Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐστάθιον περὶ τῆς ἁγίας τριάδος

Γρηγόριος ὁ Νύσσης

Η ερμηνεία της θεότητας και το σύμβολο του χρίσματος

Προσδιορισμός του ονόματος της θεότητας ως δηλωτικού ενέργειας και απόδειξη της μετοχής του Αγίου Πνεύματος στη θεία αξία μέσω του συμβόλου του χρίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἀλλ᾽ οὐκ οἶδα πῶς ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς θείας γραφῆς ὅτι χειροτονητὴ φύσις οὐ γίνεται· Μωυσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει, ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδίδωσι λόγον· ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν, τὸ δὲ κοινὸν τῆς φύσεως ἐναργῶς ἀποδέδεικται διὰ τῆς τῶν ἐνεργειῶν ταυτότητος συνιστάμενον.

εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγὴν ἐκ τῆς τῶν ἐνεργειῶν ταυτότητος οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν τριάδα διοριζόμεθα. εἰ δέ τις ἀξίας ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην ὁρίζοιτο, οὐκ οἶδα μὲν τίνι λόγῳ πρὸς τὴν τοιαύτην σημασίαν ἕλκει τὸ ὄνομα· πλὴν ἐπειδὴ πολλῶν ἐστι τὸ τοιοῦτον λεγόντων ἀκούειν, ὡς ἂν μηδαμόθεν χώραν κατὰ τῆς ἀληθείας ἡ τῶν ἀντικειμένων εὑρίσκοι σπουδή, καὶ πρὸς τὴν τοιαύτην ὑπόληψιν συμπεριενεχθέντες τοῖς οὕτω δοξάζουσι φαμὲν ὅτι, κἂν ἀξίαν σημαίνῃ τὸ ὄνομα, καὶ κατὰ τοῦτο κυρίως τῷ ἁγίῳ πνεύματι ἡ προσηγορία ἐφαρμοσθήσεται. πᾶσαν μὲν γὰρ ἀξίαν ἐνδείκνυται τῆς βασιλείας τὸ ὄνομα, Ὁ δὲ θεὸς ἡμῶν, φησί, βασιλεὺς προαιώνιος. ἀλλὰ καὶ τοῦ βασιλέως ὁ υἱὸς ὁ πάντα 〈τὰ〉 τοῦ πατρὸς ἔχων καὶ αὐτὸς βασιλεὺς παρὰ τῆς ἁγίας γραφῆς ἀνακηρύττεται, τὸ δὲ πνεῦμα τὸ ἅγιον χρῖσμα τοῦ μονογενοῦς εἶναί φησιν ἡ θεία γραφὴ ἐκ μεταφορᾶς τῶν τῇδε νενομισμένων τὴν ἀξίαν τοῦ πνεύματος ἑρμηνεύουσα.

ὡς γὰρ ἐν τοῖς ἀρχαίοις τοῖς εἰς βασιλείαν παραγομένοις σύμβολον ἦν τῆς ἀξίας ταύτης τὸ ἐπαγόμενον αὐτοῖς χρῖσμα, οὗ γενομένου τὸ ἀπ᾽ ἐκείνου μετάστασις ἦν ἀπὸ τῆς ἰδιωτικῆς ταπεινότητος ἐπὶ τὴν τῆς δυναστείας ὑπεροχήν, καὶ ἕτερον μετελάμβανεν ὄνομα μετὰ τὴν χρῖσιν ὁ τῆς χάριτος ταύτης ἠξιωμένος ἀντὶ τοῦ κοινοῦ ἀνθρώπου χριστὸς κυρίου ὀνομαζόμενος· διὰ τοῦτο, ὡς ἂν μάλιστα ἡ τοῦ ἁγίου πνεύματος ἀξία τοῖς ἀνθρώποις παραδειχθείη, σύμβολον βασιλείας καὶ χρῖσμα παρὰ τῆς γραφῆς ὠνομάσθη, διδασκομένων ἡμῶν ὅτι τῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ δόξης καὶ βασιλείας κοινωνεῖ τὸ πνεῦμα τὸ ἅγιον. ὡς γὰρ ἐν ἀνθρώποις οὐκ ἦν παρελθεῖν εἰς βασιλείαν μὴ προκαθηγησαμένου χρίσματος, οὕτω τὴν ἴσην ἐνδείκνυται δύναμιν ἐκ μεταφορᾶς τῶν παρ᾽ ἡμῖν ὀνομάτων ὁ λόγος, ὅτι οὐδὲ ἡ τοῦ υἱοῦ βασιλεία δίχα τῆς τοῦ ἁγίου πνεύματος ἀξίας καταλαμβάνεται· διὸ κυρίως χριστὸς λέγεται, τῆς ἀχωρίστου καὶ ἀδιαστάτου πρὸς τὸ ἅγιον πνεῦμα συναφείας τοῦ ὀνόματος τούτου παρεχομένου τὴν ἔνδειξιν. εἰ οὖν χριστὸς μὲν ὁ μονογενὴς θεός, χρῖσμα δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ τοῦ χριστοῦ προσηγορία τὴν βασιλικὴν ἐξουσίαν ἐνδείκνυται, σύμβολον δὲ τῆς βασιλείας ἡ χρῖσις ἐστίν, ἄρα κοινωνεῖ καὶ τῆς ἀξίας τὸ πνεῦμα τὸ ἅγιον.

εἰ οὖν φασί τινες τὸ τῆς θεότητος ὄνομα τοῦ ἀξιώματος εἶναι δηλωτικόν, ἀπεφάνθη δὲ κοινωνεῖν ἐν τούτῳ τὸ πνεῦμα τὸ ἅγιον, ἄρα τὸ κοινωνοῦν τῆς ἀξίας κοινωνήσει πάντως καὶ τοῦ παραστατικοῦ ταύτης ὀνόματος.