Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ τὸν χριστιανὸν βιοῦν

Γρηγόριος ὁ Νύσσης

Ο εσωτερικός αγώνας, η κλίμακα των αρετών και η έλευση της βασιλείας του Θεού

Η ανάγκη για αφανή εργασία των αρετών, η προστασία του νου από τις μεθοδείες του πονηρού και η αλληλουχία των αρετών που καταλήγουν στην προσευχή και τη βίωση της εσωτερικής μακαριότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Δεῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στερεὰν κρηπῖδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ τιθέναι ψυχῇ καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ εὐχῇ διαρκεῖ· οὐ γὰρ ἁπλῶς οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς τὸν θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν πόνων καὶ μεγάλων φροντίδων καὶ συνεργίας τῆς τοῦ Χριστοῦ, καθὼς εἴρηκεν ἡ Σοφία· Ἐὰν γὰρ ζητήσῃς αὐτήν, φησίν, ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις· θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνεὶς ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν πλησίον· τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνῳ κτηθέντος τὸ δεύτερον ἔλαττον ὂν ἀπονώτερον ἕπεται τῷ πρώτῳ· ἐκείνου δὲ μὴ παρόντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθαρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης διανοίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπης, ἐκείνῳ μὴ πληρῶν τὴν ἀγάπην δι᾽ ὃν ἐπιμελεῖται ταύτης;

τὸν γὰρ οὕτως ἔχοντα καὶ μὴ τὴν ψυχὴν ὅλην ἀποδόντα τῷ θεῷ μηδὲ πρὸς τὴν ἐκείνου κεκοινωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελίζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπιτάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν, νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν καὶ τῦφον ἀπ᾽ αὐτῆς τῆς εἰς τοὺς ὁμοδούλους διακονίας καὶ πείθων αὐτὸν ὡς ἐπλήρωσε τὰς ἐντολὰς τοῦ κυρίου καὶ ἔσται μέγας ἐν οὐρανοῖς· οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν κρίσιν, ἀλλὰ μὴ αὐτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ ἐπαινέτην τῆς αὑτοῦ γίνεσθαι πολιτείας· εἰ γὰρ αὐτὸς γένοιτο κριτὴς τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὸν μισθὸν ἐκεῖθεν ἕξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτῷ τοῖς ἐπαίνοις καὶ τῇ οἰήσει ἀποπληρώσας.

δεῖ γὰρ κατὰ τὸ λόγιον Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι· Οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος ἀλλ᾽ ὃν ὁ κύριος συνίστησιν· ὁ δὲ μὴ παρὰ τοῦ κυρίου τὴν σύστασιν ἀναμένων, ἀλλὰ φθάνων τὴν ἐκείνου κρίσιν, εἰς τὰς ἀνθρωπίνας ἐκπίπτει δόξας, τιμὴν ἑαυτῷ τὴν παρὰ τῶν ἀδελφῶν ἐκ τῶν ἰδίων πόνων πραγματευόμενος καὶ ποιῶν τὰ τῶν ἀπίστων· ἄπιστος γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων τιμάς, ὡς αὐτός πού φησιν ὁ κύριος· Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;

Τίσιν οὖν ἐοικέναι μοι δοκοῦσιν; ἢ τοῖς [τὸ] τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἐκτὸς περικαθαίρουσιν, ἐντὸς δὲ μεστοῖς παντοίας οὖσι κακίας; ὁρᾶτε οὖν μή τι πάθητε τοιοῦτον, ἀλλὰ ἄνω† δόντες τὰς ψυχὰς καὶ μίαν ἔχοντες φροντίδα τοῦ ἀρέσαι τῷ κυρίῳ καὶ μηδέποτε τῆς τῶν οὐρανίων ἐκπίπτειν μνήμης μηδὲ δέξασθαι τὰς τοῦ βίου τούτου τιμάς, οὕτω τρέχετε κρύπτοντες τῷ λόγῳ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας, ὅπως μὴ καιρὸν εὑρὼν ὁ τὰς ἐκ τῆς γῆς τιμὰς ὑποβάλλων καὶ ἐντεῦθεν ἁρπάσας ὑμῶν τὸν νοῦν ἐκ τῆς τῶν ἀληθινῶν ἀσχολίας ἐπὶ τὰ μάταια καὶ πλάνης μεστὰ καταβάλῃ· μὴ εὑρὼν δὲ καιρὸν ὅλως μηδὲ παρείσδυσιν εἰς τὸ δελεάσαι τοὺς ἄνω ταῖς ψυχαῖς διατρίβοντας ἀπόλωλε καὶ κεῖται νεκρός· θάνατος γὰρ διαβόλου τὸ ἄπρακτον ἔχειν καὶ ἀνενέργητον τὴν κακίαν. ἀγάπης οὖν ἐν ὑμῖν παρούσης τοῦ θεοῦ ἀνάγκη καὶ τὰ λοιπὰ ταύτῃ συνέπεσθαι· τὸ φιλάδελφον, τὸ πρᾶον, τὸ ἀνυπόκριτον, τὸ περὶ τὰς εὐχὰς διαρκὲς καὶ σπουδαῖον καὶ ἁπλῶς πᾶσαν ἀρετήν.

Ὡς οὖν μεγάλου τοῦ κτήματος ὄντος μεγάλων καὶ πόνων δεῖ περὶ τὴν κτῆσιν, οὐ πρὸς ἔνδειξιν ἀνθρώπων γινομένων, ἀλλ᾽ εἰς τὸ ἀρέσαι τῷ κυρίῳ τῷ τὰ κρυπτὰ εἰδότι. πρὸς ὃν δεῖ βλέπειν ἀεὶ καὶ τὸ ἔνδον τῆς ψυχῆς διερευνᾶν καὶ περιφράσσειν τοῖς τῆς εὐσεβείας λογισμοῖς, ὅπως μὴ παρείσδυσιν εὕρῃ τινὰ μηδὲ χώραν ἐπιβουλῆς ὁ ἀντίδικος, γυμνάζειν δὲ καὶ προσάγειν πρὸς τὴν τοῦ καλοῦ καὶ πονηροῦ διάγνωσιν τὰ ἠσθενηκότα τῆς ψυχῆς μέλη· γυμνάζειν δὲ αὐτὰ οἶδεν ὁ τῷ θεῷ ἑπόμενος νοῦς καὶ συνοικίζων ἑαυτῷ πᾶσαν τὴν ψυχὴν πρὸς ἐκεῖνον ἐκ τῆς πρὸς θεὸν ἀγάπης καὶ τῶν κρυπτῶν τῆς ἀρετῆς ἐννοιῶν καὶ ἔργων ἐντολῆς ἰώμενος τὸ σαθρὸν καὶ συνάπτων τῷ δυνατῷ. ἐπεὶ οὖν μία ἐστὶ φρουρὰ καὶ θεραπεία ψυχῆς τὸ μεμνῆσθαι ἐν πόθῳ θεοῦ καὶ ἀεὶ τῶν ἀγαθῶν ἔχεσθαι ἐννοιῶν, μὴ ἀποστῶμεν τῆς τοιαύτης σπουδῆς μήτε ἐσθίοντες μήτε πίνοντες μήτε ἠρεμοῦντες μήτε ποιοῦντές τι ἢ φθεγγόμενοι, ὅπως πάντα τὰ παρ᾽ ἡμῖν εἰς τὴν τοῦ θεοῦ συντελῇ δόξαν καὶ μὴ εἰς τὴν ἡμετέραν αὐτῶν μηδὲ ἔχῃ τινὰ ῥύπον ἢ κηλῖδα ὁ βίος ἡμῶν ἐκ τῆς τοῦ πονηροῦ ἐπιβουλῆς.

Καὶ ἄλλως δὲ τοῖς ἀγαπῶσι τὸν θεὸν εὔκολος καὶ ἡδὺς ὁ πόνος τῶν ἐντολῶν, ἐλαφρὸν καὶ ἐπέραστον ἡμῖν τὸν ἀγῶνα τῆς πρὸς ἐκεῖνον ποιούσης ἀγάπης. διὰ τοῦτο καὶ ὁ πονηρὸς πάντα ἀγωνίζεται τρόπον ἐκβαλεῖν τὸν τοῦ κυρίου φόβον ἐκ τῶν ψυχῶν ἡμῶν καὶ διαλῦσαι τὴν πρὸς ἐκεῖνον ἀγάπην ἡδοναῖς παρανόμοις καὶ τερπνοῖς ἀγκίστροις φιλονεικῶν, ὅπως γυμνὴν τῶν πνευματικῶν ὅπλων καὶ ἄφρουρον λαβὼν τὴν ψυχὴν τοὺς πόνους ἡμῶν διαφθείρῃ, τὴν ἐκ τῆς γῆς ἡμῖν δόξαν ἐπεισάγων τῇ οὐρανίᾳ καὶ ἐπιθολῶν τὰ ὄντως καλὰ τοῖς δοκοῦσιν εἶναι καλοῖς τῇ τῶν ἀπατωμένων φαντασίᾳ. δεινὸς γάρ ἐστιν, εἰ ῥᾳθυμοῦντας εὕροι τοὺς φύλακας, κλέψαι καιρὸν καὶ ἐπεισελθεῖν τοῖς τῆς ἀρετῆς πόνοις καὶ συγκατασπεῖραι τῷ σίτῳ τὰ αὑτοῦ ζιζάνια, λοιδορίαν, λέγω, καὶ τῦφον καὶ κενοδοξίαν καὶ τιμῆς ἐπιθυμίαν καὶ ἔριν καὶ τὰ λοιπὰ τῆς κακίας δημιουργήματα. δεῖ οὖν ἐγρηγορέναι καὶ τηρεῖν πάντοθεν τὸν ἐχθρόν, ὅπως κἂν προσβάλῃ τινὰ μηχανὴν ὑπ᾽ ἀναισχυντίας, πρὶν ἅψασθαι τῆς ψυχῆς ἀποκρουσθῇ.

Μνημονεύετε δέ μοι συνεχῶς κἀκείνων, ὅτι Ἄβελ μὲν προσέφερε τῷ κυρίῳ θυσίαν ἀπὸ πρωτοτόκων προβάτων καὶ ἀπὸ στεάτων, Κάιν δὲ ἀπὸ μὲν καρπῶν τῆς γῆς, ἀλλ᾽ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν· Καὶ ἐπεῖδε, φησίν, ὁ θεὸς ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάιν οὐ προσέσχεν. τί τοίνυν τῆς ἱστορίας τὸ κέρδος; ὅτι ἔστι μαθεῖν ὡς εὐάρεστον τῷ θεῷ πᾶν τὸ μετὰ φόβου καὶ πίστεως, οὐ τὸ πολυτελῶς ἄνευ ἀγάπης γινόμενον. οὐδὲ γὰρ Ἀβραὰμ παρὰ τοῦ Μελχισεδὲκ ἄλλως ἐδέξατο τὴν εὐλογίαν ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰ καίρια προσενέγκας τῷ ἱερεῖ τοῦ θεοῦ. τὰ καίρια δὲ λέγει καὶ τὰ ἀκροθίνια τῶν ὑπαρχόντων αὐτὴν τὴν ψυχὴν καὶ τὸν νοῦν αὐτόν, κελεύων [ἡμῖν] μὴ μικροπρεπῶς θύειν τῷ θεῷ τὰς αἰνέσεις καὶ τὰς εὐχὰς μηδὲ τὰ τυχόντα τῷ δεσπότῃ προσάγειν, ἀλλ᾽ εἴ τι καίριον τῆς ψυχῆς, μᾶλλον δὲ αὐτὴν ὅλην ἀνατιθέναι μετὰ πάσης ἀγάπης καὶ προθυμίας, ὅπως ἀεὶ τρεφόμενοι τῇ τοῦ πνεύματος χάριτι καὶ δύναμιν τὴν ἐκ τοῦ Χριστοῦ προσλαμβάνοντες τρέχωμεν ῥᾳδίως τὸν σωτήριον δρόμον, κοῦφον καὶ ἡδὺν ποιοῦντες τὸν ὑπὲρ τῆς δικαιοσύνης ἀγῶνα, συναντιλαμβάνοντος ἡμῖν αὐτοῦ τοῦ θεοῦ πρὸς τὴν τῶν πόνων σπουδὴν καὶ ἀποτελοῦντος δι᾽ ἡμῶν τὰ τῆς δικαιοσύνης ἔργα.

Καὶ ταῦτα μὲν μέχρι τούτου· περὶ δὲ τῶν τῆς ἀρετῆς μερῶν, ποῖον δεῖ κρεῖττον ἡγεῖσθαι καὶ πρὸ τῶν ἄλλων ἐπιτηδεύειν, ποῖον δὲ τούτου δεύτερον καὶ τὰ ἄλλα ἐφεξῆς καθ᾽ ἕκαστον, οὐκ ἔστιν εἰπεῖν. ἀλλήλων γὰρ ὁμοτίμως ἔχονται καὶ δι᾽ ἀλλήλων ἐπὶ τὴν κορυφὴν τοὺς χρωμένους ἀνάγουσιν. ἡ μὲν γὰρ ἁπλότης τῇ ὑπακοῇ παραδίδωσιν, ἡ δὲ ὑπακοὴ τῇ πίστει, αὕτη δὲ τῇ ἐλπίδι, καὶ ἡ ἐλπὶς τῇ δικαιοσύνῃ, κἀκείνη τῇ διακονίᾳ, κἀκείνη τῇ ταπεινότητι· παρὰ δὲ ταύτης ἡ πραότης παραλαμβάνουσα τῇ χαρᾷ προσάγει, ἡ δὲ χαρὰ τῇ ἀγάπῃ καὶ ἡ ἀγάπη τῇ εὐχῇ· καὶ οὕτως ἀλλήλων ἐξηρτημέναι καὶ ἐξαρτήσασαι τὸν ἐχόμενον ἐπ᾽ αὐτὴν ἀνάγουσι τοῦ ποθουμένου τὴν κορυφήν, καθάπερ ἀπεναντίον ἡ πονηρία τοὺς ἑαυτῆς φίλους διὰ τῶν οἰκείων αὐτῆς μερῶν ἐπὶ τὴν ἐσχάτην κατάγει κακίαν. δεῖ δὲ ἡμᾶς τῇ εὐχῇ πλέον προσκαρτερεῖν· οἷον γὰρ κορυφαῖός τις τοῦ χοροῦ τῶν ἀρετῶν αὕτη τυγχάνει δι᾽ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς αἰτούμεθα παρὰ τοῦ θεοῦ ᾧ κοινωνεῖ καὶ συνάπτεται δι᾽ ἁγιότητος μυστικῆς καὶ πνευματικῆς ἐνεργείας καὶ διαθέσεως ἀρρήτου ὁ τῇ εὐχῇ προσκαρτερῶν.

τὸ γὰρ πνεῦμα λαβὼν ἐντεῦθεν ὁδηγὸν καὶ σύμμαχον φλέγεται πρὸς τὴν τοῦ κυρίου ἀγάπην καὶ ζέει τῷ πόθῳ κόρον τῆς εὐχῆς οὐχ εὑρίσκων, ἀλλ᾽ ἀεὶ πρὸς τὸν ἔρωτα τοῦ ἀγαθοῦ ἐκκαιόμενος καὶ ἄρδων τῇ προθυμίᾳ τὴν ψυχήν, καθὼς εἴρηται· Οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσι, καὶ ἀλλαχοῦ· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. καὶ ὁ κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.

Τίνα δὲ λέγει βασιλείαν ἐντὸς ἡμῶν εἶναι; τίνα δὲ ἄλλην ἢ τὴν ἄνωθεν διὰ τοῦ πνεύματος ἐγγινομένην ταῖς ψυχαῖς εὐφροσύνην; αὕτη γάρ ἐστιν οἷον εἰκὼν καὶ ἀρραβὼν καὶ δεῖγμα τῆς αἰωνίου χαρᾶς, ἧς ἀπολαύσουσιν αἱ τῶν ἁγίων ψυχαὶ ἐν τῷ προσδοκωμένῳ αἰῶνι. παρακαλεῖ οὖν ἡμᾶς ὁ κύριος διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ σῶσαι καὶ μεταδοῦναι τῶν πνευματικῶν ἀγαθῶν καὶ τῶν ἑαυτοῦ χαρισμάτων· Ὁ παρακαλῶν γάρ φησιν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει· καὶ Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα· καὶ Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου· ταῦτα πάντα τὴν ἐκ τοῦ πνεύματος εὐφροσύνην καὶ παράκλησιν δι᾽ αἰνιγμάτων παραδηλοῖ.