Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι

Γρηγόριος ὁ Νύσσης

Η οικείωση των θείων ιδιοτήτων και η πνευματική θυσία

Η ερμηνεία των προσηγοριών του Χριστού και η προσαρμογή της ζωής του πιστού μέσω της πνευματικής ιερουργίας και της νέκρωσης των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 7

Οὐκοῦν πάλιν τὸν ἐξ ἀρχῆς ἀναλάβωμεν λόγον, ὅτι μία πρὸς τὴν καθαράν τε καὶ θείαν ζωήν ἐστι τοῖς φιλαρέτοις ὁδὸς τὸ γνῶναι τί σημαίνει τὸ τοῦ Χριστοῦ ὄνομα, ᾧ χρὴ καὶ τὸν ἡμέτερον συμμορφωθῆναι βίον, διὰ τῆς τῶν λοιπῶν ὀνομάτων ἐμφάσεως εἰς ἀρετὴν ῥυθμιζόμενον. ὅσα τοίνυν ἐν τοῖς προοιμίοις τοῦ λόγου ῥήματά τε καὶ ὀνόματα παρὰ τῆς ἁγίας τοῦ Παύλου φωνῆς ἑρμηνευτικὰ τῆς τοῦ Χριστοῦ σημασίας συνελεξάμεθα, ταῦτα προθέντες εἰς τὴν προκειμένην ἡμῖν σπουδὴν ἀσφαλεστάτην ὁδηγίαν εἰς τὸν βίον τὸν κατ᾽ ἀρετὴν ποιησόμεθα, τὰ μὲν μιμούμενοι, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, τὰ δὲ προσκυνοῦντες καὶ σεβαζόμενοι. γενέσθω δὲ ἡμῖν τάξις τῶν εἰρημένων ἡ ἀπαρίθμησις. οὐκοῦν ἀπὸ τῶν πρώτων ἀρξώμεθα· Χριστός, φησί, θεοῦ δύναμις καὶ θεοῦ σοφία. διὰ τούτων πρῶτον μὲν τὰς θεοπρεπεῖς ἐννοίας διὰ τῆς τοῦ Χριστοῦ προσηγορίας μανθάνομεν, δι᾽ ὧν σεβάσμιον ἡμῖν τὸ ὄνομα γίνεται.

ἐπειδὴ γὰρ πᾶσα ἡ κτίσις ὅση τε τῇ αἰσθήσει γινώσκεται καὶ ἡ τῆς αἰσθητικῆς ὑπερκειμένη κατανοήσεως δι᾽ αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ συνέστηκεν, ἀναγκαίως πρὸς τὸν ὁρισμὸν τῆς τοῦ Χριστοῦ σημασίας τοῦ τὰ πάντα ποιήσαντος ἡ σοφία τῇ δυνάμει συμπλέκεται, τοῦτο νοούντων ἡμῶν διὰ τῆς τῶν δύο τούτων φωνῶν συζυγίας, τῆς δυνάμεώς τε λέγω καὶ τῆς σοφίας, ὅτι οὐκ ἂν ἦν τὰ μεγάλα ταῦτα καὶ ἄφραστα τῆς κτίσεως θαύματα, μὴ σοφίας μὲν τὴν γένεσιν αὐτῶν ἐπινοούσης, δυνάμεως δὲ τῇ σοφίᾳ παρομαρτούσης πρὸς τὴν τῶν νοηθέντων τελείωσιν, δι᾽ ἧς ἔργα τὰ νοήματα γίνεται.

Μερίζεται τοίνυν καταλλήλως εἰς διπλῆν ἔμφασιν τὸ τοῦ Χριστοῦ σημαινόμενον, εἰς τὴν σοφίαν τε καὶ τὴν δύναμιν, ἵν᾽ ὅταν μὲν πρὸς τὸ μέγεθος τῆς τῶν ὄντων συστάσεως ἀποβλέψωμεν, τὴν ἄφραστον αὐτοῦ δύναμιν διὰ τῶν καταλαμβανομένων νοήσωμεν, ὅταν δὲ λογισώμεθα πῶς τὰ μὴ ὄντα παρῆλθεν εἰς γένεσιν, τῆς πολυειδοῦς ἐν τοῖς οὖσι φύσεως διὰ θείου νεύματος οὐσιωθείσης, τότε τὴν ἀκατάληπτον σοφίαν τοῦ ταῦτα νοήσαντος προσκυνήσωμεν, ἧς πράγματά ἐστι τὰ νοήματα. γίνεται δὲ οὐκ ἀργὸν καὶ ἀνωφελὲς ἡμῖν πρὸς τὴν τοῦ ἀγαθοῦ κτῆσιν τὸ δύναμιν καὶ σοφίαν τὸν Χριστὸν πιστεύειν. ὃ γάρ τις ἐπικαλεῖται προσευχόμενος καὶ πρὸς ὃ βλέπει τῷ τῆς ψυχῆς ὀφθαλμῷ, τοῦτο πρὸς ἑαυτὸν διὰ τῆς εὐχῆς ἐπισπᾶται· καὶ οὕτω δυνάμει τε κραταιοῦται πρὸς τὸν ἔσω ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, ὁ πρὸς τὴν δύναμιν βλέπων (Χριστὸς δέ ἐστιν ἡ δύναμις), καὶ σοφὸς γίνεται, καθὼς ἡ παροιμία φησίν, ὁ τὴν σοφίαν ἐπικαλούμενος, ἥτις πάλιν νοεῖται ὁ κύριος. οὐκοῦν ὁ τῷ Χριστῷ συνονομαζόμενος, ὅς ἐστι δύναμίς τε καὶ σοφία, καὶ τῇ δυνάμει συνονομάζεται δυναμωθεὶς κατὰ τῆς ἁμαρτίας, καὶ τὴν σοφίαν ἐν ἑαυτῷ δείξει τῇ ἐκλογῇ τοῦ βελτίονος. σοφίας δὲ καὶ δυνάμεως ἐν ἡμῖν δεικνυμένων, τῆς μὲν τὸ καλὸν αἱρουμένης, τῆς δὲ τὸ νοηθὲν βεβαιούσης, κατορθοῦται τοῦ βίου τὸ τέλειον δι᾽ ἀμφοῖν συμπλεκόμενον.

οὕτω καὶ εἰρήνην τὸν Χριστὸν νοήσαντες ἀληθῆ τοῦ Χριστιανοῦ τὴν κλῆσιν ἐφ᾽ ἑαυτῶν ἐπιδείξομεν, ἐὰν διὰ τῆς ἐν ἡμῖν εἰρήνης τὸν Χριστὸν τῷ βίῳ ἐπιδειξώμεθα. ἐκεῖνος τὴν ἔχθραν ἀπέκτεινε, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν μηδὲ ἡμεῖς ἐν ἑαυτοῖς ταύτην ζωοποιήσωμεν, ἀλλὰ νεκρὰν αὐτὴν ἐν τῷ ἡμετέρῳ δείξωμεν βίῳ. μήποτε τὴν καλῶς ἐπὶ σωτηρίᾳ ἡμῶν παρὰ τοῦ θεοῦ νεκρωθεῖσαν ἡμεῖς ἐπ᾽ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν δι᾽ ὀργῆς καὶ μνησικακίας καθ᾽ ἑαυτῶν ἀναστήσωμεν, πονηρὰν ἀνάστασιν τῆς καλῶς ἀποθανούσης κατεργασάμενοι. ἀλλ᾽ εἰ τὸν Χριστὸν ἔχομεν, ὅς ἐστιν ἡ εἰρήνη, καὶ ἡμεῖς ἐν ἑαυτοῖς τὴν ἔχθραν νεκροποιήσωμεν, ἵν᾽ ὅπερ ἐν ἐκείνῳ πιστεύομεν, τοῦτο καὶ ἐν τῷ ἡμετέρῳ κατορθώσωμεν βίῳ. ὡς γὰρ ἐκεῖνος τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, οὕτω καὶ ἡμεῖς εἰς καταλλαγὰς ἀγάγωμεν οὐ μόνον τοὺς ἔξωθεν ἡμῖν προσμαχομένους, ἀλλὰ καὶ τοὺς ἐν ἡμῖν αὐτοῖς στασιάζοντας, ἵνα μηκέτι ἡ σὰρξ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἀλλ᾽ ὑποταγέντος τοῦ σαρκώδους φρονήματος τῷ θείῳ νόμῳ, εἰρηνεύωμεν ἐν ἑαυτοῖς εἰς ἕνα τὸν καινόν τε καὶ εἰρηνικὸν ἄνθρωπον ἀναστοιχειωθέντες καὶ εἷς οἱ δύο γενόμενοι. εἰρήνης γὰρ ὅρος ἡ τῶν διεστηκότων ἐστὶν ὁμοφωνία.

ὅταν οὖν ἐξαιρεθῇ τῆς φύσεως ἡμῶν ὁ ἐμφύλιος πόλεμος, τότε καὶ ἡμεῖς ἐν ἑαυτοῖς εἰρηνεύσαντες εἰρήνη γινόμεθα, ἀληθῆ καὶ κυρίαν ἐφ᾽ ἡμῶν τοῦ Χριστοῦ τὴν ἐπωνυμίαν ἐπιδεικνύοντες. φῶς δὲ ἀληθινὸν καὶ τῷ ψεύδει ἀπρόσιτον νοήσαντες τὸν Χριστὸν τοῦτο μανθάνομεν, ὅτι χρὴ καὶ τὸν ἡμέτερον βίον ταῖς τοῦ ἀληθινοῦ φωτὸς ἀκτῖσι καταφωτίζεσθαι. ἀρεταὶ δέ εἰσιν αἱ ἀκτῖνες αἱ τοῦ ἡλίου τῆς δικαιοσύνης εἰς φωτισμὸν ἡμῶν ἀπορρέουσαι, δι᾽ ὧν γίνεται τὸ ἀποθέσθαι τὰ ἔργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ περιπατεῖν εὐσχημόνως καὶ ἀπειπάμενον τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ πάντα ἐν φωτὶ ποιοῦντα καὶ αὐτὸν φῶς γενέσθαι, ὥστε καὶ ἄλλοις λάμπειν, ὅπερ φωτός ἐστιν ἴδιον. κἂν ἁγιασμὸν τὸν Χριστὸν νοήσωμεν, τῷ πάσης βεβήλου τε καὶ ἀκαθάρτου πράξεως καὶ ἐννοίας ἑαυτοὺς ἀποστῆσαι κοινωνοὺς ἀληθῶς τοῦ ὀνόματος ἑαυτοὺς ἀποδείξωμεν, ἔργω καὶ οὐχὶ ῥήματι τοῦ ἁγιασμοῦ τὴν δύναμιν ὁμολογοῦντες, τῷ βίῳ.

Ἀπολύτρωσιν δὲ εἶναι τὸν Χριστὸν μαθόντες τὸν ἑαυτὸν δόντα λύτρον ὑπὲρ ἡμῶν τοῦτο διὰ τῆς τοιαύτης φωνῆς παιδευόμεθα, τὸ μαθεῖν ὅτι καθάπερ τιμήν τινα τῆς ἑκάστου ψυχῆς παρασχόμενος ἡμῖν τὴν ἀθανασίαν κτῆμα ἴδιον τοὺς ἐκ τοῦ θανάτου παρ᾽ αὐτοῦ διὰ τῆς ζωῆς ἐξαγορασθέντας ἐποίησεν. εἰ τοίνυν δοῦλοι τοῦ λυτρωσαμένου γεγόναμεν, πρὸς τὸν κυριεύοντα πάντως ὀψόμεθα, ὡς μηκέτι ἡμᾶς ἑαυτοῖς ζῆν, ἀλλὰ τῷ κτησαμένῳ ἡμᾶς διὰ τοῦ τῆς ζωῆς ἀνταλλάγματος. οὐκέτι γὰρ ἑαυτῶν ἐσμεν κύριοι, ἀλλ᾽ ὁ ὠνησάμενός ἐστι τῶν ἰδίων κτημάτων δεσπότης, ἡμεῖς δὲ αὐτοῦ τὰ κτήματα. οὐκοῦν νόμος ἔσται τῆς ἡμετέρας ζωῆς τὸ τοῦ κυριεύοντος θέλημα. ὥσπερ γὰρ τοῦ θανάτου κατακρατοῦντος ἡμῶν ὁ τῆς ἁμαρτίας ἐν ἡμῖν νόμος ἐπολιτεύετο, οὕτως ἐπειδὴ τῆς ζωῆς κτῆμα γεγόναμεν, ἀναγκαῖον ἂν εἴη πρὸς τὴν κρατοῦσαν μεθαρμοσθῆναι ἡμῶν τὴν πολιτείαν, μή ποτε τοῦ τῆς ζωῆς παρατραπέντες θελήματος, πάλιν πρὸς τὸν πονηρὸν τῶν ψυχῶν ἡμῶν τύραννον, τὸν θάνατον λέγω, διὰ τῆς ἁμαρτίας αὐτομολήσωμεν. ἡ δὲ αὐτὴ διάνοια προσοικειώσει ἡμᾶς τῷ Χριστῷ, κἂν πάσχα αὐτὸν εἶναι κἂν ἀρχιερέα παρὰ τοῦ Παύλου ἀκούσωμεν. ἐτύθη γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸ πάσχα Χριστός· ἀλλ᾽ ὁ ἱερεὺς ὁ προσαγαγὼν τῷ θεῷ τὴν θυσίαν οὐκ ἄλλος τίς ἐστι παρ᾽ αὐτὸν τὸν Χριστόν.

Ἑαυτὸν γάρ, φησίν, ἀνήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν. οὐκοῦν τοῦτο διὰ τούτων μανθάνομεν, ὅτι ὁ πρὸς ἐκεῖνον βλέπων τὸν ἑαυτὸν προσαγαγόντα προσφορὰν καὶ θυσίαν καὶ πάσχα γενόμενον καὶ αὐτὸς ἑαυτὸν παραστήσει τῷ θεῷ θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον, λογικὴ λατρεία γενόμενος· ὁ δὲ τρόπος τῆς ἱερουργίας ἐστὶ τὸ Μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ ἐν τῷ δοκιμάζειν, τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. οὐ γὰρ ἔστι ζώσης τῆς σαρκὸς καὶ μὴ κατὰ τὸν πνευματικὸν ἱερουργηθείσης νόμον τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ ἐν αὐτῇ δειχθῆναι· Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν καὶ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οὐδὲ γὰρ δύναται, ἕως ἂν ζῇ ἡ σάρξ, ἧς διὰ τῆς ζωοποιοῦ θυσίας ἱερουργηθείσης διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη, δι᾽ ὧν ἐνεργεῖται τὰ πάθη, ἀνεμποδίστως τὸ εὐάρεστον καὶ τέλειον θέλημα τοῦ θεοῦ ἐν τῇ ζωῇ τῶν πεπιστευκότων κατορθωθήσεται. οὕτως καὶ ἱλαστήριον ἐν τῷ ἰδίῳ αἵματι ὁ Χριστὸς νοούμενος διδάσκει τὸν ταῦτα νοήσαντα αὐτὸν ἕκαστον γενέσθαι ἑαυτῷ ἱλαστήριον, διὰ τῆς τῶν μελῶν νεκρώσεως τὴν ψυχὴν ἀφαγνίζοντα. ὅταν δὲ δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως ὁ Χριστὸς λέγηται, τῆς προσκυνουμένης αὐτοῦ μεγαλωσύνης διὰ τῶν ῥημάτων τούτων τὰς ἐννοίας ἀναλαμβάνομεν.