Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐάγριον περὶ εἱμαρμένης

Γρηγόριος ὁ Νύσσης

Εμπειρικά και ιστορικά επιχειρήματα κατά της ειμαρμένης

Προβάλλεται η ικανότητα της ιατρικής να ανατρέπει τις προβλέψεις, καθώς και παραδείγματα μαζικών καταστροφών και ιδιαίτερων εθνικών εθίμων που καταρρίπτουν την ισχύ των ατομικών ωροσκοπίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ταῦτα δέ μου διεξιόντος καὶ διὰ τῶν τοιούτων νοημάτων πρὸς τὸ ἄτοπον τὸν λόγον ἐκβάλλοντος ἐπικόψας μεταξὺ διὰ καταφορᾶς προϊόντα τὸν λόγον ὁ προσδιαλεγόμενός μοι φιλόσοφος, Τί μάχῃ, φησί, τῇ ἐναργείᾳ; τί δὲ οὐχ ἕπῃ τοῖς διὰ τῶν ἀριθμῶν παρατετηρηκόσι τὴν τῶν ὄντων ἀλήθειαν, οἷς εἰ πρὸς ἀκρίβειαν ἡ ὥρα ληφθείη τῆς τοῦ ἀποκυηθέντος γεννήσεως, πᾶσαν δι᾽ ἀκολούθου τὴν ζωὴν τοῦ τεχθέντος προαγορεύουσι· τὸν χρόνον, τὸν τρόπον, τὰ τῶν ἠθῶν ἰδιώματα, τὰς κινδυνώδεις περιστάσεις, γάμους καὶ παιδοποιΐας καὶ ἀξιωμάτων ἐπιτυχίας, ἢ καὶ τὸ ἔμπαλιν, ἀπαιδίας καὶ νόσους καὶ ἀτιμίας καὶ βραχύτητα βίου καὶ τὰ ἐκ πενίας κακά; τούτων οὖν δι᾽ ἀκριβείας προσημανθέντων καὶ τῇ ἐκβάσει τῆς ἀληθείας μαρτυρηθείσης, τίς ἔτι σοι λόγος ἐστὶν ἀπιστοῦντι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ; ἐγὼ δὲ τῶν τοιούτων προρρήσεων τὰς αἰτίας μικρὸν ὕστερον εἰπὼν ζητήσειν ἠρόμην· πότερον ἄλογός ἐστι καὶ συντυχικὴ τῶν τοιούτων ἐκβάσεων ἡ αἰτία, ἤ τινα καὶ λόγον τῇ παρατηρήσει ταύτῃ συνεφευρίσκουσιν, ὡς μὴ ἔξω τοῦ εἰκότος γενέσθαι τὸ γινόμενον; Καὶ μάλα μέν τοι, φησί, καὶ λόγος ἔπεστι τοῖς γινομένοις.

ὅταν γὰρ ἐκ τῆς ποιᾶς τῶν κατὰ τὰ ἄστρα ποιοτήτων συμπτώσεως τοιάδε σώματος κρᾶσις τῷ τικτομένῳ συστῇ, ὁ κατειληφὼς δι᾽ ἀκριβείας τῶν οὐρανίων τὴν θεωρίαν καὶ τὸ συστήσεσθαι τήνδε τὴν κρᾶσιν περὶ τὸν τεχθέντα προκατενόησε καὶ τὸ δύνασθαι μέχρι τοῦδε τοῦ μέτρου τὴν ζωὴν ἐξαρκέσαι, πλείονος μὲν ἐπὶ τῆς ἐρρωμενεστέρας, ἐλάττονος δὲ πάλιν ἐπὶ τῆς νοσωδεστέρας τοῦ σώματος κράσεως. ἐγὼ δὲ τοῖς ῥηθεῖσιν ἐπιγελάσας, Ἐλελήθεις ἡμᾶς, πρὸς αὐτὸν εἶπον, Γαληνοῦ καὶ Ἱπποκράτους καὶ τῶν τοιούτων ἐγγόνους εἶναι τὰς εἱμαρμένας δοξάζων, ἐπεὶ κἀκεῖνοι χαίρειν τὴν τῶν ἄστρων ἀφέντες κίνησιν ἐκ τοῦ ὑποκειμένου στοχαστικῶς τὸ μέλλον προαγορεύουσιν. ὅταν ὀφθαλμοὶ κοῖλοι καὶ κρόταφοι συμπεπτωκότες καὶ τὰ μέτωπα περιεσκληκότα τῷ δέρματι, τὸν θάνατον προμηνύουσι. πολλοῖς δέ, εἶπον, νοσωδέστερον διακειμένοις τὰ σώματα καὶ ὅσον οὐδέπω προσδοκωμένοις τεθνήξεσθαι πρὸς τὸ ἔμπαλιν ἐξ ἰατρικῆς ἀνεκλώσθη τῆς τοιαύτης εἱμαρμένης τὰ νήματα· οἷον δὴ καὶ τὸν παιδοτρίβην Ἡρόδικον ὁ Πλάτωνος ἱστόρησε λόγος, ὅτι διὰ γυμναστικῆς ἐμπειρίας εἰς παντελῆ μὲν ὑγιείαν ἐπιθανατίου τοῦ νοσήματος ὄντος ἐπαναγαγεῖν τὸ σῶμα οὐχ οἶός τε ἦν, ἀεὶ δὲ παρόντα τὸν θάνατον δι᾽ ἐπινοίας ὑπερτιθέμενος, οὐχὶ ζωῆς ἀσφάλειαν, ἀλλὰ θανάτου παράτασιν ἑαυτῷ παρεσκεύαζεν. ὅθεν καὶ εἰς γῆρας διήρκεσε μακρῷ θανάτῳ τὸ μὴ ἀποθανεῖν σοφισάμενος.

οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν λόγον ἀρραγὴς ὑμῖν ἡ εἱμαρμένη καταλαμβάνεται, εἴπερ εὑρίσκεταί τις τέχνη τὴν ἀνάγκην ἐκλύουσα.

Ἀλλ᾽ οὐδέν, φησίν, ὁ τοιοῦτος λόγος τὴν ἐκ τῶν προρρήσεων περὶ τῆς εἱμαρμένης ἀπόδειξιν ἀναλύει. δυνατὸν γὰρ ἂν γένοιτο καὶ τοῦτο προμηνυθῆναι παρὰ τοῦ δι᾽ ἀκριβείας ἐπεσκεμμένου τῶν οὐρανίων τὴν κίνησιν, ὥστε τῷ μὲν ἀραρότα τῷ δὲ ἀμφίβολον προμηνυθῆναι τὸν θάνατον. ἐγὼ δέ, Οὐχ οὕτως, εἶπον, ὁ τῆς ἀνάγκης διισχυρίζεται λόγος· ἄλλος γὰρ τοῦ ἐνδεχομένου ὁπότερον ἂν τύχῃ γενέσθαι καὶ ἄλλος τοῦ ἀμεταθέτου ὁ λόγος ὃν οὐκ ἔστιν ἐπὶ τῶν ἐνδεχομένων λαβεῖν· ἀλλ᾽ ἢ τοῦτο πάντως ἢ τὸ ἕτερον· τὸ δὲ πρὸς ἀμφοτέρας τὰς ἐκβάσεις ταῖς ἐλπίσιν ἐπικραδαίνεσθαι πόρρω τῶν τῆς ἀνάγκης λόγων ἐστίν.

Πλὴν τοῦτο, φημὶ πρὸς αὐτόν, πόθεν οἴεται τὸ πιστὸν ἔχειν τῶν ἀποβησομένων τὴν πρόρρησιν; ὁ δέ, Πολλάκις, φησί, διεξιόντος ἀκούσας ἔτι καὶ νῦν περὶ τῶν αὐτῶν ἐρωτᾷς; ὅτι τινές εἰσιν ἰδιάζουσαι δυνάμεις τῶν ἄστρων· τὸ δὲ ἀεικίνητον τῆς φορᾶς μυρίας ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς τὰς τῶν δυνάμεων διαφορὰς ἐξεργάζεται. ὁ τοίνυν παραχθεὶς ἐπὶ τὸν βίον διὰ γενέσεως κατὰ τὴν συμπεσοῦσαν αὐτῷ τοῦ χρόνου μοῖραν τὴν ὑπὸ τῶν ἄστρων τοιῶσδε σχηματισθεῖσαν ἐντυπωθείς, ἅπερ ἂν ἡ δύναμις τῆς ὥρας ἐκείνης ἔχουσα καταληφθῇ, ταῦτα καὶ περὶ τὸν βίον κατ᾽ ἀνάγκην ἕξει καὶ ἄλλως οὐκ ἔχει. Τί οὖν, εἶπον, αἱ κατὰ πόλεμον συμφοραὶ καὶ οἱ σεισμοὶ καὶ τῶν πόλεων αἱ καταπτώσεις καὶ τὰ αὔτανδρα τῶν μυριοφόρων ὁλκάδων ναυάγια, ἐπικλύσεις καὶ ἐκπυρώσεις καὶ χάσματα καὶ ὅσα τοιαῦτα πανωλεθρίας εἴδη, πῶς ταῦτα διασώσει τὸν τῆς προρρήσεως λόγον;

πόσα ἐν τοῖς προτέροις, πόσα δὲ καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις ὁ βίος ἔδειξε πάθη· τὸν ἐπὶ Νῶε κατακλυσμὸν καὶ τὴν Σοδόμων ἐκπύρωσιν ἢ τὸν Αἰγύπτιον στρατὸν ὑποβρύχιον ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γενόμενον ἢ τὰς μετὰ ταῦτα τῶν ἀλλοφύλων σφαγάς, τὰς μυρίας ἐκείνας ἀνδροκτασίας ἢ τὸν αὐτόματον ἐν ὀλίγῳ τῷ χρόνῳ θάνατον τοῦ Ἰσραηλίτου λαοῦ ἐν πολλαῖς μυριάσι θραυσθέντος ἢ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων μιᾷ χρόνου ῥοπῇ νεκρωθείσας, τῶν τε ἐφεξῆς κακῶν τὰς ἱστορίας ἐν Μηδικαῖς τε καὶ Ἑλληνικαῖς συμφοραῖς συμπεσούσας ἐν ναυμαχίαις τε καὶ πεζομαχίαις μεγάλαις, καὶ πάντα ὅσα τοιαῦτα ὧν ἡ μνήμη τοῖς ἐφεξῆς διδάσκαλος γίνεται. κἂν ταῦτα παρέλθωμεν πάντα, ἱκανὰ ἂν γένοιτο πρὸς τὴν τῶν λεγομένων μαρτυρίαν καὶ ὅσα ὁ καθ᾽ ἡμᾶς ἱστόρησε βίος. τίς γὰρ οὐκ οἶδε τὴν μεγάλην Βιθυνίας μητρόπολιν ταῖς ἐξεχούσαις τῶν πόλεων ἐναρίθμιον; τίς ἀγνοεῖ τὴν πλατεῖαν καὶ εὐρύχωρον Θρᾴκην; πῶς τὴν μὲν ὁ πόλεμος τὴν δὲ ὁ σεισμὸς μετὰ τοῦ πυρὸς ἐν ἀκαρεῖ τοῦ χρόνου ἄρδην ἐξέτριψεν. πόσοι παῖδες ἐκεῖ, πόσα νήπια, οἱ μέσως ἔχοντες, οἱ παρήλικες, ἐλεύθεροί τε καὶ δοῦλοι, κρατοῦντες καὶ ὑποχείριοι, πλούσιοι, πένητες, ἐρρωμένοι, νοσηλευόμενοι, πάντες ἐν μιᾷ καιροῦ ῥοπῇ κατεφθάρησαν. πάντας ἐπίσης τὸ πῦρ ἐπενεμήθη· πᾶσιν οἱ οἶκοι τάφοι ἐγένοντο.

ποῦ αἱ τῶν ἄστρων ἐκείνων διαπλοκαὶ αἱ τὰς διαφορὰς τῶν βίων τοῖς ἀνθρώποις ὁρίζουσαι; ἆρα πᾶσιν ἐκείνοις μία τῶν ἄστρων σύνοδος τὰς ὠδῖνας τῶν γενέσεων ἔλυσε καὶ πᾶσιν ὁ Καρκίνος ὡροσκοπῶν τὴν μοῖραν ἐπέβαλε; καὶ μὴν αἱ μυρίαι τῶν ἡλικιῶν τε καὶ ἀξιωμάτων διαφοραὶ τὸ μὴ πάντας ἀλλήλοις κατὰ ταὐτὸν τῇ γενέσει συνενεχθῆναι διαμαρτύρονται. εἰ οὖν ὁ μὲν τῆς γενέσεως χρόνος ἑκάστῳ διάφορος, ἡ δὲ τῶν συμφορῶν ταυτότης οὐδεμίαν παραλλαγὴν ἐκ τῆς κατὰ τὴν γένεσιν αἰτίας ἐδέξατο, ἄρα καὶ διὰ τούτων τὸ περὶ τὴν πρόρρησιν ἀπαγὲς καὶ ἀσύστατον διελέγχεται.

Ἀλλ᾽ ἔστι, φησί, καὶ νεὼς καὶ πόλεως καὶ ἔθνους παντὸς εἱμαρμένη κατὰ τὴν πρώτην θέσιν τὸ ἐφεξῆς ἐπικλώθουσα, καὶ τῷ περιέχοντι τὰ ἐμπεριειλημμένα κατ᾽ ἀνάγκην συνδιατίθεται. Τίς οὖν ἡ τῆς ναυπηγίας Εἰλείθυια; τίς δὲ ὁ τῆς πόλεως τόκος; ἐκ ποίας δὲ ἀρχῆς τοῦ ἔθνους καθορῶμεν τὴν γένεσιν; τέμνει ὁ δρυοτόμος τὴν ὕλην, ἐμπορεύεται ταύτην ὁ τὸ ξύλον ἐμπορευόμενος, χρημάτων ὁ ναυπηγὸς τὴν ὕλην ὠνεῖται, μερίζει τῇ ἐργασίᾳ τὴν τέχνην. ὁ μὲν γάρ τις διαιρεῖ τὸ ξύλον εἰς σανίδας τῷ πρίονι· ὁ δὲ τὴν τρόπιν τεκταίνεται· ἕτερος περὶ τὰ ὑποζώματα τὴν σπουδὴν τῆς κατασκευῆς ἔχει· ἄλλος τὴν πρώραν καὶ ἄλλος τὴν πρύμναν ἐκορυφώσατο· τούτῳ τοῦ ἱστοῦ μέλει καὶ τῆς κεραίας τῷ ἑτέρῳ· οἱ δὲ τὸ λίνον εἰς κάλους πλέκουσιν· οἱ δὲ αὐχένες τῷ κυβερνήτῃ διὰ φροντίδος γίνονται· ἄλλοι τὰ καταστρώματα καὶ τὴν ὀθόνην ἐνεργοῦσιν· ἄλλοι καὶ τὸν ἐκ τῆς ζωγραφίας καλλωπισμὸν ἐπάγουσιν, ἕτεροί τε αὖ διαχρίοντες τῇ πίσσῃ τὰς ἁρμονίας καὶ τὸν ἄντλον ἐν τῷ μέσῳ κατασκευάζοντες. πάντως οὐ κατὰ ταὐτὸν ἕκαστος τὸ καθ᾽ ἑαυτὸν ἐνεργοῦσιν, ἀλλ᾽ ὁ μὲν νῦν, ὁ δὲ μετ᾽ ὀλίγον· καὶ τῷδε ἤδη πέρας τὸ σπουδαζόμενον ἔσχεν, ὁ δὲ ἐν τῷ ἐνεργεῖν καθορᾶται. πότε τοίνυν τῇ νηῒ τὴν εἱμαρμένην οἱ σοφοὶ ἐπιστήσουσιν; ὅτε ὠνεῖται τὸ ξύλον ἢ ὅτε τέμνεται ἢ ὅτε μεταχειρίζεται ἢ ὅτε ἐπάγει τὸν σίδηρον ἢ ὅτε συναρμόζει τοῖς γόμφοις;

πολλῶν γὰρ καὶ διαφόρων ὄντων τῶν κατὰ τὴν ναυπηγίαν σπουδαζομένων καὶ οὐ κατὰ τὸν αὐτὸν ἀλλήλοις χρόνον συνισταμένων ποῖον ἀναθήσῃ χρόνον τῇ εἱμαρμένῃ, ἵνα τὴν ἀνάγκην τῆς καταδύσεως δεξαμένη συνδιαφθείρῃ μεθ᾽ ἑαυτῆς τοὺς ἐμπλέοντας; τί δ᾽ ἂν εἴποις περὶ τῶν πόλεων; πότε αὐτῆς κρατεῖν τὴν εἱμαρμένην οἴονται; ὅτε βουλή τις τοῦ οἰκισμοῦ τοῖς σπουδάζουσι γίνεται ἢ ὅτε τοῦ τόπου τὴν εὐφυΐαν ἐπιλογίζονται ἢ ὅτε τὸ σχῆμα καταχαράσσουσιν ἢ ὅτε ἐπάγουσιν ἤδη τῇ ἐργασίᾳ τὸν σίδηρον ἢ τοὺς λίθους ἐναποτίθενται ἢ συμφοροῦσι τὰς ὕλας; τί τούτων ἐστὶν ἀρχὴ τῆς συστάσεως; τί δ᾽ ἂν εἴποις περὶ τοῦ ἔθνους ὃ ταῖς κατὰ πόλεμον συμφοραῖς ἐξετρίβη; τίς ἢ πόθεν κατ᾽ αὐτῶν τὴν ἀρχὴν λαβοῦσα ἡ μοῖρα τοὺς μὲν κατεφόνευσε, τοὺς δὲ δι᾽ αἰχμαλωσίας κατεδουλώσατο; πῶς Ἀννίβας ἢ Καῖσαρ ἢ καὶ ὁ ἐκ Μακεδονίας Ἀλέξανδρος παρ᾽ οἷς ἂν ἐγένοντο στρατευόμενοι πᾶσιν ὁμοτιμίαν εἱμαρμένης εἰργάσαντο τοσοῦτον τῆς ἀνάγκης ἐκείνης ὑπερισχύοντες ὡς τοῖς αὐτοῖς τοῦ κακοῦ μέτροις πάντας συνάγεσθαι; ἀλλὰ μὴν τὸ οἴεσθαι τὰς τῶν πόλεων εἱμαρμένας ἐν τοῖς τῶν σεισμῶν καταπτώμασι τὰς συναστρίας ποιεῖν, ὡς ἔξω τοῦ εἰκότος ὁ λόγος ἐστίν, ἐντεῦθεν ἄν τις κατίδοι· τίς οὐκ οἶδεν ὅτι τὰ τοιαῦτα πάθη τῆς γῆς οὐ μόνον ἐν τοῖς οἰκουμένοις τόποις ἀλλὰ καὶ ἐν τοῖς ἀοικήτοις συνίσταται;

εἴ τις τὸ τῶν Γασάγων ὄρος τὸ πρὸς τοῖς ὁρίοις τῶν Βιθυνῶν κείμενον ἢ τῇ καθ᾽ ἑαυτὸν ἔγνω πείρᾳ ἢ ἐκ διηγήματος ἤκουσεν, εὑρήσει τὴν τοῦ λόγου ἀλήθειαν, ὅτι κατ᾽ αὐτὰς τῆς ὁδοῦ τὰς ὑπερβολὰς πᾶσα ἡ ἀκρώρεια ὑπονοστήσασα φοβερὸν θέαμα τοῖς διοδεύουσι γίνεται. τοιαῦτα καὶ τῆς χώρας τῶν Παφλαγόνων τὰ πάθη· ἔστι δὲ ὅπου καὶ οἰκήσεις ἀνθρώπων τοῖς χάσμασι τούτοις συγκατεσπάσθησαν· πολλαχῇ δὲ τῶν οἰκητόρων γυμνὸς ὁ χῶρος ἐν τῷ τοιούτῳ δείκνυται πάθει. καὶ τί χρὴ καθ᾽ ἕκαστον λέγειν Κυπρίους καὶ Πισίδας καὶ Ἀχαιούς, ἐν οἷς πολλὰ τῶν λεγομένων ἐστὶ τεκμήρια; ἀλλ᾽ οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι πάντα τὰ τοιαῦτα γῆς ἐστι πάθη. εἰ μὲν οὖν συνενεχθείη καὶ οἴκησιν ἀνθρώπων ἐφευρεθῆναι τῷ τόπῳ, κατὰ πᾶσαν ἀνάγκην κἀκεῖνοι τοῦ κατὰ τὸν τόπον δυστυχήματος παραπέλαυσαν· εἰ δὲ ἐλεύθερος εἴη τῶν οἰκητόρων, οὐδεμίαν ἀνθρώποις ἤνεγκε βλάβην τὸ περὶ τὸν τόπον δυστύχημα. τίς οὖν ἡ τῆς εἱμαρμένης ἀνάγκη ἐπίσης τῶν τε οἰκουμένων καὶ τῶν ἀοικήτων τὸ τοιοῦτον πάθος ὑπομενόντων; εἰ μὲν γὰρ εἶχον ἀποδεικνύειν κατὰ μέρη τινὰ καὶ μὴ κατὰ τὸ ἀθρόον πᾶσαν κατεσκευάσθαι τὴν γῆν, εἶχεν ἂν αὐτοῖς ἴσως καιρὸν ἡ ματαιολογία τῷδε τῷ μέρει τῆς γῆς κτιζομένης τῆσδε τῶν ἄστρων συμπλοκῆς ἐφαρμοσθείσης ἢ τοῦτο ἢ ἐκεῖνο κατ᾽ ἀνάγκην γενέσθαι.

ἐπεὶ δὲ πάντα μετ᾽ ἀλλήλων καταλαμβάνεται, οὐρανός, γῆ, θάλασσα, κατὰ δὲ τὸν Μωϋσέως λόγον καὶ προτερεύει ἡ γῆ τῆς τῶν ἄστρων κατασκευῆς καὶ κινήσεως, πῶς τῶν μερικῶν κατὰ τὴν γῆν συμπτωμάτων τὴν αἰτίαν εἰς τὴν τῶν ἄστρων ἀναθήσονται κίνησιν; εἰ τοίνυν ὁμόχρονος τοῖς ἄστροις ἡ γῆ καὶ οὐδεμίαν ἐκεῖθεν οὔτε συμπτώσεως οὔτε διαμονῆς αἰτίαν ἐπάγεται, ἐν μερικαῖς δέ τισι τόπων περιγραφαῖς τὰ τοιαῦτα ὑφίσταται πάθη, ἄρα οὐχ εἱμαρμένης ἀνάγκῃ ἀλλὰ κατά τινα ἑτέραν ἰδιάζουσαν αἰτίαν ἐν τοῖς τοιούτοις συμπτώμασι γενέσθαι τὰ τοιαῦτα συμβαίνει. ὅταν οὖν πάθῃ τι τοιοῦτον ἡ γῆ καί τινας τοιαύτας συμφορὰς κατεργάσηται τῶν οἰκητόρων συγκατασεισθέντων τῷ καταπτώματι, τί ἐροῦσιν οἱ προσκυνοῦντες τὴν εἱμαρμένην καὶ τὴν τῶν ἄστρων κίνησιν ἐπιστατεῖν τῶν ὄντων διοριζόμενοι; πῶς ἐκεῖ τὸ νήπιον, τὸ βρέφος, τὸ μειράκιον, ὁ ἀνήρ, ὁ πατήρ, ὁ πρεσβύτης, ὁ εὐγενής, ὁ εὐπατρίδης, ὁ μισθωτός, ὁ δεσμώτης οὔτε τῷ χρόνῳ τῆς γενέσεως οὔτε διαφορᾷ τινι τῆς ἀξίας εἰς τὴν τῶν κακῶν ὁμοτιμίαν κωλύονται; ἔτι πρὸς τούτοις· τίς οὐκ οἶδεν ὅτι παντὸς ἄγους ἔσχατόν ἐστιν ἡ θυγατρομιξία καὶ ἀδελφογαμία καὶ ἡ εἰς μητέρας παρανομία;

τοῦτο τοίνυν εἰ κατά τινα μοίρας ἀνάγκην ἐγίνετο, πάντως ἂν καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς ἐτολμήθη τόποις· ἐπεὶ δὲ μόνῳ τῷ ἔθνει Περσῶν καὶ τοῖς τὰ ἐκείνων νόμιμα δεδιδαγμένοις τὸ τοιοῦτον ἄγος τολμᾶται, δῆλον ἐκ τοῦ ἀκολούθου ὅτι μοῖρα καὶ εἱμαρμένη ἡ ἑκάστου προαίρεσις γίνεται τὸ δοκοῦν κατ᾽ ἐξουσίαν προαιρουμένη.

Ἔτι πρὸς τούτοις· ὡς ἂν μηδὲ τὸ τοιοῦτον ἔχοιεν λέγειν, ὅτι κατὰ τὰς ποιὰς περικλείσεις τῶν τόπων ἰδιάζουσαί τινες ἄστρων κινήσεις καταλαμβάνονται, καὶ διὰ τοῦτο οἱ μὲν μητρογαμοῦσιν, οἱ δὲ ξενοκτονοῦσι καὶ ἀνθρωποβοροῦσι τῆσδε τῶν ἄστρων τῆς θέσεως ἐκείνοις ἰδιαζόντως ἐπιπιπτούσης· εἰ καὶ παντάπασι τῶν ἀπαιδεύτων καὶ τῆς τῶν ὄντων θεωρίας ἀνεπισκέπτων ὁ τοιοῦτος λόγος ἐστί, τῶν οἰομένων ὅτι κατὰ τὰς ποιὰς τῆς γῆς περιγραφὰς καὶ ἡ ἄνωθεν αὐτοῖς λῆξις ἐπιτυποῦται (οὕτω γὰρ ἂν εὑρεθείη τὰ γήϊνα τῶν οὐρανίων ἀρχηγικώτερα, εἰ κατὰ ταῦτα νομίζοιτο κἀκεῖνα ἔχειν), ὅμως καὶ τοῦτο προσθήσομεν πρὸς ἔλεγχον τῆς ἠπατημένης αὐτῶν ὑπολήψεως· πάντα σχεδὸν τὰ μέρη τῆς γῆς τὸ τῶν Ἰουδαίων ἐπενεμήθη γένος, ἀνατολικοί, νότιοι, μεσογεῶται, δυτικοί, προσάρκτιοι, πάντα σχεδὸν τὰ ἔθνη μέμικται πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. πῶς τοίνυν οὐδεμία τῶν ἄστρων ἀνάγκη ἐπ᾽ οὐδενὸς αὐτῶν ἴσχυσέ τινι τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλώβητον, ἀλλ᾽ ἐν ταῖς μυριοτρόποις τῶν ἄστρων ἐπιπλοκαῖς, ᾧπερ ἂν συνενεχθῇ τὸ τικτόμενον, ἐν τῷ ὁμοίῳ πάντως ἐστί, κατὰ τὴν τεταγμένην τῶν ἡμερῶν περίοδον ὑπομενούσης τὴν λώβην τῆς φύσεως;