαρακτῆρος γνωρίζεται· οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις χωρὶς Θεοῦ εἶναι οὐ δύναται, καὶ ὁ Θεὸς χωρὶς τῆς δυνάμεως νοηθῆναι φύσιν οὐκ ἔχει. Ὁ τοίνυν ἕν τι τῶν κατὰ τὴν συζυγίαν ταύτην σημαινομένων μὴ εἶναι λέγων, συνανεῖλε πάντως τῇ δυνάμει καὶ τὸ λειπόμενον. Ἀλλὰ μὴν λέγουσιν οἱ τῆς ἀσεβείας προστάται, ὅτι ὁ Υἱός ποτε οὐκ ἦν. Εἰ οὖν οὐκ ἦν ὁ Υἱὸς, πάντως οὐδὲ ὁ Πατὴρ ἦν εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν· εἰ οὐκ ἦν ὁ χαρακτὴρ, πάντως οὐδὲ ἡ ὑπόστασις ἦν· εἰ οὐκ ἦν ἡ δύναμις, οὐκ ἦν ἡ σοφία· εἰ δὲ ταῦτα οὐκ ἦν, ὧν ἄνευ Θεὸς οὐκ ἔστιν, ὁ ἐπὶ πάντων Θεὸς πῶς ἦν; κατασκευάζεται γὰρ διὰ τούτων τὸ εἶναι Θεόν. Οὐ γὰρ ἔστιν ἐννοῆσαι δόξαν ἀλαμπῆ, οὐχ ὑπόστασιν ἀχαρακτήριστον, οὐκ ἄνευ σοφίας σοφὸν, οὐκ ἄνευ δυνάμεως δυνατὸν, οὐκ ἄπαιδα Πατέρα.

Οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν Υἱὸν ἀθετῶν, συναθετεῖ καὶ τὸν Πατέρα· ὅπου δὲ οὔτε ὁ Υἱὸς δοξάζεται, οὔτε ὁ Πατὴρ εἶναι πιστεύεται, καθόλου ἡ θεότης ἠθέτηται· τὸ δὲ ἀθετεῖν τὴν θεότητα, οὐδενὸς ἄλλου ἢ Ἐπικούρου ἐστίν.

Οὐκοῦν Ἐπικούρειοι οἱ νῦν δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν, οἱ διὰ τῆς εἰς τὸν μονογενῆ Υἱὸν ὕβρεως, τὰς ὑπεροχὰς τῷ Πατρὶ χαριζόμενοι, καὶ λέγοντες ὅτι ὁ μὲν μείζων, ὁ δὲ ἐλάττων· ὁ μὲν πέμπει, ὁ δὲ ἀποστέλλεται, εἰ καί τινας ῥήσεις ἐκ τῆς Γραφῆς περὶ τούτου παράγοντες οἱ ἀνόητοι προτείνονται, καί φασιν αὐτὸν ὁμολογεῖν τὸν Κύριον, ὅτι ἐπέμφθη παρὰ τοῦ Πατρός. Εἶτα ὅτι μὲν ἐπέμφθη γινώσκεις, ὅτι δὲ ὁ πέμψας μετ᾽ αὐτοῦ ἐστιν οὐκ ἀκήκοας; Ὁ πέμψας με, φησὶ, μετ᾽ ἐμοῦ ἐστιν καὶ οὐκ ἐδιδάχθης διὰ τῶν εἰρημένων, ὅτι καὶ ἀποστέλλεται καὶ οὐ χωρίζεται; ἀποστέλλεται μὲν γὰρ διὰ φιλανθρωπίαν, οὐ χωρίζεται δὲ διὰ τὸ τῆς φύσεως ἄτμητον. Φασὶ δὲ πάλιν παρὰ τοῦ Μονογενοῦς ὡμολογῆσθαι, τὸ μείζονα εἶναι αὐτοῦ τὸν Πατέρα, ἐν τῷ λέγειν, ὅτι Ὁ Πατήρ μου μείζων μου ἐστίν. Οὐκοῦν ἐξετάσωμεν, ἀδελφοὶ, ἆρα μὴ ψεύδεται ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, πῶς χωρεῖται τὸ μεῖζον ἐν τῷ ἐλάττονι; Εἰ ἐλάττων ὁ Υἱὸς τοῦ Πατρὸς, πῶς πληροῦται τὸ μεῖζον ὑπὸ τοῦ λείποντος; Ὅ τε γὰρ μείζων στενοχωρεῖται πάντως ἐν τῷ ἐλάττονι, καὶ ὁ ἐλάττων ἐπεκταθῆναι πρὸς τὸ ὑπερβάλλον οὐ δύναται· ὥστε ἀνάγκην εἶναι λείπειν μὲν ἐν τῷ Πατρὶ τὸν Υἱὸν, περισσεύειν δὲ ἐν τῷ Υἱῷ τὸν Πατέρα.

Καὶ, ψεύδεται ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ (δέον εἰπεῖν, εἴπερ ἐλάττων ἐστὶν, ὅτι Ἐγὼ ἐν τῷ μέρει τοῦ Πατρὸς), καὶ Ὁ Πατὴρ ἐν ἐμοί. Ἀληθέστερον γὰρ ἦν εἰπεῖν, εἴπερ μείζων ὁ Πατὴρ, ὅτι Μέρος τι τοῦ Πατρὸς ἐν ἐμοί· εἰ δὲ ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ, καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ, ποῦ τὸ πλέον καὶ ποῦ τὸ λεῖπον; καὶ τί χρὴ πολλὰ λέγειν, δέον μιᾷ φωνῇ πᾶσαν αὐτῶν περιγράψαι τὴν φλυαρίαν; «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ.» Εἰπέ μοι, τὸ ἶσον ἀκούσας τὸ μὴ ἶσον ἐνόησας; Ὢ καινῆς διδασκαλίας διὰ τοῦ ἴσου τὸ ἄνισον ἑρμηνευούσης! Ἀλλ᾽ ἴσως εἰκός ἐστι καὶ τῶν πολυμαθεστέρων τινὰ τὸν περὶ τούτων λόγον ἐπιζητεῖν, Πῶς καὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἶσος ὁ Υἱὸς τοῦ Πατρός; Δοκεῖ γάρ πως μὴ συμβαίνειν ἀλλήλοις ταῦτα. Οὐκοῦν ἀφεὶς τὸ πρὸς τοὺς πολλοὺς ἀντιπάλους διαπληκτίζεσθαι, πατρικῶς ὑμῖν περὶ τῶν προκειμένων διαλεχθήσομαι. Οὐ πάσας ὁμοτίμους οἶδα τὰς τοῦ Εὐαγγελίου φωνὰς, ὅσαι τὰ περὶ τοῦ Κυρίου διδάσκουσιν, οὐδὲ ἀπὸ τῆς αὐτῆς δηλουμένας ἀξίας· αἱ μὲν γὰρ τὸ ὕψος τῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ μεγαλοφώνως κηρύσσουσιν· αἱ δὲ πρὸς τὸ ταπεινὸν τῆς ἀνθρωπίνης συγκαταβαίνουσι φύσεως.

Ὅταν μὲν γὰρ λέγῃ ὁ Κύριος· Ἐγὼ ἐπιτάσσω σοι· καὶ, Θέλω, καθαρίσθητι· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ, Δεδόξασμαι ἐν αὐτοῖς· καὶ ὅσα τοιαῦτα τὴν ἐπέκεινα πάσης φύσεώς τε καὶ ἐξουσίας ἐνδείκνυται δύναμιν. Ἐπειδὰν δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπικλίνῃ τὸν λόγον, ἐκεῖνα φθέγγεται· Περίλυπός ἐστιν ἡ ψυχή μου· Εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον· Οὐ δύναται ὁ Υἱὸς ἀφ᾽ ἑαυτοῦ τι ποιεῖν· Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἐν τούτοις τίθει καὶ τὸ ἐπὶ Λαζάρου δάκρυον, καὶ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, καὶ τὴν τῆς τροφῆς ἔφεσιν, καὶ τὴν τοῦ ὕδατος αἴτησιν, καὶ τὸν ἐπὶ τῆς συκῆς δρόμον, καὶ τῆς τοῦ φυτοῦ ἀκαρπίας τὴν ἄγνοιαν, καὶ τὸν ἐπὶ τοῦ πλοίου ὕπνον. Ταῦτα γὰρ πάντα, καὶ ὅσα τοιαῦτα, οὐχὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου Θεοῦ τὴν ἀξίαν, ἀλλὰ τοῦ ταπεινώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ τὴν πρὸς τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν παραδηλοῖ συγκατάβασιν.

Εἴρηται τοίνυν, ὅτι Ὁ πέμψας με, μείζων μου ἐστίν. Οὐκοῦν σκοπήσωμεν παρὰ τίνος ὁ λόγος. Πῶς ἐπέμφθη; Ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἢ μορφὴν δούλου λαβών; Ἐν τῷ πληρώματι ὢν τῆς θεότητος, ἢ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ; Πάντη γὰρ οἶμαι πρόδηλον εἶναι, ὅτι ἡ θεία δύναμίς τε καὶ φύσις πανταχοῦ οὖσα, καὶ διὰ πάντων διήκουσα, καὶ τοῦ παντὸς περιδεδραγμένη, οὐκ ἂν εἰκότως πέμπεσθαι λέγοιτο. Οὐ γάρ ἐστί τι κενὸν ἔξω ταύτης, ἐν ᾧ πρότερον μὴ οὖσα, ὅταν πεμφθῇ, παραγένηται· ἀλλὰ τῇ συντηρητικῇ δυνάμει διακρατοῦσα τὸ πᾶν, οὐκ ἔχει εἰς ὃ μεταχωρήσει, αὐτὴ τοῦ παντὸς οὖσα πλήρωμα.

Ἡ τοίνυν πρὸς τὸ ἡμέτερον ταπεινόν τε καὶ ἀσθενὲς τοῦ Υἱοῦ τοῦ Θεοῦ κάθοδος, κατὰ γνώμην τοῦ Πατρὸς γεγενημένη, ἀποστολὴ λέγεται. Ἡ γὰρ ἐκ τῆς ἀκηράτου φύσεως πρὸς τὴν ἡμετέραν ζωὴν μετάστασις οὐ τοπικὴν ποιεῖται τοῦ Κυρίου τὴν κίνησιν, ἀλλὰ τὴν ἀπὸ τοῦ ὕψους τῆς δόξης πρὸς τὸ ταπεινὸν τῆς σαρκὸς ἐνδείκνυται κάθοδον. Κατέβη τοίνυν καὶ ἐφάνη οὐ γυμνὸς ὁ Λόγος, ἀλλὰ σὰρξ γενόμενος· οὐχ ἡ τοῦ Θεοῦ μορφὴ καθ᾽ ἑαυτὴν, ἀλλ᾽ ἐν τῇ τοῦ δούλου μορφῇ θεωρούμενος. Οὗτος οὖν ἐστιν, ὁ εἰπὼν μὴ δύνασθαί τι ἀφ᾽ ἑαυτοῦ ποιεῖν, δῆλον ὅτι καθὸ γέγονε σάρξ· τὸ γὰρ μὴ δύνασθαι, ἀσθενείας ἐστίν. Ὡς γὰρ τῷ φωτὶ τὸ σκότος, καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτω τῇ δυνάμει ἀντιδιαστέλλεται ἡ ἀσθένεια· ἀλλὰ μὴν Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· οὐκ ἀδυνατεῖ οὖν πάντως ἡ δύναμις. Εἰ γὰρ ἡ δύναμις ἀσθενοίη, τί τὸ δυνάμενον; Ὅταν οὖν ἀποφήνηται ὁ Λόγος, ὅτι οὐ δύναται ποιεῖν, δῆλον ὅτι οὐχὶ τῇ θεότητι τοῦ Μονογενοῦς τὴν ἀδυναμίαν προστίθησιν, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως προσμαρτυρεῖ τὸ ἀδύνατον.

Ἀσθενὴς δὲ ἡ σὰρξ, καθὼς γέγραπται, ὅτι Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐκοῦν δι᾽ ἀμφοτέρων ἀληθεύει ἡ θεία Γραφὴ, καὶ τὸ μεῖζον ὁμολογοῦσα, καὶ τὸ ἶσον μὴ ἀρνουμένη. Ὅταν γὰρ πρὸς τὸ ἀνθρώπινον ὁ Λόγος βλέπῃ, μείζονα ὁμολογεῖ τοῦ διὰ σαρκὸς ὁρωμένου τὸν μὴ ὁρώμενον· ὅταν δὲ πρὸς τὸ Θεῖον χειραγωγῇ τὴν διάνοιαν, ἀργεῖ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἡ συγκριτικὴ αὕτη ἀντιπαράθεσις, καὶ ἀντὶ τούτων ἑνότης κηρύττεται, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Τὰ δὲ παρηλλαγμένα κατὰ τὸ ἄνισον, ἓν εἶναι οὐ δύναται. Ἆρα ὑμῖν ὁ λόγος ἡμῶν ἱκανῶς ἀπολελόγηται, τὴν αἱρετικὴν ἀνισότητα τῶν τῆς εὐσεβείας ἀφορίζων δογμάτων; Ἢ ζητεῖτε, καθάπερ ἐν δικαστηρίῳ, διὰ πλειόνων μαρτύρων βεβαιωθῆναι τὸν λόγον; Οὐκοῦν δότε μοι κατ᾽ ἐξουσίαν ὑπανιέναι τοῦ λόγου τὸ σύντομον, μνήμῃ τινὸς τῶν κατὰ τὴν παλαιὰν ἱστορίαν. Ἔσται δὲ ἡμῖν ἴσως οὐκ ἀπὸ σκοποῦ τὸ διήγημα. Ἀκούσατε τῆς ἀποστολικῆς ἀναγνώσεως τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν ἐν ὀλίγῳ διηγουμένης, ἐν οἷς φησι· Τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, καθ᾽ ἑαυτοῦ ὤμοσε λέγων ἃ εἴρηκεν.