Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Προφητείες περί της ενανθρωπήσεως και της επί γης παρουσίας του Λόγου

Ανάλυση προφητικών μαρτυριών για την έλευση του Μεσσία, την εκ Παρθένου γέννηση, τα θαύματα της ενσάρκου οικονομίας και την απόδειξη της θεανθρώπινης φύσεώς Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 7

Βίβλου Γενέσεως. Φησὶν Ἰακὼβ πρὸς τὰς δύο γυναῖκας αὐτοῦ· Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾽ ὕπνους, Ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ, καὶ τὰ ἑξῆς. Εἶτα, Ἐγώ εἰμι ὁ Θεὸς, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ. Εἰ οὖν ἄγγελος ἁπλῶς ἦν εἷς τῶν λειτουργικῶν δυνάμεων, πῶς ἑαυτὸν ἐκάλει Θεόν; ἢ πάντως ὁ Υἱὸς ἦν, ὅς ἐστιν ἄγγελος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς λόγος νοῦ· ἐξαγγελτικὸς γὰρ ὁ λόγος τοῦ νοῦ, ἔτι δὲ, καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν ἀναγγείλας ἡμῖν τὸ τῆς πατρότητος ὄνομα. Ἐφανέρωσα γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀνθρώποις, καὶ ὡς τῆς μεγάλης βουλῆς ἄγγελος.

Οὕτω γὰρ αὐτὸν προσηγόρευσεν Ἠσαΐας· προσέτι, καὶ θαυμαστὸν σύμβουλον, καὶ Θεὸν ἰσχυρὸν ἐξουσιαστὴν κατονομάσας αὐτόν. Τίς γὰρ Θεοῦ σύμβουλος, εἰ μὴ ὁ ὁμοούσιος, καὶ αὐτοδύναμος, καὶ ἰσότιμος Υἱός; βουλὴ δὲ τοῦ Πατρὸς, ἡ διὰ τῶν ἀνθρώπων.

Ἡ βουλὴ δὲ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αὐτοθελὲς αἰνίττεται. Ὅτι δὲ ὁ Υἱὸς οὗτος καὶ Θεὸς ἐνηνθρώπησε, φησὶν ὁ αὐτός· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν. Δι᾽ ἡμᾶς γὰρ ἐγεννήθη παιδίον ὁ Υἱὸς, καὶ συνανεστράφη ἡμῖν.

Περὶ γὰρ τοῦ κυρίως Υἱοῦ ταῦτα προεφήτευσε, καὶ οὐ περὶ ἀπλῶς υἱοῦ, καὶ ὡς παράδοξον ἔργον. Τί δὲ παράδοξον ἁπλῶς υἱὸν γεννηθῆναι παιδίον; διὸ καὶ τὰ ἑξῆς ἀριδηλότατα προσέθηκεν εἰς ἔμφασιν τῆς αὐτοῦ θεότητος, καὶ διαστολὴν τῆς ἁπλῶς υἱότητος.

Ἱερεμίου. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Εἶτα ἐπήγαγε, Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Διδοὺς δὲ καὶ σημεῖον τῆς ἐνσάρκου παρουσίας αὐτοῦ προσέθηκε, Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου· ἅπερ ἅπαντα γεγονότα μαρτύριον ἀψευδὲς τῆς ἐνανθρωπήσεως αὐτοῦ. Ὁ αὐτὸς δὲ καὶ αὖθις εἴρηκεν· Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. Πρέσβις γὰρ ὁ μεσίτης, οἷος ἦν ὁ Μωϋσῆς, καὶ εἴ τις κατ᾽ ἐκεῖνον· καί τοι καὶ διὰ μεσίτου, καὶ δι᾽ ἀγγέλου πολλοὶ πολλάκις ἐσώθησαν, ὡς οἱ διὰ Μωσέως δημαγωγούμενοι, καὶ διὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ τῶν τοιούτων.

Καὶ αὖθις, οἱ περὶ τὸν Ἐζεκίαν, ἐφ᾽ οὗ τὰς ρπεʹ χιλιάδας τῶν Ἀσσυρίων ὁ ἄγγελος ἀνεῖλε μιᾷ νυκτί. Πρόδηλον οὖν, ὅτι φανερὰν ἐπιδημίαν Θεοῦ τὰ ῥήματα μηνύουσι.

Ἡσαΐου. Δώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν. Πᾶσα μὲν ἐν γαστρὶ ἔχουσα, οὐκ ἔστι παρθένος. Αὕτη δὲ ἐν γαστρὶ ἔχουσα, παρθένος ἦν. Διὸ καὶ ὡς παράδοξον εἰς σημεῖον δέδοται.

Τοῦ αὐτοῦ. Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ποίῳ δὲ παιδὶ ταῦτα προσαρμόσεις; Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τουτέστιν οὔτε λόγῳ, οὔτε ἔργῳ ἡμάρτηκε. Τῶν ἄλλων δὲ πάντων οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου.

Μιχαίου. Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἵνα δὲ διδάξῃ, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς οὗτος, ἀλλ᾽ ἡνωμένος Θεῷ, προσέθηκεν, Αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἀφ᾽ ἡμερῶν αἰῶνος· αἱ κατὰ τὴν θεότητα, φησὶν, ἐνέργειαι αὐτοῦ, ἢ ἡ γέννησις αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐκ διαστημάτων αἰῶνος, ἤγουν αἰώνιοι. Ὁ δὲ Ζοροβάβελ ἐν Βαβυλῶνι γεγέννηται.

Ὁρᾷς ἀκριβολογίαν μέχρι καὶ τοῦ τόπου, οὗ ὁ Χριστὸς γεγέννηται;

Δανιήλ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν. Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὑτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν.

Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται. Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Τίς οὖν ἐστιν, ὁ ὡς υἱὸς ἀνθρώπου λαβὼν τὴν ἐξουσίαν ἀναφαίρετον κατὰ πάντων; Ἄνθρωπος μὲν πάντως οὐδεὶς, ὁ θεάνθρωπος δὲ Χριστὸς, περὶ ὁ καὶ οὗ δαβὶδ εἴρηκε πρὸς τὸν Θεὸν καὶ Πατέρα· Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ὁ Χριστὸς γὰρ καὶ ὡς Θεὸς βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως. Καὶ ὡς ἄνθρωπος βασιλεὺς γέγονε, καὶ υἱὸς βασιλέως τοῦ Δαβὶδ, διὸ καὶ ὕστερον ἔλεγεν, Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πρὸς ὃν ὁ Πατὴρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν, ὡς ἄνθρωπον ἔλεγε, Κάθου ἐκ δεξιῶν μου. Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἢ τίνες εἰσὶν δύο κύριοι τοῦ Δαβὶδ, περὶ ὧν ὁ λόγος, εἰ μὴ τούτους ἐρεῖς; Εἰπὼν δὲ ὁ Δαβὶδ, Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὰ ἑξῆς, προσεπήγαγεν ὅτι Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, τὸ τῆς θεότητος, ἢ τῆς υἱότητος δηλονότι.

Ἀεὶ γὰρ ἦν ἀμφότερα. Τίς οὖν ὁ τοιοῦτος βασιλεὺς, εἰ μὴ οὗτος; τίνι δὲ καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν, καὶ ἐνευλογήθησαν, καὶ ἐμακάρισαν, εἰ μὴ μόνον τὸν Χριστόν; εἰ δ᾽ ἔτι περιμένεις αὐτὸν, ὅτε ὁ Ἠλίας προδραμεῖται τούτου, τὴν δευτέραν κάθοδον τοῦ Σωτῆρος λέγεις, ὅτε καὶ ἡ τοῦ κόσμου συντέλεια. Δύο γὰρ οὐσῶν καθόδων, τῆς μὲν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, τῆς δὲ κατὰ τὴν μέλλουσαν παγκόσμιον κρίσιν, ἡ μὲν ἤδη γέγονεν, ἧς πρόδρομος Ἰωάννης, ὁ δεύτερος Ἠλίας· ἡ δὲ γενήσεται πρόδρομον ἔχουσα Ἠλίαν τὸν δεύτερον Ἰωάννην. Ἀμφότεροι γὰρ τοῦ αὐτοῦ Πνεύματος, καὶ τῆς αὐτῆς χάριτος, καὶ δυνάμεως, ὅσον εἰς τὸ προτρέχειν Χριστοῦ.

Τὸν ἠλειμμένον καὶ μεσσίαν, ὃν ἀπεκδέχεσθε, ψιλός ἐστιν ἄνθρωπος, ἢ θεάνθρωπος; Εἰ μὲν γὰρ ψιλὸς ἄνθρωπος, οὐκ ἔστιν ὂν οἱ προφῆται κατήγγειλαν. Οὗτοι γὰρ σημεῖα θεότητος αὐτῷ προστιθέασι, διαστέλλοντες ἀπὸ τῶν ψιλῶν ἀνθρώπων. Καὶ πόθεν ἄλλοθεν μαθόντες προσδοκᾶτε τοῦτον; Εἰ δὲ θεάνθρωπός ἐστιν, ἰδοὺ καὶ ἄλλο πρόσωπον θεότητος ὁμολογοῦντες λανθάνετε. Οὐ γὰρ τὸν Πατέρα πάντως ἐρεῖτε. Παιδίον γὰρ, φησὶν, ἐγεννήθη ἡμῖν, Υἱὸς, ἀλλ᾽ οὐχ ὁ Πατήρ. Τοῦ ἀλείφειν δὲ καὶ τοῦ χρίειν ταυτὸ σημαινόντων, ὁ αὐτός ἐστιν ἠλειμμένος, καὶ Χριστός. Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Καὶ ὁ Ἡσαΐας δέ φησι πρὸς ὑμᾶς, Οἱ τυφλοὶ, ἐμβλέψατε, καὶ οἱ κωφοὶ, ἀκούσατε. Ἢ γοῦν προδήλως ἐθελοτυφλώττετε, ἢ παντελῶς ἀναισθητεῖτε Πότε οὖν ὀνομάτων ὁμωνυμίας, ἢ ῥημάτων σημασίας, ἢ λέξεων ἰδιότητας διαστελεῖτε, δι᾽ ὧν καταλαμβάνεται ἡ ἀλήθεια;