Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἕλληνας ἐκ τῶν κοινῶν ἐννοιῶν

Γρηγόριος ὁ Νύσσης

Η αδιαίρετη ενότητα της Αγίας Τριάδος και η καταχρηστική αρίθμηση των ομοουσίων ανθρώπων

Ανάλυση του παραδείγματος των ομοουσίων ανθρώπων προς ανάδειξη της ταυτότητας και του αδιαιρέτου της θείας ουσίας, με παράλληλη αναφορά στη συγκαταβατική παιδαγωγία της Αγίας Γραφής για τη διαφύλαξη του δόγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

εἰ γὰρ ἐπὶ Πέτρου καὶ Παύλου καὶ Βαρνάβα τρεῖς οὐσίας οὔ φαμεν διὰ τὸ μιᾶς αὐτοὺς εἶναι, πόσῳ μᾶλλον ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο δικαίως οὐ ποιήσομεν· εἰ γὰρ τὴν οὐσίαν οὐ διαιρετέον εἰς τρεῖς διὰ τὰ πρόσωπα, δῆλον ὅτι οὐδὲ τὸν θεόν, ἐπεὶ μὴ πρόσωπον δηλοῖ τὸ θεός, ἀλλὰ τὴν οὐσίαν. εἰ γὰρ πρόσωπον ἐδήλου τὸ θεός, ἓν καὶ μόνον τῶν προσώπων ἐλέγετο θεός, ὅπερ ἐσημαίνετο τῷ τοιῷδε ὀνόματι, ὥσπερ οὖν καὶ πατὴρ μόνος ὁ πατὴρ λέγεται διὰ τὸ προσώπου δηλωτικὸν εἶναι τοῦτο τὸ ὄνομα.

Εἰ δὲ φαίη τις, ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν φαμὲν τρεῖς οὐσίας μερικάς [δῆλον ὅτι τοῦτ᾽ ἐστιν ἰδικάς]· τοῦτο γὰρ κυριώτερον εἰπεῖν, γνώτω ὅτι μερικὴν οὐσίαν, τουτέστιν ἰδικήν, λέγοντες οὐδὲν ἕτερον σημᾶναι βουλόμεθα ἢ ἄτομον, ὅπερ ἐστὶ πρόσωπον. διὸ δὴ καὶ τρεῖς εἰ λέγοιμεν μερικὰς οὐσίας, τουτέστιν ἰδικάς, οὐδὲν ἄλλο φαμὲν ἢ τρία πρόσωπα· προσώποις δὲ οὐχ ἕπεται τὸ θεός, καθάπερ δέδεικται. οὐδ᾽ ἄρα οὐδὲ τῇ μερικῇ, ὅπερ ἐστὶν ἰδικῇ, οὐσίᾳ· ταὐτὸν γάρ ἐστιν ἰδικὴ οὐσία τῷ προσώπῳ ἐπὶ τῶν ἀτόμων λεγομένη. τί οὖν λεκτέον πρὸς ἐκεῖνο, ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν τρεῖς φαμὲν ἀνθρώπους; εἰ γὰρ ταῦτα πρόσωπα, πρόσωπα δὲ τῷ σημαντικῷ ὀνόματι τῆς κοινῆς οὐσίας οὐ σημαίνεται, ὁμοίως οὐδὲ ἡ μερικὴ λεγομένη ἤτοι ἰδικὴ οὐσία, ἐπειδὴ ταὐτὸν αὕτη τῷ προσώπῳ—τίνος χάριν τρεῖς ἀνθρώπους φαμὲν αὐτοὺς μιᾶς οὐσίας ὑπάρχοντας, ἧς ἐστι τὸ ἄνθρωπος δηλωτικόν, εἰ μήτε διὰ τὰ πρόσωπα μήτε διὰ τὸ λέγεσθαι μερικὴν ἤγουν ἰδικὴν οὐσίαν ἐκφωνοῦμεν τοῦτο; φαμέν, ὅτι καταχρηστικῶς καὶ οὐ κυρίως τοῦτο λέγομεν διά τινα συνήθειαν ἐξ ἀναγκαίων αἰτιῶν κρατήσασαν, αἵτινες οὐ θεωροῦνται ἐπὶ τῆς ἁγίας τριάδος, ἵνα καὶ ἐπ᾽ αὐτῆς τοῦτο αὐτὸ ποιῶμεν.

εἰσὶ δὲ αἱ αἰτίαι αὗται· ὁ ὅρος ὁ τοῦ ἀνθρώπου οὐκ ἀεὶ ἐν τοῖς αὐτοῖς ἀτόμοις ἤγουν προσώποις θεωρεῖται· τῶν μὲν γὰρ προτέρων τελευτώντων ἕτερα ἀντ᾽ αὐτῶν συνίσταται καὶ πάλιν τῶν αὐτῶν πολλάκις μενόντων ἄλλα τινὰ ἐπιγίνεται, ὡς ποτὲ μὲν ἐν τούτοις, ποτὲ δὲ ἐν ἐκείνοις, καὶ ποτὲ μὲν ἐν πλείοσιν, ποτὲ δὲ ἐν ὀλιγωτέροις θεωρεῖσθαι τὸν τῆς φύσεως ἤγουν τοῦ ἀνθρώπου ὅρον. διὰ ταύτην οὖν τὴν αἰτίαν τῆς τε προσθήκης καὶ τῆς ἀφαιρέσεως τῆς τε ἀποβιώσεως καὶ γεννήσεως τῶν ἀτόμων, ἐν οἷς θεωρεῖται ὁ τοῦ ἀνθρώπου ὅρος, ἀναγκαζόμεθα καὶ πολλοὺς λέγειν ἀνθρώπους καὶ ὀλίγους τῇ τροπῇ καὶ ἀλλοιώσει τῶν προσώπων ἐκκρουσθείσης τῆς κοινῆς συνηθείας καὶ παρ᾽ αὐτὸν τὸν τῆς οὐσίας λόγον, ὥστε συναριθμεῖν τοῖς προσώποις τρόπον τινὰ καὶ οὐσίας.

ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐδὲν τοιοῦτον συμβαίνει ποτέ· δεῖ γὰρ τὰ αὐτὰ πρόσωπα καὶ οὐχ ἕτερα καὶ ἕτερα λέγεσθαι ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχοντα μήτε προσθήκην τινὰ δεχόμενα τὴν εἰς τετράδα μήτε μείωσιν τὴν εἰς δυάδα· (οὔτε γὰρ γεννᾶται ἢ ἐκπορεύεται ἐκ τοῦ πατρὸς ἢ ἐξ ἑνὸς τῶν προσώπων πρόσωπον ἕτερον, ὥστε καὶ τετράδα εἶναί ποτε τὴν τριάδα· οὔτε τελευτᾷ ποτε ἓν τῶν τριῶν τούτων προσώπων κἂν ὡσεὶ ῥοπῇ ὀφθαλμοῦ, ὥστε δυάδα τὴν τριάδα γενέσθαι κἂν τῇ ἐνθυμήσει·) προσθήκης δὲ καὶ μειώσεως τροπῆς τε καὶ ἀλλοιώσεως μηδεμιᾶς γινομένης τοῖς τρισὶ προσώποις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐδὲν τὸ παρακροῦον τὴν ἡμετέραν διάνοιαν πρὸς τοῖς τρισὶ προσώποις καὶ τρεῖς λέγειν θεούς. πάλιν τὰ τοῦ ἀνθρώπου πρόσωπα πάντα οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ἀλλὰ τὰ μὲν ἐκ τούτου, τὰ δὲ ἐξ ἐκείνου ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια. ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτό, τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. διὸ δὴ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρρηκότως, ἐπειδὴ καὶ συνυπάρχει αὐτοῖς.

οὔτε γὰρ χρόνῳ διῄρηται ἀλλήλων τὰ πρόσωπα τῆς θεότητος οὔτε τόπῳ, οὐ βουλῇ, οὐκ ἐπιτηδεύματι, οὐκ ἐνεργείᾳ, οὐ πάθει, οὐδενὶ τῶν τοιούτων, οἷάπερ θεωρεῖται ἐπὶ τῶν ἀνθρώπων· ἢ μόνον, ὅτι ὁ πατὴρ πατήρ ἐστι καὶ οὐχ υἱὸς καὶ ὁ υἱὸς υἱός ἐστι καὶ οὐ πατήρ, ὁμοίως καὶ τὸ πνεῦμα τὸ ἅγιον οὔτε πατὴρ οὔτε υἱός. διόπερ οὐδεμία ἀνάγκη παρακρούει ἡμᾶς τρεῖς θεοὺς εἰπεῖν τὰ τρία πρόσωπα, ὥσπερ ἐφ᾽ ἡμῶν πολλοὺς ἀνθρώπους φαμὲν τὰ πολλὰ πρόσωπα διὰ τὰς εἰρημένας αἰτίας. ὅτι δὲ διὰ τὰς εἰρημένας αἰτίας καὶ οὐ κατὰ λόγον ἀναγκαῖόν φαμεν τὰ πολλὰ πρόσωπα τοῦ ἀνθρώπου πολλοὺς ἀνθρώπους, ἐντεῦθεν γένοιτ᾽ ἂν δῆλον· τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἓν καὶ πολλὰ οὐ δύναται εἶναι· ἔστι δὲ Πέτρος καὶ Παῦλος καὶ Βαρνάβας ὁμολογουμένως κατὰ τὸ ἄνθρωπος εἷς ἄνθρωπος· κατὰ τὸ αὐτὸ ἄρα, τουτέστι κατὰ τὸ ἄνθρωπος, πολλοὶ οὐ δύνανται εἶναι. λέγονται δὲ πολλοὶ ἄνθρωποι καταχρηστικῶς δηλονότι καὶ οὐ κυρίως· τὸ δὲ καταχρηστικῶς λεγόμενον διαφθείρειν οὐκ ἄξιον οὐδὲ ἱκανὸν παρὰ τοῖς εὖ φρονοῦσι τὸ κυρίως τε ὂν καὶ λεγόμενον. οὐκ ἄρα λεκτέον ἐπὶ τῶν τριῶν προσώπων τῆς θείας οὐσίας τρεῖς θεούς, ἐπεὶ κατὰ τὸ θεὸς εἷς ἐστι θεὸς καὶ ὁ αὐτὸς διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἧς ἐστι τὸ θεὸς σημαντικὸν κατὰ τὸν εἰρημένον τρόπον.

Εἰ δὲ λέγοι τις, ὅτιπερ ἡ γραφὴ συναριθμεῖ τρεῖς ἄνδρας λέγουσα, κατὰ περιουσίαν ἐκ τῶν ἡμετέρων ἡμᾶς ἐλέγξαι πειρώμενος, οὐκ ὀρθὸς οὐδὲ ὅσιος πέφανται τῆς γραφῆς ἀκροατὴς ὁ τοιοῦτος· οὗτος γὰρ ἂν οὐδὲ ἐκίνει πρὸς ἡμᾶς λόγους περὶ τοῦ εἰ δεῖ λέγειν τρεῖς θεοὺς τὰ τῆς θείας οὐσίας τρία πρόσωπα συνορῶν μάλιστα, ὅτι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα διδοῦσα ἡ γραφὴ καὶ θεὸν λόγον, θεὸν μὴ λόγον (τουτέστι θεὸν πατέρα), θεὸν ἅγιον πνεῦμα [θεὸν] παραδιδοῦσα καθόλου παραιτεῖται τρεῖς θεοὺς εἰπεῖν, ἀσέβειαν ἡγουμένη τὴν πολυθεΐαν καὶ ἕνα θεὸν διόλου κηρύττουσα μήτε τὰ πρόσωπα συμφύρουσα μήτε τὴν θεότητα διαιροῦσα, φυλάττουσα δὲ μᾶλλον ταυτότητα θεότητος ἐν ἰδιότητι ὑποστάσεων ἤγουν προσώπων τριῶν.

εἰ τοίνυν ὀρθὸς ἦν ὁ τοιοῦτος καὶ τοῦ δικαίου λόγον ἐποιεῖτο, ταῦτα κατανοῶν ἐκ τῆς γραφῆς τὰ ἴδια κυροῦν οὐκ ἔσπευδεν, ἐπυνθάνετο δὲ μᾶλλον τὴν αἰτίαν μαθεῖν αἰτούμενος, δι᾽ ἣν τρεῖς ἄνδρας λέγει ἡ γραφὴ καίπερ ἕνα ἄνθρωπον τὴν σύμπασαν φύσιν γινώσκουσα κατὰ τὸ Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ἑνικῶς τὸ κοινὸν τῆς φύσεως ἐκφωνήσασα· τὸ προσὸν γὰρ τῷ κοινῷ τῆς φύσεως ἀποφαινομένη καθ᾽ ἑνὸς αὐτὸ εἶπε διὰ τὸ ἔνα γινώσκειν ἄνθρωπον τὸν σύμπαντα ἄνθρωπον καὶ οὐ πολλούς· ἤκουε γὰρ φιλομαθῶς ἐρωτῶν, ὅτι καὶ ἡ γραφὴ ὡς τροφὸς ἀγαθὴ ἴδια βρέφη γινώσκουσα τοὺς ἀνθρώπους ἔστιν ὅτε συμψελλίζει αὐτοῖς ὡσαύτως χρωμένη τισὶ τῶν ὀνομάτων οὐ παρατιτρώσκουσα τὸ τέλειον δηλονότι καὶ τοὺς τροφῆς μεταλαμβάνειν δυναμένους στερεᾶς ἀδικοῦσα· οὐ γὰρ δόγματα τὰ ψελλίσματα ὁριζομένη τὰ τέλεια καταβλάπτει, ἀλλὰ συγκαταβαίνουσα τοῖς νηπίοις δι᾽ εὐσπλαγχνίαν καὶ μιμουμένη τὰ ἐκείνων οὕτως ἀνάγει πρὸς ἑαυτὴν εἰς τελειότητα ἡλικίας ἄγουσα. ὁρίζεται δὲ ὅμως καὶ δογματίζει τὰ τέλεια κατὰ τὸ ἑαυτῇ πρέπον καὶ τοὺς μαθητευομένους προσῆκον διδάσκεσθαι.

ἀμέλει ὅτι ὦτα καὶ ὀφθαλμοὺς καὶ στόμα καὶ τὰ λοιπὰ δὴ μόρια σωματικὰ λέγουσα ἔχειν τὸν θεὸν οὐ δόγμα τὸ τοιοῦτο παραδίδωσι σύνθετον ἐκ διαφόρων μελῶν ὁριζομένη τὸ θεῖον, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον ἐκ μεταφορᾶς τῶν ἡμετέρων λαμβάνουσα τὰ τοιαῦτα πρὸς ἀναγωγήν, ὡς εἶπον, τῶν μὴ ἀμέσως ἐπὶ τὰ ἀσώματα χωρεῖν δυναμένων στερεαῖς τισι καὶ τρανοτάταις ταῖς λέξεσι τὰ δόγματα ἐκτίθεται, πνεῦμα λέγουσα τὸν θεὸν εἶναι καὶ πανταχοῦ, ἔνθα τις πορευθείη, παρεῖναι τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀπερίγραφον τούτους σοφῶς ἐκπαιδεύουσα. οὕτως καὶ τρεῖς ἄνδρας λέγουσα διὰ συνήθειαν, ἵνα μὴ ξενίζῃ τὸ κοινὸν καὶ ἐν χρήσει τῶν πολλῶν ὑπάρχον, καὶ ἕνα φησὶ δι᾽ ἀκρίβειαν, ἵνα μὴ παρασαλεύσῃ τὸ τέλειον καὶ ἐν τῇ φύσει τῶν πραγμάτων θεωρούμενον· καὶ τὸ μὲν ἡγούμεθα συγκατάβασιν ἐπὶ χρησίμῳ καὶ συμφέροντι τῶν νηπιωδεστέρων γεγενημένην, τὸ δὲ ὁριζόμεθα δόγμα ἐπὶ βεβαιώσει καὶ παραδόσει τῆς τελειότητος ἐκτιθέμενον.