Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Βαρλαάμ: Η ανεπάρκεια της διαλεκτικής μεθόδου στα θεία ζητήματα

Έλεγχος των σοφιστικών συλλογισμών του Βαρλαάμ περί του Θεού, απόρριψη της εφαρμογής φιλοσοφικών κανόνων στη θεολογία και ανάδειξη της πατερικής παράδοσης ως ασφαλούς κριτηρίου αλήθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 15

Ἐμοὶ δὲ γὰρ ἥκιστ’ ἐπὶ νοῦν ἔδοξα θέσθαι τίσιν ἑπόμενος ταῦτα λέγεις, οὓς νῦν αὐτὸς ἐξέφηνας, ὕστερον ἐμοὶ τοίνυν τοῦ μὴ τὰ σὰ διαλέξεώς τε πέρι καὶ ἀποδείξεως εἰρημένα πρὸς Λατίνους κακίζειν, ἀλλὰ τὰ μαρτύρια, κἂν πολλοῖς ἐστιν ἑτέροις ἡμετέροις συγγράμμασι, καὶ μάλιστα πρὸς τοὺς ἀπὸ Θεσσαλονίκης πέρυσι τοῦτ’ ἠρωτηκότας αὐτό, πρὸς οὓς ἀντιγράφοντες ὁμολογεῖν ἀμφοτέροις ἀπεφηνάμεθα, καὶ δεῖγμα τοῦτ’ ἔφημεν εἶναι τῆς ὁμολογίας τὸ προσεῖναι τοῖς παρ’ ἀμφοτέρων λόγοις τὸ εὐσεβές, τὸ κυρίως δ’ ἢ μὴ κυρίως, εἴπερ ἄρ’ ἀμφισβητήσιμον ἔχειν· ἀλλὰ σὺ νῦν ἀγωνίαν οὔ τοι σμικρὰν ἠγωνισμένος διετέλεσας δεῖξαι κατὰ τοῦτο ψευδομένους ἡμᾶς.

Τί τοίνυν ἂν καὶ ἡμεῖς ἕκαστον τῶν διαλεκτικῶν σοι τουτωνὶ συλλογισμῶν, οὓς εὔχῃ κάλλιστά τε καὶ ὀρθώτατα πεποιηκέναι, διακωδωνίσαντες, ἀπηχῆ τινα ἠχὴν ἀναδιδόντας δείξωμεν, κακοτεχνίας ἔμπλεως, μᾶλλον δ’ ἀντὶ τέχνης ἣν αὐχεῖς, ἀτεχνίας ἀναπεφηνότας πλήρεις, καὶ τοσοῦτο δέοντας εἶναι διαλεκτικούς, ὡς μηδὲ συλλογισμοὺς εἶναι, μηδὲ γοῦν σοφιστικούς, μηδὲ σχῆμα ὅλως σώζοντας συλλογισμοῦ. Ἀλλὰ γάρ, ἐπεὶ περὶ τῶν θείων σοι πεποίηνται, τῆς πρὸς ταῦτ’ ὀφειλομένης εὐλαβείας ἕνεκεν, οὐκ ἀναιδῶς καὶ ἀκρατῶς, ὡς αὐτὸς καθ’ ἡμῶν πεποίηκας, καίτοι πρότερον ἡμῖν τὸ ὀρθὸν προσμαρτυρήσας, ἀλλὰ μετριώτερον καὶ κοινότερον καὶ ἐπιτομώτερον συνελὼν καὶ ὑποτεμών, ὡς οἷόν τε, τῷ περὶ τούτων χρήσομαι λόγῳ καὶ κατὰ τὰς ὑπὸ σοῦ σχεδὸν δεδομένας ἀφορμάς, ὅπως σοι λογίζηται καὶ τουτωνὶ τῶν λόγων τὸ αἴτιον.

Ὡς ἂν δὲ καὶ πρὸ τῶν λόγων τούτων ταῦτα δοξάζοντας ἡμᾶς εἰδείης, ἐκεῖνο προθήσω τῶν ἐμῶν, ὃ καὶ αὐτὸς οὐκ οἶδ’ ὅτι παθὼν ἐπῄνεσας, ὥστ’ οὐδὲ τοῦτο ἁπλῶς ἐμόν· «Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός, ὁ μόνος δίκαιος, ὁ μόνος σοφός, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲν οὖν τῶν ἑπομένων τῷ θεῷ ἐπιπλέον εἴη ἂν αὐτοῦ, καὶ αὐτῶν δ’ ἕκαστον μοναδικόν, καὶ ὅ,τι ἂν κατηγοροῖτο τούτων, οὐ καθόλου». Τὸ γὰρ ὑπερούσιον καὶ ὑπεράγαθον καὶ ὑπέρσοφον καὶ ὑπέρφωτον τίνος γε ἄλλου ἢ τῆς ὑπερθέου οὐσίας καὶ σοφίας καὶ ἀγαθότητος καὶ τοῦ φωτὸς ἐκείνου; Πῶς οὖν ἐκ μοναδικῶν γένοντ’ ἂν συλλογισμός, ἄνευ τοῦ καθόλου; Εἰ δὲ συλλογισμὸς οὐκ ἂν γένοιτο, διαλεκτικός, ὦ βέλτιστε, πῶς ἂν γένοιτο; Σοφιστικὸς δ’ ὅμως ἔσται, σχῆμα μόνον ἔχων καὶ φαινόμενος, ἀλλ’ οὐκ ὤν. Καὶ ἡ διαλεκτική σοι τοίνυν, ὡς χνοώδης διεκπεφύσηται, καὶ οἱ σοὶ ἅπαντες συλλογισμοί, εἰ ἄρα καὶ μὴ ἀφίενται τοῦ τῶν συλλογισμῶν ὀνόματος, σοφιστικοί εἰσιν, οὐκ ὄντες, ἀλλὰ φαινόμενοι, μᾶλλον δὲ οὐδὲ τοῦτο, δεδόσθω δ’ ὅμως· αἱ δ’ ἐκ τῶν ἡμῖν ἐνυπαρχόντων λόγων προστιθέμεναι προτάσεις, μὴ οὖσαι αἴτιοι τοῦ συμπεράσματος, πῶς ἂν εἶεν αἴτιοι τῆς πίστεως αὐτοῦ;

Εἰ δὲ συγχωρεῖ, τίς ὁ λόγος καθ’ ὃν διαλεκτικὸν μὲν θέλων ὀνομάζειν τὸν αὐτοῦ συλλογισμόν, τά τε μὴ καθόλου λαμβάνει ὡς καθόλου καὶ τὰς ἐν ἡμῖν ἐννοίας πίστιν παρέχειν τοῖς λογίοις τίθεται καὶ τὸν συλλογισμὸν πίστεως, ἀλλ’ οὐχὶ γνώσεως, αἴτιον ἡγεῖται καὶ ἁπλῶς πάντα συγχωρεῖ τὰ καὶ τῷ λόγῳ τῆς τέχνης μὴ συμβαίνοντα, τοῖς δὲ ἀποδεικτικὸν καλοῦσιν, οὐδὲν οἴεται συγχωρητέον;

Ἔτι, ἐπείπερ ἐν οἷς δοκεῖς ἡμᾶς ἐλέγχειν, τὸ μοναδικὸν φῂς διττὸν καὶ ὁμώνυμον παρ’ οὐδὲν ἄλλο ἢ ὅτι ἄλλως ἐφ’ ἑκάστου τῶν παρ’ ἡμῖν αἰσθητῶν ἔχει καὶ ἄλλως ἐπὶ τοῦ θεοῦ, μάθε ὡς πάντα τὰ ἐπὶ θεοῦ λεγόμενα τοῦτον τὸν τρόπον διττὰ καὶ ὁμώνυμα· οὐδὲν γὰρ τῶν ἐπ’ αὐτοῦ λεγομένων οὕτως ἔχει ὥσπερ ἐφ’ ἑκάστου τῶν παρ’ ἡμῖν, οὐχ ὅπως τῶν αἰσθητῶν ἀλλ’ οὐδὲ τῶν νοητῶν, ὥστ’ ἐν ἅπασί σου τοῖς συλλογισμοῖς παρὰ τὸ διττὸν τοῦτο τοὺς ἀκροωμένους ἐπιχειρεῖς παρακρούεσθαι· σοφιστικοί σοι ἄρ’ εἰσὶν ἅπαντες, ἀλλ’ οὐ διαλεκτικοί. Ἔτι, εἰ μοναδικόν ἐστιν ὁ θεός, καὶ τοιοῦτο μοναδικὸν ὡς μὴ ἐκ πολλῶν ἕν, ἐπὶ δὲ τούτου τοῦ ἑνὸς οὐκ ἔστι τὸ δέ τι εἶναι καὶ ὑποκείμενον, τούτων δ’ ἄνευ πρότασις οὐκ ἔστι· προτάσεως μὴ οὔσης, οὐδὲ συλλογισμὸς ἔσται, μὴ ὅτι διαλεκτικός, ἀλλ’ οὐδὲ σοφιστικός.

Τοὺς σοὺς τοίνυν διαλεκτικούς, οὓς αὐτὸς φῄς, συλλογισμούς, μήτε διαλεκτικούς, μήτε σοφιστικοὺς ἀναφανέντας, τί γε ὀνομάσωμεν; Ἀρρήτους, ἢ καὶ ἀδιανοήτους. Αὐτίκα ὃν φῂς ἀκριβῆ σοι ἐσταμάλιστα συλλογισμόν· «πατρὸς καὶ υἱοῦ μία ἐνέργεια, ὧν μία ἐνέργεια, μία δύναμις, ὧν μία δύναμις, οὐσία καὶ φύσις ἡ αὐτή, πατρὸς ἄρα καὶ υἱοῦ οὐσία καὶ φύσις ἡ αὐτή». Τοῦτον δὴ προβαλλομένοις ἀπόκριναι πυνθανομένοις· ἄλλος μὲν γάρ τις τοῦτον οὕτως ἐκτιθέμενος, οὐκ ἂν εὐθύνοιτο παρ’ ἡμῶν· ὡς δὲ σόν, ἀπὸ τῶν σῶν ἐτάσομεν. Ὧν γάρ, τίνων λέγεις; Εἰ μὲν γὰρ ἁπάντων, μὴ καὶ λίαν πλημμελές· τὰ γὰρ ὑπεξῃρημένα πάσης πληθύος ταύτῃ δι’ αὐτοῦ συντάττεις καὶ ἀπὸ τῶν κτιστῶν περὶ τῆς ἀκτίστου φύσεως διδάσκειν ἀξιοῖς. Ἔτι δὲ καὶ διὰ τοῦ διττοῦ τῆς ἐνεργείας τρόπου σοφιστικῶς ἡμᾶς ἐπιχειρεῖς παρακρούεσθαι· καὶ γὰρ οὐδ’ αὐτὸς ἂν φαίης οὕτως εἶναι μίαν δύναμίν τε καὶ ἐνέργειαν υἱοῦ τε καὶ πατρός, ὡς ἐμοῦ τε καὶ σοῦ μία ἐστὶν ἐνέργειά τε καὶ δύναμις. Εἰ δ’ οὐ πάντων, πῶς οὐκ ἀσυλλόγιστος ὁ ἀκριβέστατος οὗτός σου συλλογισμός, ἐστερημένος τοῦ καθόλου; Πρὸς δὲ τούτῳ καὶ τὸ ἐν ἀρχῇ αἰτεῖται διὰ ταὐτολογίας δυνάμει προαγόμενος.

Θέλεις ἔτι διαβασανίσωμεν τὸν διαφερόντως τοῦτον ἠκριβωμένον σοι συλλογισμόν; Ἀλλ’ ὀκνῶ εὖ ἴσθι μακρηγορεῖν πρὸς οὐδὲν κέρδος ἥκιστα ἐθέλων· ἀλλ’ εἴπερ ὁ πρὸς ἀκρίβειαν οὖτος λίαν ἐκπεπονημένος σοι συλλογισμός, καίτοι πρὸς ὀλίγον βεβασανισμένος, ἐριστικὸς ἀναπέφηνε καὶ ἀσυλλόγιστος, τί γ’ ἂν ὑποσταῖεν οἱ μὴ πρὸς τοῦτό σοι ἀκριβείας ἥκοντες, ἀκριβεῖ βασάνῳ παραδεδομένοι; Σὴν δ’ ὅμως χάριν τὸ νῦν ἔχον ἀνεξέταστοι κείσθωσαν· ὁρᾷς ὅσα σοι πάλιν ἐγὼ τῷ ἀχαρίστῳ χαρίζομαι;

Τὸ δὲ συμπέρασμά σοι τοῦ παντὸς μᾶλλον ἠκριβωμένου τουτουὶ μικρὸν ἔτι προσθεωρήσωμεν, ἵν’ ἐξελέγξω σε κατὰ σὲ καὶ εἰς ἔργον ἐκβῇ τὸ σολομώντειον ἔπος· «ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν». Τί δὴ τὸ ἐκ τοῦ ἀκριβεστάτου τῶν συλλογισμῶν ἀκριβέστατον συμπέρασμα; «Πατρὸς καὶ υἱοῦ μία φύσις καὶ οὐσία ἐστί»· τούτῳ δὲ ταὐτὸν εἰπεῖν· «εἰς θεὸς ὁ πατὴρ καὶ ὁ υἱός»· τοῦτο δὲ τίς οὐκ οἶδεν, ὡς ἀπόφανσίς ἐστιν ὑπὸ τῶν ἁγίων πατέρων ἡμῖν ἀποφανθεῖσα;

Καὶ τοίνυν ἄκουσον τῶν σαυτοῦ κατὰ σαυτοῦ λόγων· «ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ’ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων, ὅσαι ἡμῖν περὶ τῶν θείων ὑπὸ τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν· οὐδεμίαν ἄρα χρὴ ἐκ συλλογισμοῦ λαβεῖν»· ἰού, ἰού, καὶ ὁ μαθηματικώτατος ὡς ἀμαθής· ὁ γὰρ ταῦτα λέγων σὺ καὶ ἡμᾶς ὀνομάζων ἀφ’ ὧν ἀρτίως ἀκούεις τὸν πατέρα μόνον προβολέα πνεύματος διὰ συλλογισμοῦ δεικνύντας, ὅτι ὁ πατὴρ καὶ ὁ υἱὸς εἷς ἐστι θεός, ὃ παντὸς μᾶλλον αὐτόθεν ἐστὶ πιστὸν καὶ οἱ πατέρες ἀπεφήναντο, διὰ συλλογισμοῦ δεῖξαι ἐπειράθης καὶ τὸν ἀκριβέστατον ἁπάντων τοῦτόν σοι φῂς συλλογισμόν, καίτοι οὐδ’ ὑπὸ τῶν πατέρων πρώτων ἀπεφάνθη τοῦτο, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἑνὸς τῆς θεαρχικῆς τριάδος καὶ θεοῦ τῶν πατέρων Ἰησοῦ, ὅς φησιν, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἂν» καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Εἰ δ’ αἱ τῶν πατέρων ἀποφάνσεις αὐτόπιστοι, πόσῳ μᾶλλον αἱ τοῦ κυρίου τῶν πατέρων· κατὰ τοσοῦτο τοίνυν, μᾶλλον κατὰ τὰς σὰς περὶ τῶν τοιούτων ἀποφάνσεις καὶ ὁ τοῦτο διὰ συλλογισμοῦ πειρώμενος δεικνύειν ἀπαίδευτος, εἰ μή τι καὶ τῶν ἀπαιδεύτων πλέον.

Ἀλλὰ μὴ χαλέπαινε τὰς σαυτοῦ γνωρίζων φωνὰς οὐ παρ’ ἡμῶν ἀντιπροσαγομένας ἀνταποδιδόντων, ἀλλ’ ἐκ τῶν σῶν λόγων ἐκβαινούσας· ὃ γὰρ τὴν ἀρχὴν εἶπον, κατ’ αὐτὸς σαυτοῦ γέγραφας, διὰ τοιούτων πειραθεὶς ἀνατρέπειν τὰ ἐμά, δι’ ὧν οὐδὲν ἂν ἧττον καὶ τὰ σά τις ἀνατρέψειε πάντα, καὶ οὐ τὰ σὰ μόνον, ἵνα σοι καί τινα ψυχαγωγίαν ἐπινοήσωμεν, ἀλλὰ καὶ πάνθ’ ἁπλῶς ἂν δόξαι τὰ περὶ θεοῦ καὶ τῶν θείων λογικῶς δεικνύμενα, καὶ πάντας τοὺς εἰπόντας καὶ τοὺς μέλλοντας ἐρεῖν. Ἀπὸ τῆς αὐτῆς σχεδὸν παρασκευῆς καὶ οἱ ἔξω κατὰ τῶν ἡμετέρων ἐχώρησαν, οὐδαμῇ δ’ ὅμως ἴσχυσαν, ἀλλ’ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν», θνητούς, ἵν’ οὕτως εἴπω, κανόνας τοῖς περὶ τοῦ ἀθανάτου λόγοις προσάγοντες, ὧν σὺ τοὺς προστάτας τῶν κατ’ ἐκείνους δογμάτων ὡς «τὴν θείαν ὑπεροχὴν κατανενοηκότας» ἄγασαι, τὴν καὶ αὐτοῖς τοῖς διὰ τὸ περιὸν τῆς νοήσεως πολυομμάτοις χερουβὶμ ἀκατανόητον οὖσαν. Διὰ τοῦτό μοι καὶ νῦν ἀντιγράψαι τῶν ἀπαραιτήτων ἐφάνη καὶ λυσιτελεστάτων, ὡς ἂν καὶ σὺ σεαυτοῦ γένοιο σοφώτερος ἐξ ἡμῶν τῶν ἀσόφων ἀφορμὴν λαβών, καὶ τὰ σὰ συγκινδυνεύοντα τοῖς ἐμοῖς, εἴπερ ἄρα δυναίμην, ἐξέλωμαι τοῦ κινδύνου καὶ σὲ πείσω τῇ τῶν πατέρων ἰδιωτείᾳ μᾶλλον ἢ Πλάτωνι καὶ τῷ Νικομάχου τὸν νοῦν προσέχειν.

Ἐκεῖνοι μετὰ τῆς μωρίας τοῦ εὐαγγελίου τοῦ διδασκαλείου τῆς θεολογίας ἀσφαλεῖς προστάται, τοῦ τῆς ἀληθοῦς σοφίας πνεύματος τοῖς πνεύμασι τούτων ἐφιζάνοντος καὶ ‘διδακτοὺς θεοῦ’ ποιοῦντος τοὺς αὐτοῖς φοιτῶντας, οἳ κἄν τι τῶν θύραθεν οὐκ ἀπηχὲς ᾖ καὶ τοῦτ’ εἰσποιοῦνται καὶ ἐναρμόζονται τῇ ἐμμελείᾳ τοῦ πνεύματος, ὧν εἰ θέλεις ἀκοῦσαι τίνα λέγουσιν ἀπόδειξιν θείαν, καὶ οὐχ ἁπλῶς ἀπόδειξιν, ἀλλὰ καὶ συλλογιστικὴν ἀπόδειξιν, ἀνὰ χεῖρας λάβε τὴν Δογματικὴν πανοπλίαν· ἐκεῖ γὰρ ὄψει ταύτην ἐπιγεγραμμένην πολλαχοῦ καὶ τὸν λόγον ὑπαναγνοὺς ὃς ἐνέχει τουτὶ τοὐπίγραμμα συλλογισμὸν εὑρήσεις ἁπανταχοῦ· ἐκεῖ καὶ συλλογιστικὴ ἀπόδειξις ὅτι εἷς ἐστι θεὸς ἀκούσῃ καὶ παύσῃ καταιτιώμενος ἡμᾶς εἰπόντας, εἰ μὴ ἄρα σὺν αὐτοῖς, καίτοι τὸ ‘εἷς ἐστι θεὸς’ παντὸς μᾶλλον θεοπαράδοτός ἐστιν ἀπόφανσις, «κύριος γάρ», φησίν, «ὁ θεός σου, κύριος εἷς ἐστιν»· εἰ γοῦν βουλομένοις ἦν αὐτοῖς τὰς ἀποφάνσεις ἁπλῶς λέγειν ‘ἀποδείξεις’, τούτῳ ἂν τὴν ἀπόδειξιν ἐπέγραφον, οὐ τοῖς ἐξ ὧν αὐτὸ συλλογιστικῶς συνήγαγον.

Ἐκεῖ τοίνυν, μηδὲ γὰρ ἐπιτίθεσθαί σοι προθυμούμενος, καίτοι πολλαῖς ἀνάγκαις ἐκκαλεσαμένῳ νῦν εἰς τοῦτο, πρὸς τὸ παιδαγωγεῖον τῶν πατέρων ἀναβιβάσαι σε διενοήθην· ἐκεῖ τοιγαροῦν εἴσῃ καὶ πῶς καὶ τίνα τὰ περὶ θεὸν καὶ τίνι τρόπῳ μὴ πάντα λέγειν θείας οὐσίας βιασθήσῃ, ὃ νῦν ἔπαθες, συμβεβηκὸς ἐπὶ θεοῦ ἐκφεύγειν λέγειν προαιρούμενος καὶ τὴν τῆς ἀποφυγῆς ὁδὸν μὴ ἐπιστάμενος· ἐκεῖ καὶ πίστιν εὑρήσεις διαφέρουσαν ἐπιστήμης καὶ γνῶσιν πίστεως ἕτερον τρόπον· ἐκεῖ καὶ γνωστὸν γνώσῃ θεοῦ ἥκιστ’ ἐπὶ πίστεως ἐκλαμβανόμενον, ὡς καὶ Παῦλος ὁ μέγας καὶ τοῖς ἐκτὸς πίστεως πεφανερῶσθαι λέγει «τὸ γνωστὸν τοῦ θεοῦ», ὃ λεγόντων ἡμῶν, σὺ τὸ πιστεύειν λέγειν ᾠήθης ἐπίστασθαι. Ταῖς οὖν ἐκεῖ συνειλεγμέναις τῶν πατέρων φωναῖς οὐκ ἀνήσω καὶ φρονῶν καὶ λέγων συνῳδά· λέγουσι δ’ αὗται λίαν ἐναργῶς ἐν τοῖς ἐπιγράμμασιν, ὡς ἔφημεν, εἰ μὴ ἄρα μετὰ προσδιορισμοῦ τινος, οὐ τὴν ἀπόφανσιν ὡς αὐτόπιστον ἀπόδειξιν, ἀλλὰ τὸν συλλελογισμένως προαγόμενον λόγον, ὡς ἔχοντός τι τοῦ συλλογισμοῦ καὶ πρὸς τὴν ἀπόδειξιν οἰκειότερον· εἰ γὰρ μὴ τοῦτ’ ἦν, καὶ πᾶσαν ἀπόφανσιν ἀπόδειξιν ἂν ἐπέγραφον· ἀμεταπείστως γὰρ καὶ πρὸς αὐτὰς ἔχομεν οἱ τοῖς πατράσιν ἑπόμενοι.

Τὸ γοῦν θεῖον, ὦ θαυμάσιε, κρεῖττον παντὸς ὑπάρχον νοῦ καὶ λόγου, καὶ ὑπὲρ τὴν διαλεκτικήν ἐστιν, ὑπεροχικῶς γὰρ ἐξῄρηται φαντασίας τε καὶ δόξης, καὶ ὑπὲρ τὴν ἀποδεικτικήν· ἐπαφὴ γὰρ αὐτοῦ οὐκ ἔστιν οὔτε ἐπιστήμη, καὶ ὅλως ὑπὲρ τὴν συλλογιστικὴν πᾶσαν ἔφοδόν ἐστιν· ἀλλὰ συλλογίζεσθαι περὶ τῶν θείων ἔργῳ ὑπὸ τῶν πατέρων ἐδιδάχθημεν. Πῶς οὖν τούτους τοὺς συλλογισμοὺς προσαγορεύσωμεν; Ὡς οἱ διδάξαντες πάντως, εἰ μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλὰ θειωδῶς τὰ θεῖα μέτιμεν ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως· ‘ἀποδεικτικοὺς’ δ’ ὠνόμασαν ἐκεῖνοι, καθάπερ ἀνωτέρω δέδεικται. Τί τοιγαροῦν ἔκτοπον ἐργάζομαι φίλος, εἰ φίλα τοῖς πατράσι προαιρούμενος πράττειν τὸν βοηθοῦντα πανταχόθεν ὡς ἐνὸν ἐρανίζομαι λόγον, οὐκ ἀγνοῶν ὡς Ἀριστοτέλει καὶ τῷ τοῦ Ἀρίστωνος οὐ συνδοκεῖ, ἀλλὰ προτιθεὶς τὰ τοῖς πατράσι δόξαντα τῆς ἐκείνων λογολεσχίας, καὶ εἰδὼς ὡς ἡ ἐν ἐκείνοις γνῶσις περὶ τῶν θείων οὐκ ἀσφαλής, εἰ καὶ σοὶ κακῶς εὖ ἴσθι μὴ τοῦτο συνδοκεῖ, καίτοι μεθ’ ἡμῶν τεταγμένῳ καὶ τῆς αὐτῆς ἀντεχομένῳ πίστεως;