Ὡς ἂν δὲ καὶ πρὸ τῶν λόγων τούτων ταῦτα δοξάζοντας ἡμᾶς εἰδείης, ἐκεῖνο προθήσω τῶν ἐμῶν, ὃ καὶ αὐτὸς οὐκ οἶδ’ ὅτι παθὼν ἐπῄνεσας, ὥστ’ οὐδὲ τοῦτο ἁπλῶς ἐμόν· «Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός, ὁ μόνος δίκαιος, ὁ μόνος σοφός, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲν οὖν τῶν ἑπομένων τῷ θεῷ ἐπιπλέον εἴη ἂν αὐτοῦ, καὶ αὐτῶν δ’ ἕκαστον μοναδικόν, καὶ ὅ,τι ἂν κατηγοροῖτο τούτων, οὐ καθόλου». Τὸ γὰρ ὑπερούσιον καὶ ὑπεράγαθον καὶ ὑπέρσοφον καὶ ὑπέρφωτον τίνος γε ἄλλου ἢ τῆς ὑπερθέου οὐσίας καὶ σοφίας καὶ ἀγαθότητος καὶ τοῦ φωτὸς ἐκείνου; Πῶς οὖν ἐκ μοναδικῶν γένοντ’ ἂν συλλογισμός, ἄνευ τοῦ καθόλου; Εἰ δὲ συλλογισμὸς οὐκ ἂν γένοιτο, διαλεκτικός, ὦ βέλτιστε, πῶς ἂν γένοιτο; Σοφιστικὸς δ’ ὅμως ἔσται, σχῆμα μόνον ἔχων καὶ φαινόμενος, ἀλλ’ οὐκ ὤν. Καὶ ἡ διαλεκτική σοι τοίνυν, ὡς χνοώδης διεκπεφύσηται, καὶ οἱ σοὶ ἅπαντες συλλογισμοί, εἰ ἄρα καὶ μὴ ἀφίενται τοῦ τῶν συλλογισμῶν ὀνόματος, σοφιστικοί εἰσιν, οὐκ ὄντες, ἀλλὰ φαινόμενοι, μᾶλλον δὲ οὐδὲ τοῦτο, δεδόσθω δ’ ὅμως· αἱ δ’ ἐκ τῶν ἡμῖν ἐνυπαρχόντων λόγων προστιθέμεναι προτάσεις, μὴ οὖσαι αἴτιοι τοῦ συμπεράσματος, πῶς ἂν εἶεν αἴτιοι τῆς πίστεως αὐτοῦ;