Ἔργον
Γρηγόριος ὁ Νύσσης – Περὶ τοῦ πῶς δεῖ χριστιανὸν εἶναι
Η μεσιτεία του Σωτήρος και η εσχατολογική προοπτική
Η αναμαρτησία ως προϋπόθεση για την αποφυγή της κατακρίσεως, η αναφορά των πιστών στον Θεό Πατέρα και η συμπόρευση με τον Χριστό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μεσιτεία του Σωτήρος και η εσχατολογική προοπτική
Η αναμαρτησία ως προϋπόθεση για την αποφυγή της κατακρίσεως, η αναφορά των πιστών στον Θεό Πατέρα και η συμπόρευση με τον Χριστό.
οὐκοῦν εἰ μέλλοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου ἡμῶν τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡμῶν πιστώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ῥύπου τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς ἀφορίζοντος. ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ὁ πρωτότοκός ἐστι καὶ ἀγάπη καὶ ἀπολύτρωσις καὶ τὰ τοιαῦτα. οὐκοῦν εἰ διὰ τῶν τοιούτων καὶ ὁ ἡμέτερος χαρακτηρίζεται βίος, ἐναργῆ παρεξόμεθα τῆς εὐγενείας ἡμῶν τὰ γνωρίσματα, ὥστε τὸν ταῦτα καθορῶντα ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ προσμαρτυρεῖν ἡμῖν τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. αὐτὸς γάρ ἐστιν ὁ ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως καὶ διὰ τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. ὅτι μὲν οὖν ἀναστησόμεθα πάντες ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι, τοῦτο ἔδειξεν οἷς τε ἐφ᾽ ἑαυτοῦ καὶ οἷς ἐπὶ τῶν λοιπῶν τῶν ὑπὸ τοῦ θανάτου κρατηθέντων ἐποίησεν.
Οὐ μὴν ἴση κατάστασις ἐν τῷ μετὰ ταῦτα βίῳ πάντας τοὺς ἐκ τοῦ τῆς γῆς χώματος ἀναστάντας ἐκδέχεται, ἀλλὰ Πορεύσονται, φησίν, οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ὥστε εἴ τινος πρὸς τὴν φοβερὰν ἐκείνην κατάκρισιν ὁ βίος βλέπει, οὗτος, κἂν διὰ τῆς ἄνωθεν γεννήσεως τοῖς ἀδελφοῖς τοῦ κυρίου συναριθμούμενος τύχῃ, καταψεύδεται τοῦ ὀνόματος, ἐν τῇ μορφῇ τῆς κακίας τὴν πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. ὁ δὲ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ δι᾽ ἑαυτοῦ συνάπτων τῷ θεῷ τὸ ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον, ὅπερ ἂν τῆς πρὸς τὸν θεὸν συμφυΐας ἄξιον ᾗ. ὥσπερ γὰρ τὸν ἑαυτοῦ ἄνθρωπον τῇ δυνάμει τῆς θεότητος 〈ἐν〉 ἑαυτῷ προσῳκείωσε, μέρος μὲν τῆς κοινῆς φύσεως ὄντα, οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτωκότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις (Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ)· οὕτω καὶ τοὺς καθ᾽ ἕκαστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος, εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ᾽ εἴ τις ἀληθῶς εἴη θεοῦ ναὸς μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέχων, οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται, καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν τῆς αὐτοῦ καθαρότητος.
οὔτε γὰρ εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία, καθὼς ὁ λόγος φησίν, οὔτε ὁ καθαρὸς τῇ καρδίᾳ ἄλλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει, ᾧ διὰ τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν βασιλείαν ἐδέξατο. μᾶλλον δ᾽ ἂν γένοιτο ἡμῖν καταφανὲς τὸ λεγόμενον, εἰ τὴν τοῦ κυρίου φωνήν, ἣν διὰ τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς τὴν σαφήνειαν τῶν εἰρημένων συμπαραλάβοιμεν· Πορεύομαι, φησί, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ταῦτα γὰρ ὁ μεσίτης μεταξὺ τοῦ πατρὸς καὶ τῶν ἀποκηρύκτων φησὶν ὁ δι᾽ ἑαυτοῦ τοὺς ἐχθροὺς τοῦ θεοῦ καταλλάξας τῇ ἀληθινῇ καὶ μόνῃ θεότητι. ἐπειδὴ γὰρ κατὰ τὸν προφητικὸν λόγον ἀπηλλοτριώθησαν τῆς ζωοποιοῦ μήτρας διὰ τῆς ἁμαρτίας οἱ ἄνθρωποι καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν, ἐν ᾗ ἐπλάσθησαν, τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας λαλήσαντες, τούτου χάριν τὴν ἀπαρχὴν τῆς κοινῆς φύσεως ἀναλαβὼν διὰ ψυχῆς τε καὶ σώματος ἁγίαν ἐποίησε, πάσης κακίας ἀμιγῆ τε καὶ ἀπαράδεκτον αὐτὴν ἐν ἑαυτῷ διασώσας, ἵνα ταύτην ἀναθεὶς διὰ τῆς ἀφθαρσίας τῷ πατρὶ τῆς ἀφθαρσίας συνεπισπάσηται δι᾽ αὐτῆς πᾶν τὸ συγγενὲς κατὰ τὴν φύσιν αὐτῇ καὶ ὁμόφυλον καὶ προσδέξηται τοὺς ἀποκηρύκτους εἰς τὴν υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν.
οὐκοῦν ὥσπερ ἡ ἀπαρχὴ τοῦ φυράματος διὰ καθαρότητός τε καὶ ἀπαθείας ᾠκειώθη τῷ ἀληθινῷ πατρὶ καὶ θεῷ, οὕτω καὶ ἡμεῖς τὸ φύραμα διὰ τῶν ὁμοίων ὁδῶν τῷ πατρὶ τῆς ἀφθαρσίας κολληθησόμεθα διὰ τοῦ μιμήσασθαι, καθὼς ἂν ᾖ δυνατόν, τοῦ μεσίτου τὸ ἀπαθές τε καὶ ἀναλλοίωτον. οὕτω γὰρ ἐσόμεθα τοῦ μονογενοῦς θεοῦ στέφανος ἐκ λίθων τιμίων, τιμὴ καὶ δόξα διὰ τοῦ βίου γενόμενοι. φησὶ γὰρ ὁ Παῦλος ὅτι βραχύ τι ἑαυτὸν ἐλαττώσας παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου τοὺς πρότερον εἰς ἀκάνθης φύσιν μετατεθέντας διὰ τῆς ἁμαρτίας στέφανον ἑαυτῷ διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας ἐποίησεν, εἰς τιμὴν καὶ δόξαν μεταστοιχειώσας διὰ τοῦ πάθους τὴν ἄκανθαν. κίνδυνος οὖν οὐ μικρὸς ἅπαξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου τὸν ἐξ ἀκανθῶν στέφανον ἀναλαβόντος τῇ κεφαλῇ, ἵνα ποιήσῃ τὸν ἐκ τιμῆς τε καὶ δόξης συμπλεκόμενον στέφανον εὑρεθῆναί τινα τρίβολον ὄντα διὰ τοῦ κακοῦ βίου καὶ ἄκανθαν, εἶτα ἐν μέσῳ τῷ δεσποτικῷ στεφάνῳ διὰ τῆς τοῦ σώματος αὐτοῦ κοινωνίας παρενειρόμενον. πρὸς ὃν ἐρεῖ πάντως ἡ δικαία φωνή· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; πῶς συνεπλάκης τοῖς διὰ τιμῆς καὶ δόξης τῷ ἐμῷ στεφάνῳ ἐνηρμοσμένοις ἄκανθα ὤν; τίς κοινωνία Χριστῷ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τί κοινὸν τῷ φωτὶ πρὸς τὸ σκότος;
ὡς ἂν οὖν μὴ ταῦτά ποτε τὰ ῥήματα καθ᾽ ἡμῶν ὁ βίος ἡμῶν ἐγκαλέσαιτο, ἐπιμελητέον ἂν εἴη τοῦ πᾶν ἀκανθῶδες ἔργον τε καὶ ῥῆμα καὶ νόημα διὰ πάσης τῆς ζωῆς [τοῦ βίου] ἡμῶν ἀποσκευάζεσθαι, ἵνα τῇ καθαρᾷ τε καὶ ἀπαθεῖ πολιτείᾳ τιμὴ καὶ δόξα γενόμενοι, τὴν τοῦ παντὸς κεφαλὴν δι᾽ ἑαυτῶν στεφανώσωμεν, ὥσπερ τι κειμήλιον καὶ κτῆμα τῷ δεσπότῃ γενόμενοι. οὐδενὸς γὰρ ἀτίμου καταδέχεται κύριος εἶναί τε καὶ λέγεσθαι ὁ τῆς δόξης κύριος. οὐκοῦν ὁ πάσης ἀσχημοσύνης τε καὶ βδελυρίας ἀλλότριος, κατά τε τὸν κρυπτὸν καὶ τὸν φαινόμενον ἄνθρωπον δεσπότην ἑαυτοῦ ποιεῖ τὸν δόξης, οὐκ ἀτιμίας, κύριον ὄντα τε καὶ λεγόμενον.
Ἔστι δὲ καὶ ἀρχή· ἀρχὴ δὲ παντὸς πράγματος οὐκ ἀλλοτρίως πρὸς τὰ μεθ᾽ ἑαυτὴν ἔχει. εἰ γὰρ ζωὴν τὴν ἀρχὴν εἶναί τις ὁρίσαιτο, ζωὴ πάντως καὶ τὸ μετὰ τὴν ἀρχὴν ἔσται νοούμενον· καὶ εἰ φῶς ἡ ἀρχή, φῶς καὶ τὸ μετὰ τὴν ἀρχὴν νοηθήσεται. τί οὖν διὰ τοῦ πιστεύειν αὐτὸν εἶναι ἀρχὴν ὠφελούμεθα; τὸ γενέσθαι τοιούτους ἡμᾶς, οἵαν εἶναι τὴν ἀρχὴν ἡμῶν πεπιστεύκαμεν. οὐ γὰρ σκότους ἀρχὴ τὸ φῶς ὀνομάζεται οὐδὲ τῆς ζωῆς εἰς ἀρχὴν τεταγμένης τὸν θάνατον τὸ συνεχὲς τῆς ἀρχῆς ἐννοήσομεν. ἀλλ᾽ εἰ μή τις ὁμοφυῶς πρὸς τὸ καθηγούμενον ἔχοι δι᾽ ἀπαθείας καὶ ἀρετῆς τῇ ἀρχῇ συναπτόμενος, οὐκ ἂν γένοιτο τούτου ἀρχὴ ἡ τῶν ὄντων ἀρχή. ἀρχὴ τοῦ σκοτεινοῦ βίου ὁ κοσμοκράτωρ τοῦ σκότους, τῆς θανατηφόρου ἁμαρτίας ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. οὐκ ἔστιν οὖν τὸν διὰ μοχθηρᾶς ζωῆς ὑπὸ τὴν τοῦ σκότους ἀρχὴν τεταγμένον τὴν παντὸς ἀγαθοῦ ἀρχὴν ἑαυτοῦ εἶναι λέγειν ἀρχήν· τῆς δὲ αὐτῆς ἔχεται διανοίας τοῖς πρὸς τὸ ἴδιον ἀγαθὸν τὰς θείας φωνὰς ἐκλαμβάνουσι τὸ καὶ βασιλέα δικαιοσύνης τε καὶ εἰρήνης αὐτὸν ὀνομάζεσθαι. ὁ γὰρ κατὰ τὴν διδασκαλίαν τῆς προσευχῆς ἐλθεῖν ἐπ᾽ αὐτὸν τὴν τοῦ θεοῦ βασιλείαν εὐχόμενος, μαθὼν ὅτι δικαιοσύνης τε καὶ εἰρήνης ἐστὶ βασιλεὺς ὁ ἀληθινὸς βασιλεύς, κατορθώσει πάντως τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην τε καὶ εἰρήνην, ἵνα βασιλεύσῃ αὐτοῦ ὁ τῆς δικαιοσύνης τε καὶ τῆς εἰρήνης βασιλεύς.
οὐκοῦν στρατὸς ἐννοεῖται τοῦ βασιλέως πᾶσα ἀρετή· διὰ γὰρ τῆς δικαιοσύνης τε καὶ εἰρήνης πάσας οἶμαι δεῖν τὰς ἀρετὰς ἐννοεῖν. εἴ τις οὖν λειποτακτήσας ἀπὸ τῆς τοῦ θεοῦ στρατιᾶς τῇ παρατάξει τῶν ἀλλοφύλων ἑαυτὸν καταλέξειε, τοῦ εὑρετοῦ τῆς κακίας ὁπλίτης γενόμενος καὶ ἀποδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης καὶ πᾶσαν τὴν εἰρηνικὴν παντευχίαν, πῶς οὗτος ὑπὸ τὸν βασιλέα τῆς εἰρήνης ταχθήσεται, ῥίψασπις τῆς ἀληθείας γενόμενος; δῆλον γὰρ ὅτι τὸ ἐπίσημον αὐτοῦ τῆς ὁπλίσεως δείξει τὸν βασιλεύοντα, ἀντὶ τῆς ἐνσκιαγραφουμένης τοῖς ὅπλοις εἰκόνος ἐν τῷ χαρακτῆρι τοῦ βίου δεικνύον τὸν καθηγούμενον. ὡς μακάριος ἐκεῖνος ὁ ὑπὸ τὴν θείαν στρατηγίαν τεταγμένος καὶ τοῖς τάγμασι τῶν ἐν μυρίαις μυριάσιν ἀριθμουμένων κατειλεγμένος καὶ κατὰ τῆς κακίας διὰ τῶν ἀρετῶν ὁπλιζόμενος, αἳ τὴν εἰκόνα τοῦ βασιλέως τῷ ἐνδυσαμένῳ αὐτὰς ἐνσημαίνονται!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.