Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Γ' προς Ακίνδυνο: Η θεολογική διάκριση ουσίας και άκτιστων ενεργειών

Ανάλυση της ορθόδοξης διδασκαλίας περί της μίας θεότητας, της αμέθεκτης θείας ουσίας και της χάριτος της θεώσεως ως άκτιστης και θεοποιού ενέργειας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 14 από 15

Καὶ ὁ πατὴρ γὰρ τοῦ υἱοῦ μείζων τῷ αἰτίῳ καὶ διὰ τὸ τοῦ υἱοῦ ἀνθρώπινον, καὶ κατὰ τὸν μέγαν Βασίλειον καὶ τὸν θεῖον Κύριλλον τὸ πνεῦμα τῇ τάξει καὶ τῷ κατ’ αὐτὴν ἀξιώματι τὸν υἱὸν ὑποβέβηκεν, ὡς δι’ αὐτοῦ χορηγούμενον, φύσει δὲ οὐ δεύτερόν ἐστιν, ὡς ὁ Εὐνόμιος πρῶτος ἐλήρησεν, ἀλλ’ ἴσον· ὥσπερ γὰρ ὁ υἱὸς κύριος, οὕτω καὶ τὸ πνεῦμα κύριον, ἀλλὰ ταῦτα εἷς θεὸς ἐν μιᾷ θεότητι ἁπλῇ καὶ ἴσῃ. Οὐδ’ ἐπὶ τῆς οὐσίας τοίνυν καὶ δυνάμεως καὶ ἐνεργείας καὶ θελήσεως καὶ τῶν τοιούτων, ἀκτίστων ἁπασῶν οὐσῶν, τὸ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον καὶ τὰ τοιαῦτα ὑπερέχον πρὸς τὸ μίαν εἶναι προσίσταται θεότητα.

Ταῦτα γάρ ἐστιν ἡ μία θεότης τῶν τριῶν προσκυνητῶν προσώπων, ἡ οὐσία, ἡ θέλησις, ἡ δύναμις, ἡ ἐνέργεια καὶ τὰ τοιαῦτα, οὐχ ὡς ἓν ὄντα καὶ παντάπασιν ἀδιάφορα πρὸς ἄλληλα καὶ οὐσία μόνον πάντα—τοῦτο γὰρ τῆς τοῦ Βαρλαάμ ἐστι παραφροσύνης—, ἀλλ’ ὡς ἑνιαίως καὶ ἀπαραλλάκτως ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρούμενα.

Διὸ καὶ ὁ μέγας Ἀθανάσιος τὰ περὶ τὴν οὐσίαν πάντα συλλαβὼν καὶ ἀπαριθμησάμενος «οὐχ ἕκαστον τούτων» φησὶν «οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα λέγεται θεότητος κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα». Ταῦτά ἐστιν ἡ παρὰ τῶν εὐσεβῶν πρεσβευομένη μία καὶ ἁπλῆ καὶ μόνη ἄκτιστος θεότης. Ὁ δὲ λέγων μόνην ἄκτιστον θεότητα τὴν οὐσίαν τοῦ θεοῦ ἀκρωτηριάζει τὴν θεότητα, μᾶλλον δ’ ὡς προαποδέδεικται καὶ ἀναιρεῖ τελέως. Ὁ δὲ ἀδιάφορα παντάπασι διατελεῖν οὐσίαν καὶ δύναμιν καὶ θέλησιν καὶ ἐνέργειαν ἄκτιστον ἰσχυριζόμενος τοῦ ἀκρωτηριάζοντος καὶ ἀναιροῦντος διενήνοχεν οὐδέν, διὰ τῆς ἀσεβοῦς συναλοιφῆς αὐτὸ τοῦτ’ ἀπεργαζόμενος· εἰς ἄλληλα γὰρ μεταχωροῦντα δι’ ἀλλήλων πάντα τὰ τοιαῦτα χωρεῖ πρὸς τὸ μὴ ὄν. Ὁ δὲ τὴν οὐσίαν ἄκτιστον εἶναι μόνην διαβεβαιούμενος, τὴν δὲ ταύτης οὕτω διενηνοχυῖαν δύναμιν καὶ θέλησιν καὶ ἐνέργειαν κτιστήν, εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομεῖ τὴν μίαν θεότητα, διχοτομούμενος αὐτὸς καὶ ἀποτεμνόμενος τῆς θείας χάριτος καὶ τελέως ἀπορρηγνύμενος τῶν εὐσεβῶν, Ἀρείου καὶ Εὐνομίου καὶ Μακεδονίου μηδὲν ἧττον, ὅτι μὴ καὶ μᾶλλον.

Δεῖ τοιγαροῦν τοῖς ὀρθοτομεῖν αἱρουμένοις τὸν λόγον τῆς ἀληθείας μετὰ συνέσεως καὶ τὴν ὑπεροχὴν στέργειν τῆς θείας οὐσίας πρὸς τὰς θείας ἐνεργείας, ὡς ἐντεῦθεν δεικνυμένης τῆς πρὸς ἄλληλα διαφορᾶς, καὶ τὸ ἄκτιστον τῶν θείων ἐνεργειῶν, εἰ καὶ τῆς οὐσίας διενηνόχασιν, ὡς ἐντεῦθεν δεικνυμένου τοῦ ἑνιαίου τῆς θεότητος· ἐκτὸς γὰρ τοῦ ἑνὸς θεοῦ ἄκτιστον οὐδέν.

Δεῖ δὲ προθεῖναι νῦν ἐκ πολλῶν ὀλίγας τῶν ἁγίων φωνάς, παρ’ ὧν ἡ τῆς ἀκτίστου οὐσίας πρὸς τὴν ἄκτιστον ἐνέργειαν ὑπεροχὴ λίαν εὐσεβῶς διαδείκνυται, καὶ μάλιστα τῶν τοῦ μεγάλου Διονυσίου, παρ’ οὖ σχεδὸν πρώτου καὶ αὐτὰ τὰ στοιχεῖα τῆς θεολογίας ἡ ἐκκλησία μεμύηται. Τὴν δὴ τοῦ ὄντως ὄντος ἐκφαντορικὴν οὐσιωνυμίαν ἐξυμνεῖν ὁ μέγας ἐπιβαλλόμενος, «τοσοῦτόν» φησιν «ὑπομνήσωμεν ὅτι τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν ᾖ ὑπερούσιος ἐκφαίνειν—ἄρρητον γὰρ τοῦτο καὶ ἄγνωστόν ἐστι καὶ παντελῶς ἀνέκφαντον καὶ αὐτὴν ὑπεραῖρον τὴν ἕνωσιν—ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι». Ἡ μὲν οὖν ἕνωσις, ἧς μετὰ θαύματος ἐμνήσθη νῦν ὁ θεοφάντωρ, ἡ θέωσίς ἐστι καθ’ ἥν, ὡς αὐτός φησιν ἀρχόμενος τῆς Περὶ τῶν θείων ὀνομάτων πραγματείας, «τοῖς ἀφθέγκτοις καὶ ἀγνώστοις ἀφθέγκτως καὶ ἀγνώστως συναπτόμεθα κατὰ τὴν κρείττονα τῆς καθ’ ἡμᾶς οὐσίας τε καὶ ἐνεργείας ἕνωσιν». Περὶ ταύτης τοίνυν δῆλον ἔσται προϊόντος τοῦ λόγου. Ἐνταῦθα δὲ κατάδηλον ὡς οὐ μόνον ἡ μετὰ τῶν ἄλλων πάντων καὶ τῆς οὐσιοποιοῦ προόδου ὑπερέχουσα οὐσία τοῦ θεοῦ, ἀλλὰ καὶ ὑπερεχομένη πρόοδος αὕτη τοῦ θεοῦ, οὐσιοποιὸς οὖσα, ἄκτιστός ἐστι· τὸ γὰρ ποιητικόν τε καὶ δημιουργικὸν καὶ ταῦτα πάντων ἁπαξαπλῶς τῶν ὄντων, πῶς ἂν εἴη δεδημιουργημένον καὶ πεποιημένον καὶ τῶν οὕτως ὄντων ἕν;

Μετ’ ὀλίγα δὲ πάλιν ὁ αὐτός φησιν, «οὐκ ἐκφράσαι τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν καὶ ζωὴν καὶ σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ὁ λόγος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα καὶ οὐσίαν καὶ σοφίαν καὶ ζωήν, ἐν ἀποκρύφοις ὡς τὰ λόγιά φησιν ὑπεριδρυμένην, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν»· εἰς ταύτην δὲ τὴν πρόνοιαν κἀνταῦθα θεοπρεπεστάτους ὕμνους ἀνατίθησιν. Ἐν δὲ τῷ ἑνδεκάτῳ κεφαλαίῳ καὶ θεότητα ταύτην ὀνομάζει γράφων· «θεότητά φαμεν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὴν ἐκδιδομένην ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὴν δύναμιν, τὴν αὐτοθέωσιν, ἧς τὰ μετέχοντα ἔνθεά ἐστί τε καὶ λέγεται». Ἆρ’ οὖν ἡ ἀνέκφραστος καὶ ὑπεράρχιος οὐσία τοῦ θεοῦ, ἡ κατὰ τὸ ἄφραστον καὶ ἀμέθεκτον καὶ ἀνέκφαντον καὶ ἀναίτιον ὑπερέχουσα ταύτης τῆς προνοίας μόνη ἄκτιστός ἐστιν; Ἢ καὶ ἡ ὑπερεχομένη παρὰ τῆς οὐσίας ἐκείνης ὡς αἰτίας πρόνοια, θεότης καὶ αὕτη ὀνομαζομένη ὡς οὐκ ἐκτὸς οὖσα τοῦ πληρώματος τῆς μιᾶς θεότητος, ἄκτιστός ἐστιν; Τῶν ἀριδηλοτάτων ὅτι καὶ αὕτη ἄκτιστός ἐστιν· ἔνθεα γὰρ ποιεῖ τὰ δεκτικὰ θεώσεως, ὡς αὕτη μὴ ἐκτὸς οὖσα τοῦ ἑνὸς θεοῦ, καὶ τῷ μετέχειν αὐτὰ ταύτης ἔνθεα τελεῖται, ὡς μὴ μετοχῇ ταύτης ἐχούσης τὸ τελεῖν θείας, ἐπεὶ καὶ αὐτοθέωσίς ἐστιν.

Ἀλλὰ καὶ ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ, «θεότης ἐστὶν» εἰπὼν «ἡ πάντα θεωμένη πρόνοια» καὶ ταύτην κἀνταῦθα θείως ἐξυμνήσας, εἶτά φησιν «ἐκ τῆς ὑπερεχούσης καὶ ὑπερκειμένης καὶ ἁπλουστάτης ἁγιότητος καὶ κυριότητος καὶ βασιλείας καὶ θεότητος εἶναι πᾶσαν ἀγαθὴν πρόνοιαν, θεωρὸν καὶ συνοχικὴν τῶν προνοουμένων, ἑαυτὴν ἀγαθοπρεπῶς ἐπιδιδοῦσαν πρὸς ἐκθέωσιν τῶν ἐπεστραμμένων».

Ἡ τοίνυν ἐκ τῆς ὑπερκειμένης καὶ ὑπερεχούσης καὶ ἁπλουστάτης ἁγιότητος καὶ κυριότητος καὶ βασιλείας καὶ θεότητος—δηλαδὴ τῆς οὐσίας τοῦ θεοῦ· ἐκείνη γὰρ ἁπλουστάτη τέ ἐστιν, ὡς παντάπασιν ἀμέριστος, καὶ διὰ τὸ καθ’ ἑαυτὴν ὑπερώνυμος εἶναι καὶ ἀνώνυμος μεθ’ ὑπεροχῆς ἐκ πασῶν καλεῖται τῶν οἰκείων ἐνεργειῶν—ἡ γοῦν ἐξ ἐκείνης ἀγαθὴ πρόνοια καὶ θεότης ὀνομαζομένη ὡς πάντων ἔφορος καὶ πάντων θεωρός, τί ἄλλο ἢ τοῦ θεοῦ ἐνέργειά ἐστιν, ἀλλ’ οὐκ οὐσία, τῷ ἐξ ἐκείνης εἶναι τῆς οὐσίας ἐκείνης διαφέρουσα καὶ ὑπερεχομένη παρ’ ἐκείνης ὡς αἰτίας οὔσης καὶ ὑπερωνύμου; Πῶς οὖν οὐκ ἄκτιστος ἡ ἐξ ἐκείνης αὕτη πρόνοια, θεωρὸς οὖσα καὶ συνοχικὴ τῶν προνοουμένων, καὶ ταῦτα ἑαυτὴν ἀγαθοπρεπῶς ἐπιδιδοῦσα πρὸς ἐκθέωσιν τῶν ἐπεστραμμένων;

Ἀλλὰ γὰρ δείξας καὶ μεθεκτήν, ταὐτὸ δ’ εἰπεῖν μετοχήν, οὖσαν ταύτην, ὡς καὶ αὐτὸς πολλαχοῦ τῶν λόγων ὀνομάζει ταύτην, «ἑαυτὴν» γάρ φησιν «ἀγαθοπρεπῶς ἐπιδιδοῦσαν», ἐφεξῆς εὐθὺς ἐπήγαγεν· «ἐπεὶ δὲ ὑπερπλήρης ἐστὶν ὁ πάντων αἴτιος, κατὰ μίαν τὴν πάντων ὑπερέχουσαν ὑπερβολὴν ἅγιος ἁγίων ὑμνεῖται κατὰ ὑπερβλύζουσαν αἰτίαν καὶ ἐξῃρημένην ὑπεροχήν, ὡς ἄν τις φαίη, καθ’ ὅσον ὑπερέχουσι τῶν οὐκ ὄντων τὰ ὄντα ἅγια ἢ κύρια ἢ θεῖα ἢ βασιλικά, καὶ αὖ τῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τοσοῦτον ὑπερίδρυται πάντων καὶ τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος», κατ’ οὐσίαν δηλονότι.

Ἆρ’ οὖν αἱ ὑπερεχόμεναι αὐτομετοχαὶ αὖται παρὰ τοῦ ἀμεθέκτου αἰτίου, ὧν ἐστι καὶ πᾶσα ἀγαθὴ πρόνοια ὡς συνεκτικὴ καὶ θεωρὸς οὖσα τῶν προνοουμένων καὶ ἐκθεωτικὴ τῶν πρὸς αὐτὴν ἐπεστραμμένων θεότης ὀνομαζομένη, κτίσματά εἰσι, διότι ὑπερέχονται παρὰ τοῦ ἀμεθέκτου αἰτίου ὡς αἰτίου, καθάπερ ἡμᾶς ἐδίδαξεν ὁ οὐρανόφρων οὗτος, οὐ τῶν μετεχόντων μόνων εἰπών, δηλονότι τῶν τε ἄλλων καὶ τῶν τεθεωμένων, ὑπεριδρῦσθαι τὸν ἀμέθεκτον αἴτιον, ἀλλὰ καὶ τῶν μετοχῶν, τουτέστι καὶ αὐτῆς τῆς ἐκθεωτικῆς προνοίας καὶ τῶν παραπλησίων, κατὰ ὑπερβλύζουσαν αἰτίαν καὶ ἐξῃρημένην ὑπεροχήν; Καὶ πῶς ἔσται κτιστὰ τὰ μὴ μετοχῇ τὸ εἶναι ἔχοντα καὶ τῶν μετεχόντων πάντων ὑπερέχοντα;

Ὅτι δὲ οὐδεμία τῶν ἀκτίστων καὶ θείων ἐνεργειῶν τούτων οὐσία ἐστίν, ὁ αὐτὸς θεοφάντωρ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ φανερῶς ὑπέδειξεν εἰπών· «οὐκ οὐσίαν τινὰ θείαν ἢ ἀγγελικὴν εἶναί φαμεν τὸ αὐτοεῖναι, ἀλλ’ αὐτοεῖναι καὶ αὐτοζωὴν καὶ αὐτοθεότητά φαμεν καὶ αὐτὰς τὰς τοῦ θεοῦ δυνάμεις, τὴν αὐτοουσίωσιν, αὐτοζώωσιν, αὐτοθέωσιν». Τήν γε μὴν ἐξῃρημένην ταύτην καὶ ὑπερβάλλουσαν κατ’ οὐσίαν τοῦ θεοῦ ὑπεροχὴν καὶ πρὸς αὐτὰς τὰς ἀκτίστους ἐνεργείας, ὁ τὰ πάντα πολὺς καὶ ὑψηλὸς Διονύσιος καὶ μηδὲν ἦττον ἠκριβωμένος ἢ πολὺς τὰ θεῖα, διὰ πάσης ὑμνεῖ τῆς Περὶ τῶν θείων ὀνομάτων πραγματείας, πρὸς τῇ κατὰ τὰς θείας ἐνεργείας διακρίσει τοῦ θεοῦ καὶ τοῦτ’ αὐτὸ τῶν λόγων ὑπόθεσιν ποιούμενος. Ἀλλὰ καὶ τῷ θεραπευτῇ Γαΐῳ γράφων, ἐρωτήσαντι πῶς ὁ πάντων ἐπέκεινα καὶ ὑπὲρ θεαρχίαν ἐστὶ καὶ ὑπὲρ ἀγαθαρχίαν, «εἰ θεότητά» φησιν «καὶ ἀγαθότητα νοήσαις αὐτὸ τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ καὶ θεοποιοῦ δώρου τῆς οὕτω λεγομένης θεότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα». Κἀν τῷ περὶ θείας εἰρήνης κεφαλαίῳ τελευτῶν πάντα τοὺς θείους ἡμῶν ἱεροδιδασκάλους τοῦτ’ αὐτὸ προάγει φάσκοντας.

Ἔστιν ἄρα θεότης ὑφειμένη κατὰ τοὺς θεοσόφους θεολόγους, ὡς κἀνταῦθ’ εἶπεν ὁ μέγας Διονύσιος, ἡ θέωσις, δῶρον οὖσα τῆς ὑπερκειμένης οὐσίας τοῦ θεοῦ. Καὶ μάτην νῦν ὁ Βαρλαὰμ τὴν διθεΐαν περιαγγέλλει δῆθεν καθ’ ἡμῶν· εἰς γὰρ διαβολὴν τῶν ἀλήπτων θεολόγων δῆλός ἐστι τοῦτο διαβόητον ποιούμενος, κτιστὸν αὐτὸς εἶναι διατεινόμενος τὸ θεῖον τοῦτο δῶρον καὶ οὕτω μίαν ἄκτιστον θεότητα, τὴν οὐσίαν τοῦ θεοῦ. Κατατεμὼν τοίνυν ἐντεῦθεν τὸν θεὸν εἰς κτιστὰ καὶ ἄκτιστα, εἶτα τοῖς εὐσεβῶς καὶ κατ’ ἐνέργειαν ἄκτιστον αὐτὸν φρονοῦσι λοιδορεῖται. Τὸ γὰρ τοῦ θεοῦ θεοποιὸν δῶρον ἐνέργεια αὐτοῦ ἐστιν, ἣν θεότητα καὶ ὁ μέγας Διονύσιος καὶ οἱ ἄλλοι πάντες θεολόγοι πολλαχοῦ φασι, τῆς θείας ἐνεργείας μᾶλλον ἢ τῆς θείας οὐσίας εἶναι τοὔνομα τῆς θεότητος ἰσχυριζόμενοι· καὶ τὰς ἐνεργείας γὰρ τοῦ πνεύματος ‘πνεύματα’ φίλον τῷ Ἡσαΐᾳ καλεῖν κατὰ τὸν θεολόγον Γρηγόριον. Ὡς οὖν ὁ προφήτης τὰς ἐνεργείας τοῦ πνεύματος ἑπτὰ πνεύματα καλέσας τῷ ἑνιαίῳ τοῦ πνεύματος οὐκ ἐλυμήνατο, οὕτω καὶ τῇ τῆς θεότητος ἐπωνυμίᾳ, καθάπερ ἀνωτέρω δέδεικται, καὶ ἡ πρόνοια καλεῖται παρὰ τῶν ἁγίων, ἐνέργεια οὖσα τοῦ θεοῦ, καὶ ἡ θεατικὴ δύναμις καὶ ἡ θεοποιὸς χάρις τοῦ θεοῦ, δηλαδὴ ἡ θέωσις, καὶ τὸ ἑνιαῖον τῆς θεότητος οὐκ ἀναιρεῖται.

Αἱ δὲ τοῦ θεοῦ δυνάμεις καὶ αἱ ἐνέργειαι, ὡς καὶ τοῦτ’ ἀνωτέρω δέδεικται, ἄκτιστοί εἰσι· τοιγαροῦν ἡ θεοποιὸς χάρις τοῦ θεοῦ οὐ θεότης καλεῖται μόνον, ἀλλὰ καὶ ἄκτιστός ἐστι κατὰ τοὺς θεοσόφους θεολόγους. Εἰ γὰρ καὶ σχέσιν αὐτὴν προϊὼν ὁ μέγας προσηγόρευσεν, ἀλλὰ σχέσιν θεοῦ πρὸς τοὺς τεθεωμένους· τοιαύτη γὰρ καὶ ἡ θεία πρόνοια καὶ ἡ θεατικὴ δύναμίς ἐστι· μίμημα δὲ ταύτην προσειπών, τὸ ἀμίμητον προσέθηκε καὶ ἀρχὴν εἶναι τῶν θεουμένων ταύτην ἔφη καὶ θεαρχίαν καὶ ἀγαθαρχίαν, ὃ ἔστι μόνου τοῦ θεοῦ, καὶ θεοποιὸν αὐτὴν προσείρηκεν, ἀλλ’ οὐ θεοπεποιημένην, ἵνα δείξῃ ἄκτιστον διατελοῦσαν.

Ὅτι δὲ ἡ θεοποιὸς χάρις, αὐτὴ ἡ θέωσις, ἄκτιστός ἐστι, καὶ ὁ θεῖος παρρησίᾳ Μάξιμος ἀπαγγελεῖ γράφων· «τοῦτό ἐστι τὸ τοῦ θεοῦ εὐαγγέλιον· πρεσβεία θεοῦ πρὸς ἀνθρώπους δι’ υἱοῦ σαρκωθέντος καὶ μισθὸν δωρουμένου τοῖς αὐτῷ πειθομένοις τὴν ἀγέννητον θέωσιν». Καὶ πάλιν, «ἡ θεία χάρις μένει κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν». Καὶ πάλιν, «πάσχομεν ὡς ὑπὲρ φύσιν οὖσαν κατὰ χάριν, ἀλλ’ οὐ ποιοῦμεν τὴν θέωσιν». Καὶ πάλιν, «μόνης τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης». Διὸ καὶ ὁ μέγας φησὶ Βασίλειος· «τὸ πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ’ ἡμᾶς ὁ θεὸς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ, ἐξέχεεν, οὐκ ἔκτισεν, ἐχαρίσατο, οὐκ ἐδημιούργησεν, ἔδωκεν, οὐκ ἐποίησε». Τί οὖν ἐξέχεε καὶ ἐχαρίσατο καὶ ἔδωκεν ἡμῖν ὁ θεὸς διὰ τοῦ Ἰησοῦ Χριστοῦ; Ἆρα τὴν οὐσίαν ἢ τὴν χάριν τοῦ ἁγίου πνεύματος; Τὴν θεοποιὸν πάντως χάριν, καθάπερ καὶ ὁ χρυσόστομος θεολόγος Ἰωάννης φησὶν ὅτι «οὐχ ὁ θεός, ἀλλ’ ἡ χάρις ἐκχεῖται»· διὰ ταύτης γὰρ καὶ ἡ τοῦ πνεύματος φύσις ἄκτιστος οὖσα καὶ γνωρίζεται καὶ δείκνυται, μηδεμίαν ἔκφανσιν ἔχουσα καθ’ ἑαυτήν.

Σαφῶς οὖν ἄκτιστος ἡ χάρις αὕτη, καὶ τοσοῦτο σαφῶς, ὡς καὶ τὸ ταύτης ἀποτέλεσμα τῶν κεχαριτωμένων θείως καὶ τεθεωμένων ἕκαστόν φημι ἄναρχον, ἀΐδιον, ἀτελεύτητον, ταὐτὸ δ’ εἰπεῖν ἄκτιστον καλεῖσθαι κατ’ αὐτήν. Κατὰ γὰρ τὸν θεῖον πάλιν Μάξιμον «ὁ τοῦ ἀεὶ εὖ εἶναι λόγος κατὰ χάριν τοῖς ἀξίοις παραγίνεται τὸν θεὸν ἐπιφερόμενος, τὸν πάσης ἀρχῆς καὶ τέλους κατὰ φύσιν ἀνώτερον, ποιοῦντα τοὺς ἀρχὴν ἔχοντας κατὰ φύσιν καὶ τέλος ἀνάρχους κατὰ χάριν καὶ ἀτελευτήτους», ἐπεὶ καὶ ὁ μέγας Παῦλος, τὴν χρονικὴν μηκέτι ζῶν ζωήν, ἀλλὰ «τὴν τοῦ ἐνοικήσαντος λόγου θείαν καὶ ἀΐδιον», ἄναρχος γέγονε καὶ ἀτελεύτητος χάριτι, καὶ ὁ Μελχισεδὲκ «οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔσχεν», οὐ διὰ τὴν φύσιν τὴν κτιστήν, δι’ ἣν τοῦ εἶναι ἤρξατο καὶ ἔληξεν, ἀλλὰ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ὑπὲρ πᾶσαν φύσιν καὶ χρόνον ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ. Κτιστὸς οὖν ἦν ὁ Παῦλος μόνον μέχρις ἂν ἔζη τὴν προστάγματι θεοῦ ἐξ οὐκ ὄντων γεγονυῖαν ζωήν· ὅτε δὲ μὴ ταύτην ἔζη, ἀλλὰ τὴν ἐνοικήσει τοῦ θεοῦ προσγενομένην, ἄκτιστος γέγονε τῇ χάριτι, καθὰ καὶ ὁ Μελχισεδὲκ καὶ πᾶς ὁ ζῶντα καὶ ἐνεργοῦντα μόνον τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτῷ κτησάμενος.

Ταῦτ’ ἄρα καὶ ὁ μέγας φησὶ Βασίλειος, ὅτι «τὸ κινηθὲν ὑπὸ πνεύματος ἁγίου κίνησιν ἀΐδιον ζῶον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ, προφήτου, ἀποστόλου, ἀγγέλου, θεοῦ, ὢν πρότερον γῆ καὶ σποδός». Καὶ πάλιν, «διὰ πνεύματος ἁγίου κοινωνὸν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν».

Ὁ δὲ Νύσσης θεῖος Γρηγόριος «ἐκβαίνει» φησὶ «τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος ἀθάνατος ἐκ θνητοῦ καὶ ἐξ ἐπικήρου ἀκήρατος καὶ ἐξ ἐφημέρου ἀΐδιος καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος· ὁ γὰρ θεοῦ υἱὸς γενέσθαι καταξιωθεὶς ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα». Τοιοῦτοι μὲν οὖν οἱ θεοειδεῖς πάντες κατὰ τὴν χάριν ὥσπερ καὶ θεοί. Αὐτὴ δ’ ἡ χάρις ἄκτιστος οὐ κατὰ χάριν—ἔσται γὰρ χάρις χάριτος καὶ ταύτης πάλιν ἄλλη καὶ τοῦτ’ ἐπ’ ἄπειρον οὐ στήσεται προβαῖνον—ἄκτιστος οὖν ὡς ἀληθῶς ἡ χάρις. Τὸν γὰρ κενόφρονα ληρεῖν ἐᾶν, μίμησιν φυσικὴν εἶναι λέγοντα τὴν χάριν ταύτην, ἐπεὶ πολλαί τε καὶ δειναὶ καὶ ἀπὸ τούτου τίκτονται αἱρέσεις καὶ κατὰ τὸν θεῖον πάλιν Μάξιμον «θεώσεως οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, καὶ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ἡ θέωσις ὑπάρχει κατόρθωμα».

Σὺ δὴ φύλαττέ μοι τὴν καλὴν ταύτην τῶν πατέρων παρακαταθήκην ὅτι ἄκτιστος ἡ θεία χάρις ὡς φύσεως ἐνέργεια θεοῦ καὶ κατὰ τὸν ἅγιον Ἰσαὰκ «ὡς δόξα τῆς φύσεως αὐτοῦ». Μόνον δὲ ἄκτιστον εἰπών τις τὸν θεόν, καὶ τὰς αὐτοῦ φυσικὰς ἐνεργείας συμπεριείληφεν ἁπάσας. Τί οὖν ἔτι δεῖ ζητεῖν καὶ διαιρεῖν;