Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν

Γρηγόριος ὁ Νύσσης

Η ιστορική θεογνωσία και η ανθρώπινη ψυχή ως τύπος της ομοουσίου Τριάδος

Η παιδαγωγική πορεία της ανθρωπότητας προς την επίγνωση του τριαδικού δόγματος, η αναίρεση των αιρετικών πλανών και η κοινή ενέργεια των ψυχικών δυνάμεων κατ' αναλογίαν των θείων υποστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἀλλὰ τί, φησὶ, ταῦτα συντείνει εἰς τὴν προκειμένην τοῦ ἀνθρώπου ὑπόθεσιν; Καὶ πάνυ μὲν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ Θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς Τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος· εἶτα εἰς φῶς θεογνωσίας ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν Πατέρα καὶ Θεὸν ἐν ἑαυτῷ μὲν ἔχοντα, καθάπερ καὶ ἡ ψυχὴ, ἐνούσιον τὸν Λόγον καὶ τὸ Πνεῦμα. Μὴ χωροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθένειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξολισθήσῃ, εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν, ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκομένη ὑπὸ Θεοῦ καὶ Πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων, τῶν προφητικῶν διδαγμάτων τὴν πεῖραν, καὶ προφορὰν, καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου τοῦ Πατρὸς Λόγου.

Μεθ᾽ ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος τρανῶς καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος τοῦ τελείου τοῦ Θεοῦ Λόγου, γνωρίζει λοιπὸν μετὰ τούτων καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κόσμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδημῆσαν, ἀλλ᾽ ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι, τῆς ψυχῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτῇ φανερωθὲν, οὐ κτιστῶς, οὐδ᾽ ἐπεισάκτως, οὐδ᾽ ἀλλογενῶς, ἀλλ᾽ οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνούσιον αὐτῆς λόγον ἀποτίκτουσα, καὶ τὸ ὁμοφυὲς αὐτῇ τοῦ νοῦ πνεῦμα προβάλλουσα, καὶ ὥσπερ τι σῶμα ἡ ἀσώματος τὰ συνασώματα αὐτῇ μέλη συμφυῆ ἔχουσα, δι᾽ ὧν ὥσπερ τύπων χαρακτηρίζεται καὶ μορφοῦται καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα, ὥσπερ πνοὴν σωματικήν τινα ἔχουσα τὸ πνεῦμα τοῦ νοῦ, καὶ ὡς ζωὴν τὸν σύζωον αὐτῇ λόγον φέρουσα· ὧν κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύναται· ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ παιδευθῶμεν, ὡς οὔτε Πατὴρ, οὔθ᾽ Υἱὸς προϋπῆρχον τοῦ παναγίου Πνεύματος· ἀλλ᾽ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἅμα ψυχὴ λογικὴ, ἅμα σὺν αὐτῇ ὁ λόγος ἐν αὐτῇ, καὶ ἅμα, καὶ συνάμα ἐν αὐτῇ τὸ πνεῦμα τὸ ζωτικὸν καὶ συστατικὸν καὶ συμπληρωτικόν· οὕτως ἅμα Πατὴρ, ἅμα Θεὸς Λόγος σὺν Πατρὶ, ἅμα Υἱὸς σὺν Πατρὶ, συνάμα τὸ Πνεῦμα σὺν Υἱῷ καὶ Πατρί.

Εἰ δὲ χωρίζεις καὶ ἀποστερεῖς τὸν λόγον ἐκ τῆς ψυχῆς, ἄλογός σου λοιπὸν ἡ ψυχή· ἵνα διὰ τούτου τοῦ κατ᾽ εἰκόνα Θεοῦ μάθῃς, ὅτι ἐὰν ἀρνήσῃ τὸν Θεὸν Λόγον, λέγων μὴ εἶναι σὺν τῷ Θεῷ καὶ Πατρὶ, ἄλογον λοιπὸν καὶ κτηνώδη κηρύττεις τὸν Θεόν· καὶ ἐὰν χωρίσῃς τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ, νεκρὸν λοιπόν τινα καὶ οὐ ζῶντα λέγεις Θεόν· εἰ φιλοσοφεῖν περὶ τοῦ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ βούλει, οὕτω φιλοσόφησον, οὐκ ἐκ τῶν ἐκτὸς, ἀλλ᾽ ἐκ τῶν ἐντός σου τὸν κρυπτὸν Θεὸν γνώρισον ἐκ τῆς ἐν σοὶ τριάδος, τὴν Τριάδα ἐπίγνωθι δι᾽ ἐνυποστάτων πραγμάτων· ὑπὲρ γὰρ πᾶσαν ἄλλην νομικὴν καὶ γραφικὴν μαρτυρίαν βεβαιοτέρα αὕτη καὶ πιστοτέρα.

Διὰ γὰρ ταύτην καὶ μόνην τὴν αἰτίαν τοιοῦτον ζῶον ὁ Θεὸς κατεσκεύασεν, ἐπειδὴ ἔμελλεν ἐν κόσμῳ κηρυχθῆναι τὸ τῆς ἁγίας Τριάδος μυστήριον, ὡς δυσερμήνευτόν τε καὶ ἀκατάληπτον· ἵνα ἔχῃς ἐν ἑαυτῷ ὁ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τὴν εἰκόνα καὶ ὁμοίωσιν καὶ τοὺς τύπους καὶ τὰ παραδείγματα τῆς ἁγίας Τριάδος· ἵνα εἰς τὴν εἰκόνα τῆς ψυχικῆς κατασκευῆς βλέπων μηκέτι διστάσῃς ἐν τῷ τριαδικῷ μυστηρίῳ· μηκέτι εἴπῃς καὶ περιεργάζῃ λέγων· Εἰ Τριάς ἐστιν ὁ Θεὸς, πῶς ἐστι μονάς; εἰ δὲ εἷς ἐστιν, ὡς λέγεται, πῶς Τριάς; καὶ εἰ Υἱός ἐστιν ὁ Λόγος, πῶς γέννημα δυνατὸν εἶναι συνάναρχον τῷ γεννήτορι; καὶ εἰ ἐκ Πατρός ἐστι τὸ Πνεῦμα, πῶς οὐκ ἔστι γεννητὸν, ἀλλ᾽ ἐκπορευτόν; ἢ ποῖον προήγαγεν ὁ Πατὴρ πρότερον, τὸν Υἱὸν ἢ τὸ Πνεῦμα; Εἰ δὲ τὰ ἀμφότερα ἅμα, ἆρα ἂν ἀδελφοθεΐα καὶ διδυμοτοκία ἐστὶν ἐν τῇ Τριάδι; πῶς δὲ καὶ διαγνωσόμεθα ἐπὶ τῶν ἀσωμάτων καὶ ἀκινήτων καὶ ἀμεταστάτων τὸ διάφορον γεννήσεως καὶ ἐκπορεύσεως; πῶς δὲ καὶ δυνατὸν ὁμόδοξον εἶναι τὸ γέννημα τῷ γεννήτορι; θέλων δὲ ἄρα τέτοκεν ὁ Πατὴρ ἢ μὴ θέλων; Τίς δὲ ὁ μάρτυς, ὅτι μιᾶς οὐσίας ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα;

καὶ εἰ τελεία ὑπόστασίς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ εἰ τελεία ὑπόστασις ὁ Λόγος τοῦ Θεοῦ, καὶ εἰ τελεία πάλιν ὑπόστασις τὸ Πνεῦμα τοῦ Θεοῦ, τίς μὴ λέγει ὅτι καὶ ὁ νοῦς τοῦ Θεοῦ οὐκ ἔστιν ἄλλη ὑπόστασις θεία Θεοῦ, καὶ ὁ βραχίων ἄλλος Θεὸς, καὶ ὑπόστασις Θεοῦ ἑτέρα ὁ δάκτυλος; ὁμοίως καὶ ἡ δεξιὰ καὶ τὰ λοιπὰ πάντα τὰ λεγόμενα μέλη Θεοῦ ἐν τῇ θείᾳ Γραφῇ; Ἵνα μὴ τοίνυν ταῦτα λέγῃς καὶ διαλογίζῃ, εἰς ἅπερ οἱ αἱρετικοὶ προσκόψαντες καὶ λογισάμενοι ἔπεσον, ἐποίησέ σε ὁ Θεὸς κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τῆς ἑαυτοῦ τριαδικῆς ὑπάρξεως, τριάδα τινὰ τυπικὴν ὁμοούσιον μονάδα γνωριζομένην, ἐν ᾗ καλῶς ἀποβλέπων, καλῶς ὡς ἐν ἐσόπτρῳ τινὶ καὶ τύπῳ εὑρήσεις πάντα τὰ περὶ Θεοῦ εὐσεβῶς κηρυττόμενα· λέγω δὴ τὸ τριαδικὸν τῶν ὑποστάσεων, τὸ μοναδικὸν τῆς φύσεως, τὸ σύγχρονον, τὸ ἀδιαίρετον, τὸ ἀκατάληπτον, τὸ ἀσχημάτιστον, τὸ ἀθεώρητον, τὸ ἀγέννητον, τὸ γεννητὸν, τὸ ἐκπορευτὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ κριτικὸν, τὸ ἀψηλάφητον, τὸ ἀσώματον, τὸ ἄφθαρτον, τὸ ἀνώλεθρον, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἀνερμήνευτον, τὸ ὡραιότατον, καὶ συντόμως εἰπεῖν, πάντων τῶν ἐν τῇ Θεότητι λεγομένων εὐσεβῶς, τοὺς τύπους καὶ τὰς εἰκόνας, καὶ τὰ ἀποσκιάσματα εὑρήσεις ἐν τῇ ψυχῇ σου σκιαγραφούμενα. Καὶ διὰ τοῦτο εἴρηται ὑπὸ τοῦ Θεοῦ τὸ, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν.

Ἀλλὰ ταῦτα οἱ αἱρετικοὶ καὶ οἱ νῦν ἄπιστοι οὐκ ἔγνωσαν, οὐδὲ διενοήθησαν. Εἰ γὰρ καλῶς τὸ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου ἐσκόπησαν, οὐκ ἂν περὶ τὸ μυστήριον τὸ τριαδικὸν ἐδίστασαν, οὐκ ἂν φυσικαῖς ἀποδείξεσι τὸ ὑπὲρ φύσιν ὑπέβαλον. Οὐκ ἂν ἐσκοτίσθησαν λέγοντες, ἀδύνατον εἶναι Θεὸν τρισυπόστατον Τριάδα. Εἰ τὸ κατ᾽ εἰκόνα ἑαυτοῦ ἔμαθεν Ἄρειος, οὐκ ἂν ἑτεροούσιον τοῦ Πατρὸς τὸν Λόγον ἐδίδαξεν. Εἰ τὸ κατ᾽ εἰκόνα εὐσεβῶς ἐσκόπησε Μακεδόνιος, οὐκ ἂν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν· ἀλλὰ τυφλωθέντες ταὐτὰ πεπόνθασι τοῖς ἔνδον ἐν τῷ κόλπῳ ἑαυτῶν τὸν μαργαρίτην ἔχουσι, τοῦτον δὲ ἀγνοοῦσι, καὶ ἐν τῇ ἀβύσσῳ αὐτὸν πλανώμενοι ἐπιζητοῦσιν.

Ὅρα γοῦν ὅτι οὐ μόνον ἐν πράγμασι τυπικῶς τὸ κατ᾽ εἰκόνα Θεοῦ ἡμετέρα ψυχὴ κέκτηται, τυπικῶς λέγω, οὐκ ἰσοφυῶς. Πῶς δὲ τοῦτο; Εὐθέως τὸ λεγόμενον ποιήσω σαφές. Ἀπερίγραπτον εἶναι τὸν Θεὸν Πατέρα, ὁμοίως καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα πιστεύομεν· διὸ ὡς ἀπεριόριστοι φεραλλήλους καὶ ἀλληλενδέτους καὶ τὰς οἰκείας προσηγορίας ἔχουσιν.

Ἐπὰν γὰρ ὀνομάσῃ Πατέρα, πρόδηλον ὅτι Υἱοῦ αὐτοῦ τινος ἐμήνυσεν ἔμφασιν. Πῶς γὰρ ἂν καὶ κληθήσεται Πατὴρ μὴ γνωριζομένου Υἱοῦ; Ὡσαύτως καὶ ἐπὰν εἴπῃ Πνεῦμα, Θεὸν ἐδήλωσε· Πνεῦμα γὰρ ὁ Θεὸς, ὥς φησιν ἡ Γραφή. Εἶτα ἐλθὲ ἀπὸ ταύτης τῆς ἁγίας Τριάδος ἐπὶ τὴν εἰκόνα αὐτῆς, τὴν ἐν ἡμῖν λέγω ἔνδον ὑπάρχουσαν τριάδα, καὶ ὄψει καὶ τὰς τρεῖς προσηγορίας αὐτῆς φεραλλήλους καὶ ἡνωμένας ὑπαρχούσας.

Ἐπὰν γὰρ εἴπῃς ψυχὴν λογικὴν καὶ νοερὰν, εὔδηλον ὅτι καὶ λόγον καὶ νοῦν ἐσήμανας· καὶ ἐπὰν ὀνομάσῃς λόγον, πάντως ὅτι καὶ τὴν λογικὴν ψυχὴν τὴν τούτου γεννητικὴν ἐδήλωσας. Ὡσαύτως καὶ ἐπὰν εἴπῃς νοῦν, ἐκ παντὸς τρόπου ὅτι καὶ τὴν ψυχὴν καὶ τὸν λόγον ἐδήλωσας. Τίνος γὰρ καὶ ἔσται νοῦς εἰ μὴ ψυχῆς καὶ λόγου; Διὰ δὴ τοῦτο ὥσπερ φεράλληλον καὶ ἀλληλένδετον ἔχουσι τὴν προσηγορίαν, οὕτω κοινὴν καὶ ἀδιαίρετον ἔχουσι καὶ τὴν οὐσιώδη ἐνέργειαν. Μία γὰρ καὶ ὁμοία ἡ ἐνέργεια Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἰσχὺς, καὶ μία δύναμις, μία θέλησις, μία γνώμη. Ὅσα γὰρ ἂν πράττοι ὁ Πατὴρ, ἀχώριστός ἐστι καὶ συμπράκτωρ καὶ ὁ Υἱός· καὶ ὅσα ἂν ἐπιτελῇ ὁ Υἱὸς, ἢ τὸ πανάγιον Πνεῦμα, συνεργεῖ πάντως ἀδιαιρέτως ὁ Πατήρ· οὐδὲ γὰρ ὁ Υἱὸς δίχα Πατρὸς ἀφ᾽ ἑαυτοῦ καθ᾽ ἑαυτὸν ποιεῖ τι, οὐδὲ ὁ Πατὴρ πάντως χωρὶς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὔτε πάλιν τὸ Πνεῦμα ἄνευ τοῦ Υἱοῦ καὶ Πατρὸς ἐργάζεταί τι. Δεῦρο λοιπὸν πάλιν ἀπὸ τῶν πρωτοτύπων ἐπὶ τὸν τύπον τὸν κατ᾽ εἰκόνα Θεοῦ καὶ καθ᾽ ὁμοίωσιν τὸν τῆς ἡμετέρας ψυχῆς, καὶ ὄψει μίαν καὶ ὁμοίαν τὴν ἐνέργειαν ἐν ἡμῖν.

Οὔτε γὰρ ἡ ψυχὴ δίχα λόγου ἐπιτελεῖ τι, οὔτε ὁ λόγος δίχα ψυχῆς, οὔτε μὴν ὁ νοῦς πάλιν καθ᾽ ἑαυτὸν χωρὶς τῆς ψυχῆς καὶ τοῦ λόγου κατεργάζεταί τι, διὰ τὴν ὁμοφυῆ καὶ συμφυῆ καὶ ἀλληλένδετον αὐτῶν κοινὴν δύναμίν τε καὶ ἐνέργειαν, τὴν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Εἰ δὲ λέγεις μοι, ὅτι οὐδὲν καθ᾽ ἑαυτὴν ἐνεργεῖ ἡ ψυχὴ χωρὶς τοῦ σώματος, ἤδη τοῦτο καὶ ἡμεῖς προειρήκαμεν, ὅτι καὶ ἐν τούτῳ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν οὖσα διὰ τῆς ὕλης ὁρωμένης τὰς ἀοράτους αὐτῆς δείκνυσι δυνάμεις· πλὴν ὅτι καὶ χωριζομένη τοῦ σώματος ἡ κατὰ φύσιν καθαρὰ ψυχὴ καὶ οὐσία, τότε μάλιστα διορατικωτέρα καὶ ἁπλῆ, καὶ ἀπαρενόχλητος, καὶ φωτεινοτέρα εὑρισκομένη, κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ ἀληθέστερον δύναται προσαγορεύεσθαι καὶ εἶναι.