Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς ἀώρως τετελευτηκότας νήπια

Γρηγόριος ὁ Νύσσης

Το ζήτημα της μακροβιότητας των ασεβών

Απάντηση στο ερώτημα της μακροβιότητας όσων παραμένουν στην κακία. Εξετάζεται ο ρόλος της ελεύθερης προαίρεσης, η δυνατότητα της τελικής αποκατάστασης και η παιδαγωγική παραχώρηση της κακίας, με χαρακτηριστικό παράδειγμα τον Φαραώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 6

Εἰ δέ τινες κακῶς ἐπιδημοῦντες τῷ βίῳ, τυραννικοί τε καὶ πικροὶ τὴν προαίρεσιν, πάσαις ἀκολασίαις δεδουλωμένοι, θυμῷ παραπλῆγες, φειδόμενοι τῶν ἀνηκέστων κακῶν οὐδενός, λῃσταὶ καὶ ἀνδροφόνοι καὶ πατρίδων προδόται ἢ εἴ τι τούτων ἐστὶν ἐναγέστερον οἶον πατροφόνοι τε καὶ μητρολῷαι καὶ παιδοκτόνοι καὶ ταῖς παρανόμοις μίξεσιν ἐπιλυσσῶντες, εἰ τοιοῦτοί τινες ὄντες ἐν τῇ κακίᾳ ταύτῃ γηράσκουσιν, πῶς ἐρεῖ τις συμβαίνειν ταῦτα τοῖς προεξητασμένοις; εἰ γὰρ τὸ πρὸ ὥρας ἀνάρπαστον, ὡς ἂν μὴ εἰς τέλος κατὰ τὸ ὑπόδειγμα τοῦ συμποσίου τοῖς πάθεσι τῆς ζωῆς ταύτης ἐλλαιμαργήσειεν, προνοητικῶς ὑπεξάγεται τοῦ βιωτικοῦ συμποσίου, τίνος χάριν ὁ τοιοῦτος μέχρι γήρως ἐμπαροινεῖ τῷ συμποσίῳ, πονηρὰν ἑαυτῷ τε καὶ τοῖς συμπόταις τὴν τῶν κακῶν ἑωλοκρασίαν ἐπισκεδάζων; πρὸς οὓς ἐροῦμεν μηδὲν ἔλαττον καὶ ἐπὶ τούτων τὴν προνοητικὴν τοῦ θεοῦ οἰκονομίαν διαφαίνεσθαι· τὸ μὲν γὰρ δύνασθαι καὶ τὸν πρὸς τοῦτο τὸ μέτρον τῆς πονηρίας ἐλάσαντα χρόνων τισὶ μακρῶν περιόδοις διὰ τῆς αἰωνίας καθάρσεως πάλιν ἀποδοῦναι τῷ τῶν σῳζομένων πληρώματι παντὶ πρόδηλον πάντως τῷ πρὸς τὴν θείαν δύναμιν βλέποντι. τίς γὰρ οὕτως τῆς θείας φύσεως ἀνεπίσκεπτος, ὡς τὰ ἄλλα τοῦ θεοῦ βλέπων, ὅσα τῷ ὑπερέχοντι τῆς δυνάμεως ἐν μόνῃ τῇ τοῦ θελήματος ὁρμῇ κατειργάσατο, περὶ τοῦτο μόνον ἀτονεῖν αὐτὸν οἴεσθαι;

εἰ γάρ τις ἀνθρωπικῶς ἐξετάζειν ἐθέλοι, δυσκολώτερον εὑρεθήσεται τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὸν ἐν τούτοις κόσμον μὴ ὄντα παραγαγεῖν εἰς τὸ εἶναι ἢ διὰ κακίας πλανηθεῖσαν ψυχὴν πάλιν ἐπαναγαγεῖν [αὐτὴν] πρὸς τὴν κατὰ φύσιν ζωήν, ὥστε τὸ φιλάνθρωπον θέλημα οὐδὲ ἐπὶ τούτων ἀργὸν ἂν εἴη. τὸ δὲ διαρκὲς τῆς ἐν κακίᾳ τούτῳ ζωῆς οὐ θεόθεν τὰς ἀφορμὰς ἔχει· τοῦ μὲν γὰρ ζῆν τὴν δύναμιν παρὰ τοῦ τὴν ζωὴν πεποιηκότος ἐδέξατο, τοῦ δὲ κακῶς ζῆν ἡ οἰκεία καθηγεῖται προαίρεσις, ἧς μὴ πρὸς τοῦτο τὴν ῥοπὴν ἐχούσης οὐδ᾽ ἂν ἦν ὅλως ἐν κακίᾳ ὁ ἄνθρωπος. κακὸν γὰρ κατ᾽ οἰκείαν ὑπόστασιν οὐδέν, μὴ ἐν τῇ προαιρέσει τοῦ κακῶς βιοῦντος δημιουργούμενον. εἰ οὖν τῆς συνισταμένης ἔν τινι κακίας ὁ θεὸς ἀναίτιος, οὐκέτι ἂν εὐλόγως εἰς ἐκεῖνον ἀναφέροιτο τῆς ἐν κακίᾳ τούτων ζωῆς ἡ αἰτία.

Ἀλλὰ διὰ τί, πάντως ἐρεῖς, τὸν μὲν προνοητικῶς ὑπεξάγει τοῦ βίου πρὶν τελειωθῆναι διὰ τοῦ κακοῦ τὴν προαίρεσιν, τὸν δὲ καταλείπει γενέσθαι τοιοῦτον, ὡς ἄμεινον αὐτῷ εἶναι τὸ μὴ γενέσθαι ὅλως; πρὸς δὲ τοῦτο τοιοῦτόν τινα τοῖς εὐγνωμονεστέροις ἀποδώσομεν λόγον, ὅτι πολλάκις ἡ ζωὴ τῶν εὖ βεβιωκότων καὶ τοῖς ἐξ αὐτῶν αἰτία τοῦ βελτίονος γίνεται. καὶ μυρίαι τούτων ἐκ τῆς θεοπνεύστου γραφῆς αἱ μαρτυρίαι, δι᾽ ὧν σαφῶς διδασκόμεθα τῆς παρὰ τοῦ θεοῦ γενομένης τοῖς ἀξίοις κηδεμονίας καὶ τοὺς ἐξ αὐτῶν συμμετέχειν. ἀγαθὸν δ᾽ ἂν εἴη κεφάλαιον καὶ τὸ ἐμποδών τινι πρὸς κακίαν γενέσθαι τῷ μέλλοντι πάντως κατ᾽ ἐκείνην βιώσεσθαι. ἐπεὶ δὲ τῶν ἀδήλων ὁ λόγος ἐνταῦθα καταστοχάζεται, πάντως οὐδεὶς αἰτιάσεται πολλαχῇ τοῦ στοχασμοῦ τὴν διάνοιαν ἄγοντος. οὐ μόνον γὰρ τοῖς καθηγουμένοις τοῦ γένους εἴποι τις ἂν τὸν θεὸν χαριζόμενον ὑπεξάγειν τῆς κακῆς ζωῆς τὸν κατ᾽ αὐτὴν βιωσόμενον, ἀλλ᾽ εἰ καὶ μηδὲν εἴη τοιοῦτον ἐπὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων, οὐδὲν ἀπεικὸς οἴεσθαι τὸ χαλεπώτερον ἂν ἐκείνους ἀντιλαμβάνεσθαι τοῦ κατὰ κακίαν βίου ἢ τούτων ἕκαστον τῶν ἐπὶ πονηρίᾳ γνωρισθέντων παρὰ τὸν βίον.

τὸ γὰρ μηδὲν ἀθεεὶ γίνεσθαι διὰ πολλῶν ἐπεγνώκαμεν, τὸ δ᾽ αὖ πάλιν μὴ τυχαῖά τε καὶ ἄλογα εἶναι τὰ θεόθεν οἰκονομούμενα πᾶς ἂν ὁμολογήσειεν, εἰδὼς ὅτι ὁ θεὸς λόγος ἐστὶ καὶ σοφία καὶ πᾶσα ἀρετὴ καὶ ἀλήθεια, οὐδὲν δὲ τοῦ λόγου ἄλογον οὐδὲ τοῦ σοφοῦ τι ἄσοφον, οὐδ᾽ ἂν ἡ ἀρετή τε καὶ ἡ ἀλήθεια τὸ μὴ ἐνάρετόν τε καὶ ἔξω τοῦ ἀληθοῦς καταδέξαιτο.

Εἴτε οὖν κατὰ τὰς εἰρημένας αἰτίας ἄωροί τινες ἀναρπάζονται εἴτε τι καὶ ἕτερον παρὰ τὰ εἰρημένα ἐστί, τὸ πάντως ἐπὶ σκοπῷ τῷ βελτίονι ταῦτα γίνεσθαι συνομολογεῖσθαι προσήκει. οἶδα δέ τινα καὶ λόγον ἕτερον παρὰ τῆς τοῦ ἀποστόλου σοφίας μαθών, δι᾽ ὅν τινες τῶν κατὰ κακίαν ὑπερβαλλόντων κατὰ τὴν ἑαυτῶν προαίρεσιν ζῆσαι ἀφείθησαν· γυμνάσας γὰρ ἐπὶ πλέον τὴν τοιαύτην διάνοιαν ἐν τῷ πρὸς Ῥωμαίους λόγῳ καὶ ἀνθυπενεγκὼν ἑαυτῷ τὸ ἐκ τοῦ ἀκολούθου ἀντιτιθέμενον, τὸ μὴ ἂν εὐλόγως ἐν αἰτίᾳ τὸν κακὸν ἔτι γενέσθαι, εἴπερ θεόθεν ἔχει τὸ κακὸς εἶναι, μὴ ἂν γενόμενος πάντως, εἴπερ ἀβούλητον ἦν τῷ ἐπικρατοῦντι τῶν ὄντων, οὕτως ἀπαντᾷ τῷ λόγῳ διὰ βαθυτέρας τινὸς θεωρίας τὴν ἀνθυποφορὰν ὑπεκλύων· φησὶ γὰρ τὸν θεὸν ἑκάστῳ τὸ κατ᾽ ἀξίαν νέμοντα ἔστιν ὅπου καὶ τῇ κακίᾳ διδόναι χώραν ἐπὶ σκοπῷ τῷ βελτίονι· τούτου γὰρ ἕνεκεν ἐᾶσαι γενέσθαι καὶ τοιοῦτον γενέσθαι τὸν Αἰγύπτιον τύραννον, ὡς ἂν τῇ ἐκείνου πληγῇ ὁ Ἰσραὴλ παιδευθείη, ὁ πολὺς ἐκεῖνος λαὸς καὶ πᾶσαν τὴν ἐξ ἀριθμοῦ περίληψιν διαβαίνων.

ἴσως γὰρ τῆς θείας δυνάμεως διὰ πάντων γνωριζομένης καὶ πρὸς τὸ εὐεργετεῖν τοὺς ἀξίους ἱκανῶς ἐχούσης καὶ πρὸς τὴν κόλασιν τῆς κακίας οὐκ ἀτονούσης, ἐπεὶ δὲ πάντως ἐχρῆν ἀποικισθῆναι τῆς Αἰγύπτου τὸν λαὸν ἐκεῖνον, ὡς ἂν μή τις αὐτοῖς γένοιτο τῶν Αἰγυπτίων κακῶν κατὰ τὴν τοῦ βίου πλάνην κοινωνία, τούτου χάριν ὁ θεομάχος ἐκεῖνος, ὁ ἐπὶ παντὶ κακῷ ὀνομαστὸς Φαραὼ τῇ ζωῇ τῶν εὐεργετουμένων συνανέσχεν τε καὶ συνήκμασεν, ὡς ἂν τῆς διπλῆς τοῦ θεοῦ ἐνεργείας ἐφ᾽ ἑκατέρων μεριζομένης ἀξίως τῶν δύο λάβῃ τὴν γνῶσιν ὁ Ἰσραήλ, τὸ μὲν κρεῖττον ἐφ᾽ ἑαυτοῦ διδασκόμενος, τὸ δὲ σκυθρωπότερον ἐπὶ τῶν διὰ κακίαν μαστιγουμένων ὁρῶν, ὡς τῷ ὑπερβάλλοντι τῆς σοφίας εἰδότος τοῦ θεοῦ καὶ τὸ κακὸν ἐπὶ τῇ τοῦ ἀγαθοῦ συνεργίᾳ μεταχειρίζεσθαι. χρεία γὰρ τῷ τεχνίτῃ (εἰ χρὴ τὸν ἀποστολικὸν λόγον καὶ διὰ τῶν ἡμετέρων λόγων βεβαιωθῆναι), χρεία τοίνυν τῷ διὰ τῆς τέχνης πρός τι τῶν βιωφελῶν ἐργαλείων τυποῦντι τὸν σίδηρον οὐ μόνον τοῦ εὐκόλως τῇ τέχνῃ εἴκοντος ἔκ τινος φυσικῆς ἁπαλότητος, ἀλλὰ κἂν λίαν ἀντίτυπος ὁ σίδηρος ᾖ, κἂν μὴ ῥᾳδίως διὰ πυρὸς ἐκμαλάσσηται καὶ πρὸς τὸ σκεῦος τῶν ἀναγκαίων τοῦ βίου τυπωθῆναι τῷ ἀνυπείκτῳ τε καὶ στερρῷ μὴ οἶός τε ᾖ, καὶ τούτου ἡ τέχνη ἐπιζητεῖ τὴν συνεργίαν· ἄκμονι γὰρ χρήσεται τῷ τοιούτῳ, ὡς ταῖς ἐπὶ τούτου πληγαῖς τὸν εὐεργῆ τε καὶ ἁπαλὸν πρός τι τῶν χρησίμων ἀποτυποῦσθαι.

Ἀλλ᾽ ἐρεῖ τις, ὅτι οὐ πάντες παρὰ τὸν βίον τοῦτον τῆς ἑαυτῶν μοχθηρίας ἀπέλαυσαν· οὐδὲ γὰρ οἱ κατ᾽ ἀρετὴν βιοτεύοντες ἐν τῇ ζωῇ ταύτῃ τῶν τῆς ἀρετῆς ἱδρώτων ἀπώναντο· τί οὖν, φησί, τούτων εἶναι τὸ χρήσιμον ἐπὶ τῶν ἐν κακίᾳ ἀτιμωρήτως βεβιωκότων; παραθήσομαί σοι καὶ πρὸς τοῦτο λόγον τῶν ἀνθρωπίνων λογισμῶν ὑψηλότερον· φησὶ γάρ που τῆς ἑαυτοῦ προφητείας ὁ μέγας Δαβὶδ μέρος τι τοῖς ἐναρέτοις εὐφροσύνης καὶ τὸ τοιοῦτον εἶναι, ὅταν ἀντιπαραθεωρῶσι τοῖς οἰκείοις ἀγαθοῖς τὴν τῶν κατακρίτων ἀπώλειαν· Εὐφρανθήσεται, γάρ φησι, δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ· οὐχ ὡς ἐπιχαίρων ταῖς τῶν ἀνιωμένων ὀδύναις, ἀλλ᾽ ὡς τότε μάλιστα γνωρίζων τὸ ἐξ ἀρετῆς τοῖς ἀξίοις παραγινόμενον. σημαίνει γὰρ διὰ τῶν εἰρημένων, ὅτι προσθήκη τῆς εὐφροσύνης καὶ ἐπίτασις τοῖς ἐναρέτοις γίνεται ἡ τῶν ἐναντίων ἀντιπαράθεσις· τὸ γὰρ εἰπεῖν, ὅτι Τὰς χεῖρας ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται, τοιαύτην παρίστησι τὴν διάνοιαν, ὅτι τὸ καθαιρόμενον αὐτοῦ τῆς κατὰ τὴν ζωὴν ἐνεργείας ἐν τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν διαδείκνυται· ἡ γὰρ τοῦ νίψασθαι λέξις καθαρότητος ἔμφασιν διερμηνεύει, ἐν αἵματι δὲ οὐχὶ νίπτεταί τις ἀλλὰ μολύνεται, ὥστε διὰ τούτου δῆλον γενέσθαι, ὅτι ἡ τῶν σκυθρωποτέρων ἀντιπαράθεσις τὴν τῆς ἀρετῆς μακαριότητα δείκνυσιν.