Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Η συνοδική καταδίκη των κακοδοξιών και η ολοκλήρωση του διαλόγου «Θεοφάνης»

Η τελική αναίρεση των πλανών του Βαρλαάμ και του Ακινδύνου, η διαβεβαίωση της ταυτόχρονης ενώσεως και διακρίσεως στον Θεό, και η καταληκτήρια ορθόδοξη ομολογία και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 10

Μία γὰρ ἡ θεία φύσις. Ἡ δὲ τοιαύτη ζωὴ ἓν τῶν κατὰ φύσιν τῷ θεῷ προσόντων. Καὶ ὡς κατὰ φύσιν οὖσα, ἄκτιστός ἐστι καὶ αὕτη. Τῶν δὲ κατὰ φύσιν προσόντων τῷ θεῷ ταύτην ἓν εἰπὼν καὶ πολλὰ προσεῖναι κατὰ φύσιν τῷ θεῷ καὶ ὁμοίως ἄκτιστα ἐδήλωσε. Διὸ καὶ περὶ τοῦ υἱοῦ φησι, «πάντα τὰ τοῦ πατρὸς κατὰ φύσιν ἐπάγεται».

Ποῦ οἱ ἀσυνέτως λέγοντες, ἕν ἐστι τὸ ἄκτιστον, οὐ τὸν θεὸν ἢ τὸ θεῖον λέγοντες ἁπλῶς, δηλονότι τήν τε θείαν φύσιν καὶ τὰς κατ’ ἐκείνην ὑποστάσεις, τά τε φυσικὰ καὶ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος ἅπαντα, ἀλλὰ τὴν οὐσίαν μόνην τῶν κτιστῶν ἐξαίροντες, ὥσπερ ἂν εἰ τῷ μὲν ἡλίῳ μετεῖναι διεβεβαιοῦντο τῆς λαμπρότητος, πλήρεις δ’ εἶναι σκότους τὰς περὶ αὐτὸν ἀκτῖνας, ἢ πολλοὺς ἡλίους, ἐπεὶ φῶς εἰσι καὶ αὗται;

ΘΕΟΤ. Δικαίως, ὦ Θεόφανες, ἐν μηδενὶ λόγῳ τιθέμενος τὸ ἀπαρέσκειν τοῖς πολλοῖς τοιαῦτα λέγων ὑπὲρ ἀληθείας οὐκ ἀνῆκας. Πρέπειν γάρ σοι τὸν ἔπαινον οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ, νῦν τε καὶ εἰς τὸν ἔπειτα αἰῶνα, τῶν τοιούτων λόγων ἕνεκα.

ΘΕΟΦ. Τῷ θεῷ πρέπει αἴνεσις, ἀδελφὲ Θεότιμε, νῦν καὶ εἰς τοὺς αἰῶνας, τῷ διδόντι λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν.

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΟΤΙ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΣ ΕΙΣΙΝ ΟΙ ΔΙΧΟΤΟΜΟΥΝΤΕΣ ΚΑΚΩΣ ΟΝΤΩΣ ΚΑΙ ΑΘΕΩΣ ΕΙΣ ΔΥΟ ΑΝΙΣΟΥΣ ΘΕΟΤΗΤΑΣ ΤΗΝ ΜΙΑΝ Ταῖς πνευματοκινήτοις τῶν ἁγίων πατέρων ἑπόμενοι ψήφοις καὶ ταῖς ἐφ’ ἡμῶν συνοδικαῖς ἀποφάσεσιν, ἀποβαλλόμεθα καὶ ἀναθέματι καθυποβάλλομεν, καθάπερ πρότερον οὕτω καὶ νῦν, εἰ μὴ μεταμεληθεῖεν, τοὺς κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον δύο τοῦ θεοῦ λέγοντας θεότητας, κτιστὴν καὶ ἄκτιστον· καὶ τὴν μὲν θείαν φύσιν μόνην ἄκτιστον θεότητα, τὴν δὲ λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν καὶ ὁ κύριος ἐν Θαβὼρ περιήστραψε τοὺς μαθητάς, καὶ πᾶσαν δύναμιν καὶ ἐνέργειαν θείαν καὶ πάντα τὰ περὶ τὴν θείαν φύσιν θεωρούμενα καὶ θεολογούμενα θεότητα κτιστήν. Ἡμεῖς δὲ μίαν θεότητα προσκυνοῦμεν καὶ πρεσβεύομεν, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐκ ἐν οὐσίᾳ δὲ μόνῃ, ἀλλὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀκτίστῳ, καὶ πᾶσι τοῖς περὶ τὴν οὐσίαν θεωρουμένοις καὶ θεολογουμένοις. «Ἕνα γὰρ θεὸν ἐν τρισὶν ὑποστάσεσι», κατὰ τὸν μέγαν Ἀθανάσιον, «θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα.

Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ καὶ ἄθροισμα ἢ πλήρωμα τὰ κατὰ θεολογίαν ἔχωμεν, τὸ ἄκτιστον, τὸ ἄχρονον, τὸ ἄναρχον καὶ ὅσα ἀποφατικῶς ἐπὶ θεοῦ λέγεται, καὶ τὸ φῶς, ἡ ζωή, τὸ ἀγαθόν, τὸ παντοδύναμον καὶ ὅσα καταφατικῶς ἐπὶ θεοῦ λέγεται, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν· ἃ καὶ ἄθροισμα καὶ πλήρωμα λέγεται θεότητος κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα—‘πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι’ καὶ ‘δεδόξασμαι ἐν αὐτοῖς’—, ἐπειδὴ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότητα πληρώματος, ἀλλ’ ἰσίαν, τουτέστιν ἰσότητα, πάντων ἔχει τῶν ἰδιωμάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητος θεωρεῖται».

Οὕτω μίαν ἄκτιστον θεότητα προσκυνεῖν ἐδιδάχθημεν, οὐκ ἐν οὐσίᾳ μόνον, ἀλλ’ ἐν τῇ διὰ πάντων τελειότητι θεωρουμένην, τοῦ πληρώματος τῆς θεότητος, δηλαδὴ τῆς οὐσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἐνεργείας καὶ πάντων τῶν περὶ τὴν οὐσίαν ὄντων, ἐπίσης καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων θεωρουμένων, τῶν καταφατικῶς καὶ ἀποφατικῶς περὶ τὴν θείαν οὐσίαν θεολογουμένων, ἀκτίστων μὲν ὄντων ἁπάντων, ἅτε φυσικῶς προσόντων τῷ θεῷ, οὐδενὸς δὲ τούτων οὐσίας ὄντος. «Οὐ γὰρ οὐσία τὸ ἀγέννητον», φησὶν ὁ ἅγιος Κύριλλος, «ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». «Καὶ ὅσα δὲ λέγομεν ἐπὶ θεοῦ καταφατικῶς», ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνός φησιν, «οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ἄλλο τι εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν». Καὶ πάλιν· «τὸ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ θείᾳ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ». Ὥσπερ δὲ οὐκ ἔστι τὰ ὑποστατικὰ ὑπόστασις, ἀλλὰ χαρακτηριστικὰ ὑποστάσεως, οὕτω καὶ τὰ φυσικὰ οὐ φύσις, ἀλλὰ χαρακτηριστικὰ φύσεως. «Φυσικὰ δὲ φαμέν», κατὰ τὸν θεηγόρον Δαμασκηνόν, «τὰ θελήματα καὶ τὰς ἐνεργείας».

Λέγω δὴ αὐτὴν τὴν θελητικὴν δύναμίν τε καὶ ἐνέργειαν, καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα. Μιᾶς οὖν θεότητος ὑπὸ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ ἡμῶν τῶν αὐτῆς τροφίμων ὁμολογουμένης τε καὶ σεβομένης κατὰ πάντα ἀκτίστου καὶ ἀνελλιποῦς, ὁ ἐκ Καλαβρίας ὁρμώμενος Βαρλαὰμ καὶ ὁ ἐκ τῆς περιχώρου τοῦ Πριλλάπου Ἀκίνδυνος, τοῦ ἀπαρχῆς τῆς θεότητος πολεμίου φανέντες ἐφ’ ἡμῶν ὄργανα δεξιώτατα, δυσσεβέστατα διαρρήξαντες κατατέμνουσι, φεῦ, εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, μόνην ἄκτιστον λέγοντες τὴν θείαν φύσιν, πᾶσαν δὲ δύναμιν θείαν καὶ ἐνέργειαν, καὶ ἁπλῶς ἕκαστον τῶν περὶ τὴν θείαν φύσιν ὄντων καὶ φυσικῶς προσόντων τῷ θεῷ εἰς κτίσμα κατασπῶντες, ὡς μὴ φύσιν ὄν, ἀλλὰ ταύτης διαφέρον ὁπωσοῦν, ἥτις μόνη κατ’ αὐτοὺς ἄκτιστός ἐστι θεότης. Οὕτω δὲ διαρρήξαντες οἱ τάλανες τὴν θεότητα τὸ θεὸν εἶναι παντάπασιν ἀνεῖλον, οὐ δυσσεβεῖς ἁπλῶς, ἀλλ’ ἀσεβεῖς γεγονότες καὶ ἄθεοι· «τῆς γὰρ φυσικῆς ἐνεργείας ἀναιρουμένης οὔτε θεὸς ἔσται οὔτε ἄνθρωπος», φησὶ Μάξιμος ὁ τὰ θεῖα πολύς.

Ὡς μὲν οὖν μὴ προσεῖναι λέγοντες τῷ θεῷ φυσικὰ καὶ οὐσιώδη τῆς θείας ὁπωσδήποτε διενηνοχότα φύσεως, ἵνα μὴ πολλὰ κατ’ αὐτοὺς γένοιτο τὰ ἄκτιστα, καὶ αὐτὴν ἣν λέγουσιν οὐσίαν ἀναιροῦσι καὶ ἄθεοι γίνονται. Ὡς δὲ τὴν θείαν δύναμίν τε καὶ ἐνέργειαν καὶ πάντα τὰ φυσικῶς προσόντα τῷ θεῷ, διότι τούτων ἕκαστον φύσις οὐκ ἔστιν, ὡς ταύτης διαφέρον εἰς κτίσμα κατασπῶντες—πᾶν γὰρ τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστὸν ἡγοῦνται—, κτίσμα ποιοῦσι τὸν θεόν. Καὶ γὰρ ἀπὸ τῆς ἑκάστου ἐνεργείας, κατ’ αὐτὸν πάλιν τὸν σοφὸν τὰ θεῖα Μάξιμον, ἡ ἑκάστου φύσις χαρακτηρίζεται, «τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς». Ἐπεὶ δὲ ὁμολογοῦσι λέγεσθαι θεότητα καὶ τὴν τοῦ θεοῦ δύναμιν καὶ ἐνέργειαν, ἣν αὐτοὶ τίθενται κτιστήν, καὶ τὴν τοῦ θεοῦ οὐσίαν, ἣν μόνην λέγουσιν ἄκτιστόν τε καὶ ὑπερκειμένην τῆς κατ’ αὐτοὺς κτιστῆς θεότητος, ἄθεοι ὄντως καὶ κτισματολάτραι διθεΐται εἰσί, κτιστὴν καὶ ἄκτιστον λέγοντες τοῦ θεοῦ τὴν θεότητα, καὶ τὴν μὲν ὑπερκειμένην ὡς ἄκτιστον, τὴν δὲ ὑφειμένην ὡς κτιστήν. Οὕτω δὲ ἄθεοι διθεΐται γεγονότες οἱ ἄθλιοι, διθεΐτας αὐτοὶ καλοῦσι τοὺς καὶ τὴν οὐσίαν τοῦ θεοῦ καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ πάντα τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ θεολογούμενα τοῖς θεοφόροις πατράσιν ὁμοφρόνως ἄκτιστα πρεσβεύοντας.

Ἐπειδὴ γὰρ καὶ ἡ τοῦ θεοῦ φύσις θεότης ὀνομάζεται, κυριώτερον δὲ ἡ ἐνέργεια—ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, ὅτι «κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται· ἀλλ’ ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει»—, ἐπεὶ τοίνυν ἐπ’ ἀμφοτέρων παρὰ τοῖς θεολόγοις εὑρίσκεται τὸ τῆς θεότητος ὄνομα, καὶ τὴν τοῦ θεοῦ οὐσίαν ὑπερέχειν πάσης δυνάμεως καὶ ἐνεργείας οἱ αὐτοί φασιν, οὐχ ὡς κτιστῆς οὔσης τῆς ἐνεργείας καὶ τῆς δυνάμεως καὶ μόνης ἀκτίστου τῆς οὐσίας, ἄπαγε—τοῦτο γὰρ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου παραφροσύνης ἐστίν—, ἀλλ’ ὡς αἰτίας οὔσης τῆς οὐσίας τῶν περὶ αὐτήν, καὶ ὡς ἀμεθέκτου καὶ ἀπερινοήτου καὶ ἀνεκφράστου παντάπασιν οὔσης τῆς οὐσίας τοῦ θεοῦ—καὶ γὰρ ἐκ τῶν περὶ αὐτὸν ὁ θεὸς καὶ νοεῖται καὶ μετέχεται καὶ ὀνομάζεται—, καταβοῶσιν ὡς δύο ἀκτίστους θεότητας λεγόντων τῶν μετὰ τῆς οὐσίας τοῦ θεοῦ καὶ τὰ περὶ αὐτὸν οὐσιωδῶς θεωρούμενα λεγόντων ἄκτιστα, μὴ συνορῶντες ὡς οὐ διασπᾶται τὰ ἄκτιστα ἀλλήλων, εἰ καὶ διενήνοχεν ἀλλήλων· ἥ τε κατὰ τὸ αἴτιον, ἀμέθεκτόν τε καὶ ἀνέκφραστον ὑπέρθεσις τῇ ὁμοτιμίᾳ καὶ ὁμοφυΐᾳ τῆς οὐσίας καὶ ἐνεργείας οὐ λυμαίνεται, καὶ ἡ πρὸς τὴν φύσιν τῶν φυσικῶν διαφορὰ οὐκ ἄν ποτε εἴη κατὰ τὸ ἐναντίον, ὅ ἐστι τὸ παρὰ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου ἀφροσύνης εἰσαγόμενον κτιστὸν καὶ ἄκτιστον.

Ὅτι δὲ καὶ τῶν περὶ αὐτὸν θείων ἐνεργειῶν τε καὶ δυνάμεων τῇ οὐσίᾳ ὁ θεὸς ὑπέρκειται κατὰ τοὺς θεολόγους, ἐκ τῶν αὐτῶν καὶ τοῦτο διδασκόμεθα φωνῶν. Τοῦ μὲν μεγάλου Διονυσίου γράφοντος, «τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν, ᾗ ὑπερούσιος, ἐκφαίνειν—ἄρρητον γὰρ τοῦτο καὶ ἄγνωστόν ἐστι καὶ παντελῶς ἀνέκφαντον—, ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι». Καὶ πάλιν· «οὐκ ἐκφράσαι τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν τῆς αὐτοϋπερουσίου θεότητος ὁ λόγος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα· ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ». Καὶ πάλιν· «αὐτοεῖναι καὶ αὐτοζωὴν καὶ αὐτοθεότητά φαμεν, ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεά ἐστι καὶ λέγεται».

Ἐνταῦθα μὲν οὖν ὑπὲρ τὰ ὄντα τὰς προνοητικὰς τοῦ θεοῦ δυνάμεις ὑπαρχούσας ἔδειξε, τουτέστιν ἀκτίστους· τούτων γάρ φησι τὰ ὄντα μετέχοντα ὄντα ἐστίν. Ἀλλὰ καὶ τούτων αἴτιον ἔφη τὸν ὑπεράρχιον καὶ ὑπερούσιον. Ἐν δὲ τῷ δωδεκάτῳ κεφαλαίῳ τῶν Θεωνυμιῶν «αὐτομετοχὰς» τὰς δυνάμεις ταύτας ὀνομάσας, «πάντων τῶν μετεχόντων ὑπερέχειν» αὐτάς φησι, δηλονότι πάντων τῶν κτιστῶν· οὐδὲν γὰρ πλὴν θεοῦ, ὃ μὴ μετοχῇ τὸ εἶναι ἔχει. Ἀλλ’ «ὑπερίδρυται» πάλιν, φησί, «πάντων καὶ τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος»· πάντως ὡς αἴτιος, εἰ καὶ διαφόρως αἴτιος.

Κἀν μὲν τῷ ἑνδεκάτῳ κεφαλαίῳ τῶν αὐτῶν μίαν τῶν δυνάμεων τούτων εἶναί φησι «τὴν ἀγαθοποιὸν καὶ θεοποιὸν ἐκ θεοῦ προεληλυθυῖαν δωρεάν». Ἐν δὲ τοῖς Πρὸς Γάϊον «θεαρχίαν» καὶ «ἀγαθαρχίαν» καὶ «θεότητα» ταύτην ὀνομάσας, καὶ «χρῆμα τοῦ θεοποιοῦ δώρου», εἶτα «τῆς οὕτω λεγομένης», φησί, «θεότητος ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα».

Κἀν τῷ τετάρτῳ κεφαλαίῳ τῶν Θεωνυμιῶν καὶ ἁπλῶς διὰ πάντων αὐτοῦ τῶν συγγραμμάτων, καὶ ἀκτίστους εἶναι παραδίδωσι τὰς δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ καὶ ἐπέκεινα τούτων εἶναι τὸν θεὸν κατὰ τὸ τῆς ὑπερουσιότητος ἀπερινόητον καὶ ἄφραστον καὶ ἀμέθεκτον.

Ὁ δὲ Νύσσης θεῖος Γρηγόριος τὸ προφητικὸν ἐκεῖνο προενεγκών, «τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ τῇ χειρὶ τὸ ὕδωρ καὶ πᾶσαν τὴν γῆν δρακί», εἶτα φησί· «μέρος τι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις ὁ προφητικὸς ἐνεδείξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ’ ἧς ἡ ἐνέργεια, ἵνα μὴ εἴπω τὴν φύσιν ἀφ’ ἧς ἡ δύναμις, οὔτε εἶπεν οὔτε ἐμέλησε». Καὶ πάλιν· «ὁ ἀόρατος», φησί, «τῇ φύσει ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἔν τισι τοῖς περὶ αὐτὸν ἰδιώμασι καθορώμενος». Τίς οὖν κτιστὰ τολμήσει φάναι τὰ περὶ αὐτὸν ἰδιώματα, ἐν οἷς ὁρᾶται· κατὰ γὰρ τὸν θεῖον Κύριλλον «οὐδὲν ἐπίκτητον τῶν θείων ἰδιωμάτων». Ἐκ μέντοι τῶν ἀποτελεσμάτων, δηλαδὴ τῶν κτισμάτων, κατὰ τὰς ἐνεργείας ταύτας, ἀλλ’ οὐ κατ’ οὐσίαν ὁ θεὸς ὁρᾶται· «σοφίας γάρ», φησὶν ὁ μέγας Βασίλειος, «καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα».

Καὶ αὐτὸς δὲ ὁ Νύσσης θεῖος Γρηγόριος ἐκεῖ τοῖς ὦτα ἔχουσιν ἀκούειν, τὰς ἐνεργείας ταύτας, αἷς ὁ θεὸς ὁρατὸς γίνεται, τὴν δημιουργικὴν εἶναι δύναμιν ἔφη καὶ τὴν ἁγιότητα καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ καὶ τὸ ἀναλλοίωτον αὐτοῦ καὶ ἁπλοῦν καὶ τὰ τοιαῦτα πάντα. Τίς οὖν κτιστὰς εἶναι τολμήσει φάναι ταύτας τὰς ἐνεργείας τοῦ θεοῦ πλὴν Βαρλαὰμ καὶ Ἀκινδύνου τῶν εἰς κτίσμα κατασπώντων πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως;

Ἀλλὰ καὶ κατὰ πνευματομάχων γράφων ὁ αὐτὸς ἅγιος, «ἡ θεία φύσις», φησίν, «ὑπερβαίνει πᾶσαν τὴν διὰ φωνῆς σημασίαν. Οὐκοῦν οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησι». Τίς οὖν, πλὴν Βαρλαὰμ καὶ Ἀκινδύνου καὶ τῶν εἰς τὴν ὁμοίαν αὐτοῖς δυσσέβειαν ἐκπεπτωκότων, τὴν θεατικὴν δύναμιν τοῦ εἰδότος τὰ πάντα πρὸ γενέσεως τοῖς κτιστοῖς ἐναρίθμιον ποιήσει, διότι ταύτης ὑπερέχει κατὰ τὸ ἄφραστον ἡ θεία φύσις; Ὁ δὲ μέγας Ἀθανάσιος «τὸ θεὸς εἶναι», φησί, «δεύτερόν ἐστι τῆς φύσεως· καὶ ἡμεῖς γὰρ ἐὰν μιμηταὶ τοῦ θεοῦ γενώμεθα, θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Τίς οὖν, εἰ μὴ κοινωνὸς εἶναι τῆς τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου δυσσεβείας βούλεται, τὸ θεὸν εἶναι τὸν θεὸν κτιστὸν ἐρεῖ, διότι κοινωνεῖ μὲν κατὰ τοῦτο τοῖς ἁγίοις, κατ’ οὐσίαν δὲ καὶ αὐτοῖς ἀμέθεκτός ἐστιν;

Ἀλλὰ τίς ἂν ἀπαριθμήσαιτο πάσας τὰς τῶν ἁγίων φωνάς, δι’ ὧν καὶ τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ταῖς τοῦ θεοῦ δυνάμεσι καὶ ἐνεργείαις τὸ ἄκτιστον προσμαρτυρεῖται, καὶ τὸ διαφέρειν πρὸς ἀλλήλας δείκνυται, καὶ μίαν εἶναι ταῦτα πάντα θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος παρίσταται, συνιόντα εἰς ἓν ὡς ἄκτιστα, μᾶλλον δὲ συνειλημμένως τε καὶ ἑνιαίως ἐξ ἀϊδίου ὄντα καὶ περὶ ἑκάστην ἐπίσης τῶν ἁγίων ὑποστάσεων, ὡς ὁ μέγας Ἀθανάσιος ἐδίδαξε, θεωρούμενά τε καὶ θεολογούμενα, καὶ μίαν καὶ ἴσην καὶ τὴν αὐτὴν καὶ τελείαν τὴν τοῦ θεοῦ θεότητα δεικνύντα;

Ἐπεὶ οὖν Βαρλαὰμ καὶ Ἀκίνδυνος οἱ εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομήσαντες τὴν μίαν ταύτην θεότητα τὴν διαφορὰν ταύτην εἶδον ἐν ταῖς παρ’ ἡμῶν προτεινομέναις τῶν πατέρων θεολογίαις, ὅτι θεότης λέγεται καὶ ἡ τοῦ θεοῦ φύσις καὶ ἡ ἐνέργεια, τῆς τῶν ἁγίων πατέρων ὁμολογίας ἀποστῆσαι βουλόμενοι τοὺς ἀνθρώπους καὶ σφετερίσασθαι δόλῳ καὶ πρὸς τὴν οἰκείαν δυσσέβειαν μεταστήσασθαι, καταβοῶσι τῶν στεργόντων τὴν πρὸς τοὺς ἁγίους ὁμολογίαν, ὡς δύο θεότητας ἀκτίστους ὁπωσδήποτε λεγόντων, ὑπερκειμένην καὶ ὑφειμένην. Οἱ δὲ μὴ συνορῶντες ὅτι πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας ἀναφέρεται τὸ δῆθεν ἔγκλημα τοῦτο, καὶ ὅτι τὸ ἄκτιστον προσκείμενον μίαν ἀποδείκνυσι καὶ ἴσην καὶ ἁπλῆν τὴν ἐν διακρίσει ταύτην ὁρωμένην θεότητα—καὶ γὰρ πᾶν ἄκτιστον καὶ ὁμότιμόν ἐστι καὶ ἡνωμένον, καὶ σύνθεσις ἐν τοῖς ἀκτίστοις συναγομένοις εἰς ἓν οὐ μή ποτ’ ἂν γένοιτο, καὶ τὸ διῃρημένον καὶ ὑπερκείμενον ἐν τοῖς ἀκτίστοις κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον καὶ τὰ τοιαῦτα ὂν οὐδαμῶς λυμαίνεται τῷ ἑνιαίῳ—, ταῦτα τοίνυν οἱ μὴ συνορῶντες εὐθὺς συγκαταβοῶσι καὶ αὐτοὶ τῶν ταῦτα λεγόντων ὁπωσδήποτε.

Ἀγνοοῦντες τοιγαροῦν ὅτι τῶν ἁγίων οἱ ταλαίπωροι γίνονται κατήγοροι, καὶ κατὰ τὸν θεολόγον «ὅμοιόν τι παθόντες τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις, ἵνα μὴ κάμωσι» μικρόν, ἐκζητήσαντες τίνες αἱ θεότητες αὗται, τί τὸ ἐν αὐταῖς εὐσεβῶς λεγόμενον ὑπερκείμενον—ἐὰν γὰρ ἡ τοῦ θεοῦ θεατικὴ δύναμις καὶ ἡ φύσις ᾖ καὶ ἀμφοτέραις ταύταις θεότης ἡ προσηγορία, καὶ ἡ μὲν ὑπέρκειται ὡς αἰτία καὶ κατὰ τὸ ἄφραστον καὶ ἀμέθεκτον, τῆς δὲ τοῦ θεοῦ θεατικῆς δυνάμεως ἐν μεθέξει καὶ οἱ προφῆται γεγόνασι, καὶ ἡ τῆς θεότητος προσηγορία ταύτην παρίστησιν, ὡς ἀνωτέρω φθάσας εἶπεν ὁ Νύσσης θεῖος Γρηγόριος, καὶ ὡς αἰτίας αὕτη ἐξ ἐκείνης ὑπάρχει τῆς φύσεως· «οὐ γὰρ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας», φησὶν ὁ Χρυσόστομος θεολόγος—, ἵνα τοίνυν μὴ κάμωσι μετὰ φόβου θεοῦ καὶ προσοχῆς ἐκζητοῦντες τῶν λεγομένων τὴν δήλωσιν, καὶ ταῦτα τῆς τοῦ ἀκτίστου προσθήκης ἐφελκομένης πρὸς τὴν ἐξέτασιν καὶ ὑποφαινούσης τῆς ἀληθείας τὴν εὕρεσιν καὶ κατάφωρον ποιούσης τὴν ἐπὶ τὴν κτίσιν τοῦ θείου παρὰ τῶν κατηγόρων καθαίρεσιν, οἱ δὲ ῥᾳδίως οὕτω προδιδόασι τοῖς ἐχθροῖς τὸ ζητούμενον καὶ ζημιοῦνται θεότητα, κτισματολάτραι, φεῦ, καὶ ἄθεοι μονοθεΐται, μᾶλλον δὲ καὶ διθεΐται ὄντως γινόμενοι· καὶ γὰρ ἐκεῖνοι παρ’ αὐτὰ διδάσκειν ἕτοιμοι, καὶ οὗτοι προσίεσθαι κατὰ τὸ ἀκόλουθον μόνην ἄκτιστον εἶναι θεότητα τὴν θείαν φύσιν, τὴν πᾶσι πάντῃ καθ’ ἑαυτὴν ἀόρατον καὶ ἀπερινόητον καὶ ἀναφῆ καὶ ἀμέθεκτον, τὴν δὲ λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν ὁ θεὸς κοινωνεῖ τοῖς κατηξιωμένοις «λαμπρότητα θεοῦ ἰδεῖν τε καὶ παθεῖν» κατὰ τὸν θεολόγον Γρηγόριον, τὸ φῶς τὸ λάμψαν ἀπὸ τοῦ σωτῆρος ἐν Θαβώρ, ὃ θεότητα ὁ αὐτὸς θεολόγος ἐκάλεσε, «φῶς», λέγων, «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς», τὴν ἄχρονον καὶ «διηνεκῆ καὶ διαιωνίζουσαν δόξαν» τῆς θεότητος, τὴν ἁπάντων ἐπέκεινα κατὰ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον, καθ’ ἣν τοῖς τε συναναβᾶσι τὸ ὄρος ὁ Χριστὸς ὡς θεὸς ὦπται, λαβοῦσιν ὀφθαλμοὺς οὓς οὐ πρότερον εἶχον, καὶ ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπορρήτως ὀφθήσεται, καὶ ἧς αὐτοῖς μεταδοὺς ἄλλους ἡλίους κατὰ τὸν μέγαν Βασίλειον ἀπεργάσεται τῷ ἀκραιφνεστάτῳ καὶ ἀληθινῷ φωτὶ κεκραμένους, καὶ τῆς ἡμέρας κυρίου γεγονότας υἱούς, ἰδόντας τε καὶ παθόντας τὸ θεῖον ἐκεῖνο κάλλος· περὶ οὗ πάλιν φησὶν ὁ αὐτός, «κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστίν· οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι, καὶ αὐτὸς μεταμορφοῦται πρὸς τὸ θειότερον», καὶ πάλιν, «εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα· καὶ τὰ προοίμια τῆς αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν», ταύτην οὖν τὴν τοῦ θεοῦ βασιλείαν, τὴν λαμπρότητα τῆς φύσεως αὐτοῦ, τὴν ἀποκαλυπτομένην τοῖς ἀξίοις ἐν δυνάμει πνεύματος, εἶναι θεότητα κτιστήν, καὶ τὴν θεατικὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν θελητικήν, καὶ τὴν πρόνοιαν αὐτοῦ καὶ τὴν δικαιοσύνην, καὶ ἁπλῶς πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως εἰς κτίσμα κατασπῶντες, κἂν ἀγαθότης, κἂν ἀγαθαρχία, κἂν θεότης, κἂν θεαρχία, κἂν θεοποιὸς δωρεὰ καὶ χάρις καὶ δύναμις καὶ πᾶν ὑψηλὸν καὶ θεῖον προσαγορεύηται, καὶ ὧν οὐδὲν ὑψηλότερον, δι’ ὧν συγκατασπῶσι πάντως καὶ τὴν θείαν φύσιν.

Ἀλλὰ σὺ μὴ φοβηθῇς τὴν ἐν τῇ διακρίσει διαφορὰν τῆς θεότητος καὶ τὴν εὐσεβῆ κατὰ ταύτην νοουμένην ὑπεροχήν· χωρὶς γὰρ ταύτης οὐδὲ διάκρισις. Μὴ τοίνυν φοβηθῇς τὴν τοιαύτην διάκρισιν, μέχρις ἂν τὸ ἄκτιστον παριστᾷ τῶν καλῶς διακεκριμένων τὴν ὁμοτιμίαν τε καὶ τὴν ἕνωσιν, πᾶσαν ὕφεσιν καὶ ὑπέρθεσιν δυσσεβῆ πόρρω βάλλουσαν. Φοβήθητι δὲ κτίσιν εἰσενεγκεῖν τῷ πληρώματι τῆς θεότητος, ἀπαλλοτριοῦσαν τῆς θείας οὐσίας τὴν θείαν δύναμιν καὶ ἐνέργειαν καὶ κατατέμνουσαν εἰς ὄντως ἀνίσους καὶ ἀνομοίους καὶ ἀσυμβάτους θεότητας τὴν ἐν οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ καὶ πᾶσι τοῖς περὶ τὴν οὐσίαν θεωρουμένοις ἀκτίστως καὶ ἀδιαιρέτως διαιρουμένοις καὶ ἀσυγχύτως ἡνωμένοις μίαν θεότητα.

Μηδ’ ἐπαισχυνθεὶς διθεΐαν ἢ πολυθεΐαν ἐγκαλούμενος παρὰ τῶν τὰ οἰκεῖα τοῖς ἄλλοις ἀναιδῶς ἐπιφημιζόντων ἐγκλήματα περιαιρήσῃς καὶ ὑπερορίσῃς τῆς ἀκτίστου θεότητος τὰ περὶ τὴν θείαν οὐσίαν εὐσεβῶς θεωρούμενα, ἢ ἀναλύσῃς ταῦτα πάντα εἰς τὴν οὐσίαν, ὡς εἶναι ταύτην ἀνενέργητον καὶ ἀδύναμον, ἢ συνειλημμένην ἀφρόνως ἢ περιτετμημένην ἀθέως.

Ἐνεκλήθη ταῦτα καὶ τοῖς πρὸ ἡμῶν περὶ τὸν υἱὸν ὑγιαίνουσι καὶ τὸ πνεῦμα θεολογοῦσι παρὰ τῶν κατ’ ἄμφω νοσούντων. Ἀλλ’ οὐ παρὰ τοῦτο τὴν εὐσεβεστάτην ἐκείνην διαίρεσιν παρῃτήσαντο· ἤκουσαν γὰρ ἐγκελευομένου τοῦ θεολόγου, «μήτε τὴν μοναρχίαν κακῶς τιμήσῃς συναιρῶν ἢ περικόπτων θεότητα, μήτε τὸ τῆς τριθεΐας ἔγκλημα αἰσχυνθῇς».

Μηδὲ σὺ τοίνυν κακῶς πεισθῇς, κἂν κατηγορῶσι, κἂν ἐκφοβῶσι, κἂν ὀνειδίζωσι, τοῖς ἐν τῇ συνηγορίᾳ δῆθεν τοῦ ἑνιαίου τῆς θεότητος ἀναιροῦσιν ὡς ἀληθῶς τὴν μίαν θεότητα. Ἀλλὰ κἄν τι δέῃ περὶ τὸν λόγον καμεῖν, μὴ προδῷς τὸν θεὸν τοῖς διαρρήσσουσι καὶ ἀναιροῦσιν αὐτόν, τό γε εἰς αὐτοὺς ἧκον, καὶ τὸ μὲν τῆς θεότητος αὐτοῦ πᾶν τὸ περὶ τὴν μακαρίαν ἐκείνην φύσιν διασπῶσιν αὐτῆς καὶ κατασύρουσιν εἰς τὰ κτίσματα, τὸ δὲ τὴν θείαν φύσιν αὐτὴν ἀσύστατον δεικνῦσι καὶ τελέως ἀνύπαρκτον· «τίς γὰρ φύσις», κατὰ τὸν θεῖον Μάξιμον φάναι, «φυσικῆς δυνάμεως καὶ ἐνεργείας χωρίς»;

Εἰπὲ παρρησίᾳ πρὸς αὐτούς· οὐχ ὡς οἱ Ἑβραῖοι σέβομεν ἕνα θεὸν ἐν μιᾷ θεότητι· οὐχ ὡς ὁ Σαβέλλιος, οὐχ ὡς Ἄρειος καὶ Εὐνόμιος, ὃς καὶ ταῦτα προλαβὼν κατεσκεύασεν, ἅπερ νῦν ὁ Ἀκίνδυνος διδάσκει καὶ γραφῇ παραδίδωσιν, ὅτι ὁ θεὸς οὐσία μόνον ἐστί, καὶ διὰ τὸ ἁπλοῦς εἶναι ἢ τελέως ἐστὶν ἄληπτος ἢ τελέως ληπτός· διὸ καὶ πᾶν θεῖον ὄνομα τῆς θείας οὐσίας εἶναι σημαντικόν, καὶ ἀπὸ τῶν κτισμάτων ἐπ’ αὐτὴν τοῦ θεοῦ τὴν οὐσίαν ἡμᾶς ἀνάγεσθαι. Καὶ μάρτυς τούτων ὁ μέγας Βασίλειος, καὶ μετ’ αὐτὸν ὁ ἀδελφὸς αὐτῷ καὶ ἀδελφὰ φρονῶν θεηγόρος, καὶ σὺν αὐτοῖς ὁ θεολόγος Γρηγόριος, οἱ καὶ τὰ κατ’ αὐτὸν λόγοις ἀντιρρητικοῖς στηλιτεύσαντες.

Εἰπὲ τοίνυν, οὐχ οὕτως ἡμεῖς ἕνα σέβομεν θεόν, ἀλλὰ τρισυπόστατον, ἐνεργῆ τε καὶ παντοδύναμον. Ἕνα μὲν κατὰ τὴν οὐσίαν, τρισυπόστατον δὲ ὡς ἐν τρισὶ γνωριζόμενον ὑποστάσεσιν· ἐνεργῆ δὲ καὶ παντοδύναμον ὡς ἐνεργείας ἔχοντα καὶ δυνάμεις. Ἄκτιστον δὲ καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς δυνάμεις καὶ κατὰ τὰς ἐνεργείας· «οὐδὲ γὰρ τῶν ἐν τῷ θεῷ τι κτιστόν, ὡς οὐδὲ τῶν ἐν τῷ ἀνθρώπῳ τι ἄκτιστον», φησὶ πάλιν ὁ θεῖος Μάξιμος.

Πῶς οὖν παραδεξόμεθα τὸν Βαρλαὰμ γράφοντα «ἓν ἄναρχον καὶ ἀτελεύτητον ἡ οὐσία τοῦ θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ὑπάρχει φύσεως»; Ὡσαύτως δὲ καὶ τὸν Ἀκίνδυνον συγγραφόμενον, «μόνη ἄκτιστος ἡ θεία φύσις, πᾶν δὲ τὸ ταύτης διαφέρον ὁπωσδήποτε κτιστόν»; Πῶς δ’ οὐκ ἀποδεξόμεθα τὸν πρὸς ταῦτα τούτοις ἀντιλέγοντα καὶ κατὰ πάντα τὸν θεὸν ἄκτιστον δοξάζοντα, καὶ ταῦτα τοῖς θεοφόροις ὁμοφρόνως—οὐ γὰρ ἂν ἔχοι τις δεῖξαι κτιστόν τι λέγοντα τῶν φυσικῶς προσόντων τῷ θεῷ, ἢ κατὰ τὸ κτιστόν τε καὶ ἄκτιστον διαφέρον καὶ ὑπερκείμενον—τὸν ἱερέα τοῦ θεοῦ Γρηγόριον; Πῶς γὰρ ἂν ὑπεύθυνος εἴη καὶ τῇ τοῦ Ἀκινδύνου καὶ Βαρλαὰμ ἐνεσχημένος πλάνῃ ὁ ταύτης καθαιρέτης;

Εἰ δ’ ὅτι μὴ τὴν παραδειχθεῖσαν ἐπ’ ὄρους θεότητα καὶ τὴν τῆς τοῦ θεοῦ φύσεως λαμπρότητα, καθ’ ἣν κοινωνεῖ τοῖς ἀξίοις ἀπορρήτως ὁ θεός, καὶ τὴν μυστικὴν καὶ θείαν ἔλλαμψιν, ἣ τοῖς διὰ τῶν ἐντολῶν τοῦ θεοῦ κεκαθαρμένοις τὰς καρδίας κατὰ τὴν ἐπαγγελίαν ἐγγίνεται, καὶ πρὸς τούτοις τὴν θεατικὴν καὶ τὴν θελητικὴν καὶ τὴν προνοητικὴν τοῦ θεοῦ δύναμιν, καὶ εἴ τι τούτοις παραπλήσιον, εἴπερ οὖν ὅτι μηδὲν τούτων ὁ Παλαμᾶς ἀνέχεται κτιστὸν εἰπεῖν, διὰ τοῦτο παρὰ τοῦ Βαρλαὰμ καὶ τοῦ μετ’ ἐκεῖνον τὴν ἐκείνου διαδεξαμένου πλάνην Ἀκινδύνου, δύο λέγειν ἀκτίστους θεότητας κατηγορεῖται, τήν τε θείαν ἔλλαμψιν καὶ τὴν λαμπρότητα καὶ τὴν φύσιν, ἀφ’ ἧς ἡ ἔλλαμψις ἐκείνη, καὶ ἧς αὕτη ἡ λαμπρότης, ὧν καὶ ὡς αἰτία καὶ χορηγὸς ὑπέρκειται ἡ φύσις, ἔτι τε τὴν θελητικὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν θεατικὴν καὶ προνοητικήν, παρ’ αὐτῆς ταύτης τῆς κατηγορίας δείκνυται τοῖς εὖ φρονοῦσιν, οὐ μόνον εἴπερ τις εὐσεβής, ἀλλὰ καὶ τῆς εὐσεβείας ὑπέρμαχος, ἅτε μηδὲν αὐτὸς τοῦ πληρώματος τῆς θεότητος κτιστὸν φρονῶν, καὶ ἴσην ἑαυτῇ καὶ ὁμότιμον ταύτην συντηρῶν, καὶ τοῖς εἰς κτιστὰ καὶ ἄκτιστα ταύτην διασπῶσι καὶ κακῶς διαιροῦσιν ἀνίσοις ὄντως καὶ ἀλλοκότοις κατατομαῖς εἰς ὄντως ἐκφύλους καὶ ἀνομοίους θεότητας τὴν μίαν ἀντικείμενος ἐκθύμως.

Ἐπεὶ δὲ καὶ τῶν αὐτῶν ἐστι καὶ τῆς αὐτῆς δυσσεβείας τὸ πᾶσαν δύναμιν καὶ ἐνέργειαν καὶ ἔλλαμψιν καὶ χάριν ἄκτιστον ἀναλύειν καὶ συγχεῖν εἰς τὴν θείαν φύσιν ὡς μηδὲν αὐτῆς διαφέροντα, ἵν’ ᾖ πᾶν τὸ διαφέρον ἐκείνης ὁπωσδήποτε κτίσμα κατ’ αὐτούς, τὸ κατὰ τὸ ἀμέθεκτον καὶ ἀνέπαφον καὶ ἄφραστον τῆς θείας φύσεως ὑπερκείμενον προσκείμενον, ἀπορραπίζει τὸν παρ’ αὐτῶν εἰσαγόμενον φυρμὸν καὶ τὴν σύγχυσιν. Καίτοι οὐ τοῦ Παλαμᾶ ἐστι λόγος τὸ δύο εἶναι θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην, ἀλλὰ τοῦ Βαρλαάμ. Καὶ μαρτύριον ἀπαράγραπτον τὰ ἐκείνου συγγράμματα καὶ τῶν ἀνθρώπων οἱ πλεῖστοι· τὸ γὰρ τῶν τοιούτων ἐκεῖνον ἄρξαι οἱ συνειδότες πολλοί, καὶ αὐτὸς δὲ ὁ συνοδικὸς ὑποδείκνυσι Τόμος ὡς συνοδικῶς ἀναφανέν.

Ἀλλ’ ὁ μὲν Βαρλαὰμ τοῦτο προήνεγκεν εἰς τὸ κτιστὴν δεῖξαι τὴν ἐπ’ ὄρους παραδειχθεῖσαν τοῦ Χριστοῦ θεότητα καὶ τὴν θεατικὴν τοῦ πνεύματος δύναμιν, ὡς οὐκ οὔσης μιᾶς ἀκτίστου θεότητος, εἰ ἄκτιστος εἴη καὶ ἡ τῆς θείας φύσεως λαμπρότης καὶ δύναμις. Ὁ δὲ Παλαμᾶς ἄκτιστον μετὰ τῆς θείας φύσεως καὶ τὴν ἐκφανεῖσαν ἀπορρήτως ἐκεῖθεν θείαν αἴγλην ἀνεκήρυξεν, ὡσδαύτως καὶ τὴν δύναμιν, καὶ τὸ διακεκριμένον τῆς θεότητος μὴ προσίστασθαι τῷ ἑνιαίῳ ταύτης καλῶς ἐθεολόγησεν. Εἰ γὰρ καὶ διενήνοχεν ἡ ἐξουσία τῆς οὐσίας, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, ἥ τε θέλησις καὶ ἡ τῆς θείας φύσεως λαμπρότης, καὶ ἁπλῶς ἡ δύναμις τῆς θείας φύσεως, ἀλλ’ οὐκ ἔστι χωριστὴ τῆς φύσεως ἡ τῆς φύσεως λαμπρότης καὶ δύναμις, οὐδ’ ἔνι τῆς ἑτέρας τὴν ἑτέραν διαστήσαντα καταλαβεῖν τὴν λειπομένην τῆς ἑτέρας ἔρημον. Ἀλλ’ ὁ δύναμιν ἢ λαμπρότητα βαλόμενος ἐπὶ νοῦν εὐθὺς καὶ τὴν φύσιν, ἧς ἑκάτερον τούτων, ἀχωρίστως συγκατενόησε.

Καὶ πολλῷ μᾶλλον ἐπὶ τῶν θείων, ἐφ’ ὧν κατὰ τοὺς θεοσόφους πατέρας «αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι καὶ προκατάρχουσι», μήτ’ ἀναιροῦσαι ταύτας μήτ’ ἐμποδιζόμεναι παρὰ τούτων μηδέν. Οὕτως ἡμῖν εἷς θεὸς ἐν μιᾷ θεότητι. Καὶ γὰρ ἄλλο μὲν θέλων καὶ θέλησις κἀπὶ θεοῦ, κατὰ τὸν μέγαν θεολόγον Γρηγόριον, ταὐτὸν δ’ εἰπεῖν, «ἄλλο ἐνεργῶν καὶ ἄλλο ἐνέργεια», κατὰ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα· τὸ μὲν γὰρ ὁ κινούμενος, τὸ δ’ οἷον ἡ κίνησις, ἀλλ’ οὐ διὰ τοῦτο καὶ χωριστά. Πῶς γὰρ ἄν τις διαστήσειε τοῦ κινουμένου τὴν κίνησιν; Οὐδὲ τὸ μὲν κτιστὸν τὸ δὲ ἄκτιστον. Πῶς γὰρ τὰ μὴ χωριστὰ μηδὲ νῷ γοῦν ληφθῆναι χωριστῶς δυνάμενα; Τί οὖν, ὅτι ἄκτιστα ἀμφότερα, οὐχ εἷς θεός; Ἢ σύνθετος ἐκ τούτων, εἴπερ εἷς; Τίς ποτ’ ἆρα μερισμὸς ἢ σύνθεσις κινουμένου τε καὶ κινήσεως, καὶ ταῦτα κινήσεως θεοπρεποῦς, καθ’ ἣν οὐδεμία γίνεται πρόσληψίς τε καὶ ἀφαίρεσις;

Εἰ δέ τις φαίη μὴ κινεῖσθαι τὸν θεόν, καθάπερ ὁ μέγας Διονύσιός φησιν ἐν τῇ μυστικῇ καὶ ἀποφατικῇ θεολογίᾳ, μανθανέτω μηδὲ ἑστηκέναι τοῦτον κατ’ αὐτήν, μηδὲ δύναμιν εἶναι, μηδὲ δύναμιν ἔχειν, μηδὲ ἓν εἶναι, μηδὲ ἀλήθειαν.

Ἀλλ’ ἡ ἀποφατικὴ θεολογία αὕτη τῇ καταφατικῇ θεολογίᾳ οὐκ ἐναντιοῦται, καθ’ ἣν καὶ κινεῖται ὁ θεὸς καὶ κίνησιν ἔχει, καὶ ὡς δύναμις ὢν ὡς ἀληθῶς καὶ δύναμιν ἔχων, εἷς τε καὶ αὐτοαλήθεια θεολογεῖταί τε καὶ προσκυνεῖται παρ’ ἡμῶν. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.