Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Δ΄, Κεφάλαια 9-16: Η θεογνωσία μέσω των άκτιστων ενεργειών και η πνευματική θεοπτία

Ανάλυση της διαφοράς μεταξύ της φυσικής γνώσης του Θεού και της άρρητης πνευματικής θεοπτίας, με εκτενείς αναφορές στην πατερική διδασκαλία περί της μετασκευής των αισθήσεων των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 21

Κεφ. θʹ. Ὅτι τὸ μὴ γινώσκεσθαι τὸν θεὸν ἐκ φυσικῆς ἐμφάσεως οὐκ ἀναιρεῖ τὸ γινώσκεσθαι αὐτὸν ἐκ τῶν θείων αὐτοῦ προόδων καὶ ἐνεργειῶν· ἐν ᾧ κτιστὴν τὴν θείαν πρόνοιαν καὶ καταληπτὴν τὴν θείαν φύσιν ὁ Ἀκίνδυνος ἐλέγχεται ποιῶν. Τὸ δ’ ἐκ φυσικῆς ἐμφάσεως μηδενὶ διαγινώσκεσθαι θεόν, ἀληθὲς μέν, αὐτῷ δὲ πρὸς τὴν δυσσέβειαν ἥκιστα συντείνει.

Οὐ γὰρ ταυτὸ κατάληψίς τε καὶ μετάληψις, καὶ ταῦθ’ ὑπερφυής, κἂν Ἀκίνδυνος οἴηται φρενοβλαβῶς, μηδ’ ἐκεῖνο βαλλόμενος ἐπὶ νοῦν, ὡς ἡ μὲν ἀπηγόρευται πᾶσιν, ἡ δ’ ἐπήγγελται τοῖς ἀξίοις. Ὅτι δ’ οὗτος διαστολὴν οὐκ οἶδεν ἀπολαύσεως καὶ καταλήψεως, ἐντεῦθεν δῆλον. Περὶ γὰρ τῆς ἐπ’ ὄρους τοῦ ἀπορρήτου φωτὸς δι’ ὀφθαλμῶν σώματος ἀπορρήτου θέας, ταυτὸ δ’ εἰπεῖν ἀπολαύσεως, ἐνταῦθα ποιούμενος τὸν λόγον τὰ περὶ τῆς κατὰ νοῦν γνωστικῆς θεωρίας εἰρημένα τοῖς ἁγίοις, ὡς περὶ τῆς ἀπολαύσεως ἐκείνης εἰρημένα προεκόμισεν. Ἀλλαχοῦ δὲ τὰ περὶ τῆς κατὰ διάνοιαν τοιαύτης θεωρίας εἰρημένα προθείς—ὡς ὑπερβαίνει τὴν γνῶσιν ἡ ζωοποιὸς ζωή, τὸ δὲ καταλαμβανόμενον πᾶν οὐκ ἔστι ζωοποιὸς ζωή—ταῦτα προθεὶς εὐθὺς ἐπιφέρει πάλιν τὴν δι’ ὀφθαλμῶν ἐνθέων τοῦ θείου φωτὸς ἀπόλαυσιν ἐκείνην γράφων· «καὶ εἰ τὸ καταλαμβανόμενον πᾶν ζωὴ οὐκ ἔστιν οὐδὲ ζωῆς παρεκτικὸν τοῖς κατὰ Μωσέα τὴν ἀρετήν, πῶς ἔστι τις θεότης ἄκτιστος ὀφθαλμοῖς ὁρωμένη σωματικοῖς ὁπωσδήποτε;» τοῦτο λέγων ἄντικρυς, ὡς εἰ μὴ καταλαμβάνει τις τῇ διανοίᾳ, πῶς τοῖς ὀφθαλμοῖς ὁρᾷ, ὡς ἄρα νοήσεως οὔσης τῆς ὁράσεως, καὶ ταῦτα τῆς δι’ ὀφθαλμῶν καὶ ὀφθαλμῶν σώματος, ἵνα μὴ λέγω καὶ τῆς τοῦ θείου πνεύματος θείας χάριτος καὶ δυνάμεως εὐμοιρηκότων, ὡς καὶ ὀφθαλμοὺς ἑτέρους εἰληφέναι τοὺς κατ’ αὐτὴν ὁρῶντας μαρτυρεῖσθαι;

Δῆλος μὲν οὖν οὗτος ἀλλήλαις ἐπιστρατεύων καὶ δι’ ἀμφοτέρων ἀλλήλας ἀναιρῶν, ἅτε μηδεμίαν εἰδὼς διαστολὴν καταλήψεως καὶ μεταλήψεως θείας· ἀλλὰ καὶ δῆλός ἐστι μηδεμιᾶς ποτε τούτων, οὐδὲ γοῦν ἐφ’ ὅσον τοῖς μεμυημένοις πᾶσιν ἔξεστι καὶ ἐγχωρεῖ, γεγονὼς ἐπιτυχής· οὐ γὰρ ἂν οὕτω τὴν τηλικαύτην καὶ περὶ τηλικαῦτα παντάπασιν ἠγνόησε διαφοράν. Τίς γὰρ λογισμοῖς ἔγνω τί τὸ φῶς ἐκεῖνο; Τὶς δὲ τῶν ἀπολαυσάντων ὡς ἐν ἀρραβῶνος μέρει τοῦ φωτὸς ἐκείνου τῆς αἰωνίου ζωῆς, τίς ποτέ ἐστιν ἡ φωτοειδὴς ἔλλαμψις ἐκείνη διαγνῶναι ἰσχυρίσατο; Ὁπότε κατὰ τὸν θεῖον Μάξιμον, «καὶ αὐτὸς ὁ τρόπος καθ’ ὃν ὁ θεὸς μετέχεται μένει διηνεκῶς τοῖς πᾶσιν ἀνέκφαντος»· «ἡ γὰρ θεία ζωὴ καὶ ἀνεννόητος», κατὰ τὸν αὐτὸν πάλιν, «εἰ καὶ ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατὰ χάριν μετέχουσιν, ἀλλ’ οὐ κατάληψιν· μένει γὰρ ἀεὶ κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν», καὶ «τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν. Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπεὶ μηδὲ θεοῦ καταληπτικόν· μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης».

Καὶ τοῦτο μέντοι προσῆκε σκοπεῖν, ὡς οὐκ εἶπεν ὁ θεῖος Μάξιμος μηδενὶ διαγινώσκεσθαι θεὸν ἐκ τῶν φυσικῶν αὐτοῦ προόδων καὶ ἐνεργειῶν, ἀλλ’ «ἐκ φυσικῆς ἐμφάσεως», τουτέστιν ἐκ τῶν ἐμφαινόντων αὐτοῦ τὴν φύσιν ἥτις ἐστί. Διὸ οὐδὲ μὴ γινώσκεσθαι εἶπεν, ἀλλὰ μὴ διαγινώσκεσθαι, τὴν ἐκ φυσικῆς ἐμφάσεως ἀκριβῆ παρ’ ἡμῶν τοῦ θεοῦ κατάληψιν ἀπαγορεύων. Ἐκ γὰρ τῶν φυσικῶν ἐνεργειῶν τοῦ θεοῦ, τῆς προνοίας, τῆς φιλανθρωπίας, τῆς ἀγαθότητος καὶ τῶν ὁμοίων, ὅτι ἔστιν, ἀλλ’ οὐχ ἥτις ἐστὶν ἡ θεία φύσις ἡμῖν γινώσκεται· τὰς δὲ τοῦ θεοῦ τοιαύτας ἐνεργείας ἐκ τῶν εἰς ἡμᾶς γινομένων κατανοοῦμεν, εἰ καὶ ἀμυδρῶς, πρὸς τὴν ὑπερέχουσαν πάντα νοῦν μεγαλειότητα ἐκείνην. Τῷ δ’ Ἀκινδύνῳ τοιαύτη τις ἡ θαυμασία σύνεσις καὶ παραίνεσις μηδενὶ διαγινώσκεσθαι θεὸν ἐκ τῆς αὐτοῦ προνοίας καὶ φιλανθρωπίας—τῷ γὰρ θεῷ φυσικῶς πρόσεστιν ἡ πρόνοια—μηδενὶ δ’ ἐκ τῶν φυσικῶς προσόντων γινώσκεσθαι θεόν φησιν, εἰ μὴ καὶ τὴν ἐπὶ πάντα πρόνοιαν κτιστὴν ἐρεῖ, τῶν φύσει τῷ θεῷ προσόντων κακῶς ἀποτεμνόμενος, ἐπειδήπερ ἐξ αὐτῆς ὁ θεὸς γινώσκεται, παρ’ οὐδενὸς μέντοι τῶν προσόντων αὐτῷ φύσει κατ’ αὐτόν.

Μᾶλλον μὲν οὖν καὶ λέγει, καὶ σφόδρα λέγει, καὶ διὰ πολλῶν κατασκευάζει κτιστὴν εἶναι τὴν θείαν πρόνοιαν, μόνην εἶναι δογματίζων ἄκτιστον τὴν φύσιν τοῦ θεοῦ, πᾶσαν δὲ ἐνέργειαν αὐτοῦ διαφέρουσαν ὁπωσοῦν τῆς φύσεως αὐτοῦ κτιστήν. Ὅτι δὲ καὶ γινώσκεται παρ’ ἡμῶν ἡ θεία πρόνοια καὶ τῆς θείας φύσεως διενήνοχε, παραστήσει δι’ ὀλίγων ὁ μέγας Βασίλειος γράφων· «τὴν πρόνοιαν τοῦ θεοῦ εἰδέναι λέγομεν, ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, οὐκ αὐτὴν τὴν οὐσίαν». Ἐπεὶ τοίνυν πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστὸν εἶναι δογματίζει ὁ Ἀκίνδυνος καὶ μηδὲν τῶν ὑφ’ ἡμῶν γινωσκομένων ἐν τοῖς ἀκτίστοις τίθεται, φανερὸν ὅτι τὴν θείαν πρόνοιαν κτιστὴν ἡγεῖται. Καὶ ἡ πρόφασις· ἵνα μὴ μετὰ τῆς παντάπασιν ἀκαταλήπτου φύσεως καὶ πρόνοιαν ἔχων καὶ δικαιοσύνην ἄκτιστον ὑφ’ ἡμῶν γινωσκομένην, σύνθετος εἴη ὁ θεὸς αὐτῷ καὶ πολλὰ γένοιτο τὰ ἄκτιστα καὶ πολλοὶ διὰ ταῦτα γένοιντο θεοί, μείζονές τε καὶ ἐλάττονες, οἵους αὐτὸς ἀπαριθμεῖται καθ’ ἡμῶν. Ἡμεῖς δ’ ἕνα σέβομεν ἄκτιστον θεόν, ὃν οὗτος εἰς κτιστὰ καὶ ἄκτιστα κατατεμὼν καὶ ἄθεος ὄντως διθεΐτης γεγονώς, εἶθ’ ἡμῶν καταψεύδεται τὴν διθεΐαν, ἅτε μηδὲν εἰς κτίσμα κατασπᾶν ἀνεχομένων τῶν τῷ θεῷ προσόντων φυσικῶς.

Καὶ γὰρ ἡμεῖς οὐ κατ’ οὐσίαν μόνον τὸν θεὸν ἄκτιστόν φαμεν, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς δυνάμεις καὶ κατὰ τὰς ἐνεργείας· καὶ τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τὴν περὶ ἡμᾶς ἀγαθότητα καὶ τὴν ἐπὶ πάντα πρόνοιαν καὶ ἁπλῶς πάντα τὰ τοιαῦτα οὐκ οὐσίας ἐδιδάχθημεν εἶναι οὐδὲ ὑποστάσεις, ἀλλ’ ἐνεργείας περὶ τὸν θεὸν θεωρουμένας, ἀχωρίστους τῆς φύσεως αὐτοῦ, ταυτὸν δ’ εἰπεῖν ἀκτίστους· τῶν γὰρ φύσει προσόντων τῷ θεῷ κτιστὸν οὐδὲν καὶ ἐκτὸς θεοῦ ἄκτιστον οὐδέν. Ἀλλὰ καὶ τῆς ἐκ θεοῦ καὶ ἐν θεῷ προνοίας ἐν μεθέξει τε καὶ ἐπιγνώσει γεγονότες καὶ ἀεὶ γινόμενοι καὶ πρὸς αὐτὴν ὁρῶντες, ἀπὸ ταύτης τὸν θεὸν ἡμῶν γινώσκομεν, ἀλλ’ οὐκ ἀπὸ τῆς ὑπὲρ πᾶσαν ἔκφρασιν καὶ μέθεξιν καὶ κατάληψιν οὐσίας. Ὁ δ’ Ἀκίνδυνος ἐκ τῶν εἰς ἡμᾶς γινομένων οὐ τὴν θείαν πρόνοιαν ἀλλὰ τὴν θείαν φύσιν φησὶ γινώσκεσθαι, καὶ καταληπτὴν οὕτω τιθέμενος τὴν θείαν φύσιν, οἴεται φρενοβλαβῶς τῷ ἀκαταλήπτῳ τοῦ θεοῦ συνίστασθαι. Τοῦτο δὴ θέλων παραστῆσαι, ὡς οὐκ ἀπὸ τῆς αὐτοῦ προνοίας τὸν θεὸν γινώσκομεν, τὸν πολὺν τὰ τὰ θεῖα Μάξιμον ἡμῖν προήνεγκε γράφοντα, «μηδενὶ διαγινώσκεσθαι θεὸν ἐκ φυσικῆς ἐμφάσεως», φυσικὴν ἔμφασιν ἀφρόνως οἰόμενος τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα καὶ τὴν φιλανθρωπίαν καὶ ἁπλῶς πάσας τὰς ἀκτίστους καὶ θείας ἐνεργείας, ἀφ’ ὧν ὁ ἐνεργῶν ἀποδείκνυται, ἀλλ’ οὐχ ἡ τοῦ ἐνεργοῦντος φύσις.

Ὁ δὲ θεῖος Μάξιμος πολλοῦ δεῖ τοιαῦτα φρονεῖν ἢ παραινεῖν· καὶ γὰρ αὐτός ἐστιν ὁ φάσκων, «τὸ ὢν καὶ τὸ ἀγαθὸς καὶ τὸ θεὸς καὶ τὸ δημιουργὸς καὶ τὰ τοιαῦτα, ἐμφαντικὰς εἶναι προσηγορίας τῶν περὶ τὸν θεὸν θεωρουμένων, οὐδενὸς μέντοι τῶν κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλωτικάς.

Τινὰ μὲν γὰρ πρέποντα τῇ θείᾳ φύσει σημαίνουσιν, οὐκ αὐτὴν δὲ τὴν θείαν φύσιν σημαίνουσι». Συνηγορείτω δὲ τούτῳ νῦν ὑπ’ Ἀκινδύνου διαβαλλομένῳ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος «κἂν τῆς ἡμετέρας», λέγων, «ζωῆς τὴν αἰτίαν λογισώμεθα, ὅτι οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν ὁ θεὸς εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου ἑωρακέναι λέγομεν τὸν θεόν, τῆς ἀγαθότητος, οὐ τῆς οὐσίας ἐν περινοίᾳ γινόμενοι. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων πάντων· ὁ γὰρ ἀόρατος τῇ φύσει ὁρατὸς ταῖς ἐνεργείαις γίνεται ἔν τισι τοῖς περὶ αὐτὸν ἰδιώμασι καθορώμενος».

Οὐκ ἄρ’ ὁ σοφὸς τὰ θεῖα Μάξιμος μηδενὶ διαγινώσκεσθαι θεὸν ἐκ τῶν φυσικῶν αὐτοῦ φησι προόδων, δηλαδὴ ἐνεργειῶν, ἀλλὰ μηδενὶ διαγινώσκεσθαι θεὸν ἐκ τῶν αὐτοῦ τὴν φύσιν ἐμφαινόντων ἥτις ἐστίν, ἀφ’ ἧς ἐκείνη πρόεισιν ἡ πρόνοια καὶ διαφοιτᾷ πρὸς πάντα καὶ τῆς ἐν αὐτῇ μονῆς ἀνεκφοιτήτως ἔχεται.

Δοκεῖ μέντοι ὁ Ἀκίνδυνος ἐν τοῖς αὐτῷ συγγεγραμμένοις εἰς τὰ τοῦ θείου Μαξίμου Κεφάλαια—οὗ δὴ καὶ ταῦτα τὰ περὶ θεὸν οὐσιωδῶς θεωρούμενα δυσσεβῶς ὁμοῦ καὶ ἀμαθῶς, «πλῆθός τι πολυάριθμον οὐσιῶν εἶναι καὶ ὑποστάσεών» φησι «πρὸ τῶν ἀγγέλων ἐν αἰῶνι κτισθέντα καὶ περὶ τὸν θεὸν θεωρούμενα πρὸ τῶν κτισμάτων πάντων», ὃ καὶ φθάσαντες ἔν τε τῷ δευτέρῳ λόγῳ κἀν τοῖς ἐπιστολιμαίοις λόγοις διηλέγξαμεν—· δοκεῖ τοίνυν ἐν τούτῳ τῷ συγγράμματι καὶ τὸ μηδενὶ ληπτὸν γίνεσθαι τὸ θεῖον ἐκ τῶν φυσικῶς αὐτῷ προσόντων διαρκέστερον κατασκευάζειν. Ἐπεὶ τοίνυν πανταχόθεν τῶν αὐτοῦ λόγων ἐκλεγόμενος ὁ ἡμέτερος λόγος τοῖς εὐτονωτέροις τῶν κατὰ τῆς εὐσεβείας ἐπιχειρημάτων πρὸς ἀντιπαράταξιν συμπλέκεται, φέρε καὶ ταῦτ’ ἐκεῖθεν μεταλαβόντες ἐνταῦθα νῦν ἀνετάσοντες προθώμεθα.

Κεφ. ιʹ. Ἕτεραι ῥήσεις Ἀκινδύνου καὶ μαρτυρίαι τῶν ἁγίων παρ’ αὐτοῦ κακῶς ἐκλαμβανόμεναι, παριστᾶν ἐπιχειροῦντος μὴ εἶναι τὸν θεὸν κατ’ οὐσίαν μὲν ἀκατάληπτον, ἀπὸ δὲ τῶν οἰκείων ἐνεργειῶν ἐπιγινωσκόμενον.

Προθεὶς τοίνυν κἀκεῖ τὸ τοῦ μακαρίου Μαξίμου κεφάλαιον, ἐν ᾧ φησιν, «εἷς διὰ πάσης τῆς κατὰ λόγον τε καὶ νοῦν θεωρητικῆς δυνάμεως καὶ ἐπιστήμης ἀναφαίνεται θεός, πάσης ἀπειρίας ὑπάρχων ἐπέκεινα, καὶ μηδενὶ καθόλου τῶν ὄντων καθ’ ὁτιοῦν ληπτός, πλὴν τοῦ διὰ πίστεως μόνον γινώσκεσθαι, καὶ τοῦτο ἐκ τῶν αὐτοῦ ποιημάτων, ὅτι ἔστιν, οὐχ ὅ,τί ποτέ ἐστι διεγνωσμένος, καὶ παντὸς αἰῶνος καὶ χρόνου καὶ πάντων τῶν ἐν αἰῶνι καὶ χρόνῳ ποιητής τε καὶ δημιουργός, οὐδὲν τὸ παράπαν ἐξ ἀϊδίου καθ’ οἱονοῦν τινα τρόπον αὐτῷ συνεπινοούμενον ἔχων»· τοῦτο τοίνυν προθεὶς ὁ Ἀκίνδυνος, ἵνα δοκοίη τῷ ἁγίῳ συνᾴδων, καὶ τούτῳ τῷ τρόπῳ κλέπτων λανθάνοι τοὺς ἀκεραιοτέρους, τῷ σεπτῷ Μαξίμῳ καὶ τοῖς κατ’ αὐτὸν θεολογοῦσι μαχόμενος, ἐπιφέρει διδάσκων αὐτός· «τοῦτό τε οὖν ἐκ τῶν παρόντων μάθε· ὡς ἄρα τῶν ὄντων οὐδὲν οὐδαμῶς ἐξ ἀϊδίου τῷ θεῷ συνεπινοεῖσθαι δύναται καὶ ὅτι οὐδενὶ τῶν ὄντων καθ’ ὁτιοῦν πλήν γε διὰ πίστεως μόνης γινώσκεται, καὶ τοῦτο ἐκ τῶν αὐτοῦ ποιημάτων, ὅτι ἔστι, καὶ οὕτω φεῦγε ἀποτρεπόμενος τὸν κατὰ μὲν τὴν οὐσίαν εἶναι τὸ θεῖον ἀποφαινόμενον ἄληπτον, ἅτε καὶ ὑπερκείμενον, κατὰ δὲ τὰ φυσικὰ καὶ οὐσιώδη αὐτοῦ ἕτερα ὄντα καὶ ὑφειμένα αὐτοῦ ἀπειράκις ἀπείρως, καὶ νοεῖσθαι καὶ ὁρᾶσθαι πνευματικῶς σωματικοῖς ὀφθαλμοῖς».

Κεφ. ιαʹ. Ὅτι καὶ τῆς παρ’ ἑαυτοῦ προβεβλημένης ἐκ τῶν τοῦ θείου Μαξίμου μαρτυρίας πᾶν τοὐναντίον εἰσηγεῖται ὁ Ἀκίνδυνος καὶ ὑπεναντία τοῖς πρὸ αὐτοῦ θεολόγοις δείκνυσι λέγοντα τὸν ἅγιον καὶ τοὺς θείους ἡμῶν ἅπαντας πατέρας παραινεῖ φεύγειν καὶ ἀποτρέπεσθαι. Τὸ μὲν οὖν συμπεφυρμένον ἐν τούτοις καὶ ἀδιάκριτον, ἀφ’ οὗ καθάπερ ἐν βαθεῖ σκότῳ πορευόμενος πυκνὰ προσκόπτει προϊόντος τοῦ λόγου διαδειχθήσεται. Νῦν δὲ τοῦτο ποιησόμεθα καταφανές, ὅτι τἀναντία τε τῆς ὑπ’ αὐτοῦ προβεβλημένης ἐκ τῶν τοῦ θείου Μαξίμου λόγων μαρτυρίας ἐξ αὐτῆς τοὺς αὐτῷ πειθομένους μανθάνειν εἰσηγεῖται καὶ τοῖς πρὸ αὐτοῦ θεολόγοις ὑπεναντία διδάσκοντα δείκνυσιν αὐτόν. «Ἄπειρον γὰρ τὸ θεῖον καὶ δυσθεώρητον καὶ τοῦτο πάντῃ καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία», φησὶν ὁ θεολόγος Γρηγόριος· τῆς δὲ ἀπειρίας ὑπερκεῖσθαι τὸν θεὸν ὁ θεῖος ἐνταῦθ’ οὗτος ἐθεολόγησε Μάξιμος· Ἆρ’ οὖν, ὅτι καταληπτὸν ἡ τοῦ θεοῦ ἀπειρία, κτίσμα; Ἢ τῶν μὴ ἐξ ἀϊδίου καὶ φυσικῶς προσόντων τῷ θεῷ ἡ ἀπειρία ἐστίν; «Ἀλλὰ διχῇ τοῦ ἀπείρου θεωρουμένου κατά τε ἀρχὴν καὶ τέλος, τὸ ὑπὲρ ταῦτα καὶ μὴ ἐν τούτοις ἄπειρον», ὁ αὐτός φησι θεολόγος.

Πῶς οὖν οὐ μόνου θεοῦ τὸ ὑπὲρ ἀρχὴν καὶ τέλος εἶναι, ὅ ἐστιν ἡ ἀπειρία; Ἐπεὶ τοίνυν τοῦτο τοῦ θεοῦ ἐστι ληπτόν, ἡ ἀπειρία καὶ ἡ τούτῳ προσοῦσα φυσικῶς ἀϊδιότης, ἀλλ’ οὐχ ἡ φύσις ὡς ὑπὲρ ἀπειρίαν οὖσα πᾶσαν καὶ κατάληψιν, καθάπερ ὅ τε θεῖος Μάξιμος καὶ ὁ θεολόγος ἔφη Γρηγόριος, οὐ τούτους ὁ Ἀκίνδυνος παραινεῖ φεύγειν καὶ ἀποτρέπεσθαι «φεῦγε», λέγων, «ἀποτρεπόμενος τὸν κατὰ μὲν τὴν οὐσίαν εἶναι τὸ θεῖον ἀποφαινόμενον ἄληπτον, ἅτε καὶ ὑπερκείμενον, κατὰ δὲ τὰ φυσικὰ αὐτοῦ νοεῖσθαι τοῦτο καὶ ὀνομάζεσθαι»; Τί λέγεις, φευξόμεθα καὶ ἀποτροπαίους ἡγησόμεθα τοὺς οὐ μόνον ἐκ τῆς ἀπειρίας ἀλλὰ καὶ ἐκ τῆς περὶ ἡμᾶς ἐμφύτου τῷ θεῷ προνοίας καὶ ἀγαθότητος ἐπιγινώσκεσθαί τε καὶ ὀνομάζεσθαι τὸν θεὸν διδάσκοντας, κατ’ οὐσίαν δὲ ὑπὲρ ἐπωνυμίαν εἶναι πάμπαν καὶ νόησιν; Καὶ τίς τῶν ἐξ αἰῶνος ἐνθέων θεολόγων, ὃς μὴ τοῦθ’ οὕτως ἔχειν ἰσχυρίσατο καὶ ἀπεφήνατο;

Ἡ γὰρ θελητικὴ καὶ ἐνεργητικὴ δύναμις, ἐξ ἧς ὁ θεὸς γινώσκεται, φυσικόν ἐστιν, ἀλλ’ οὐχὶ φύσις κατὰ τὸν ἐκ Δαμασκοῦ τὰ θεῖα σοφόν· ἀλλὰ καὶ τὰ ἀποφατικῶς ἐπὶ θεοῦ λεγόμενα φυσικῶς πρόσεστι τῷ θεῷ καὶ φύσις οὐκ ἔστι κατὰ τὸν θεῖον Κύριλλον· «οὐ γὰρ οὐσία τὸ ἀγέννητον», φησίν, «ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται»·

Πῶς δὲ ὁ μὲν τῆς θεολογίας ἐπώνυμος Γρηγόριος αὐτοῦ τοῦ θεοῦ τὴν ἀπειρίαν εἶναί φησιν ὡς αὐτῷ προσοῦσαν ἐξ ἀϊδίου καὶ κατ’ αὐτὴν εἶναι τὸν θεὸν ληπτόν, ὡσδαύτως καὶ κατὰ τὴν ἁπλότητα τὴν θείαν, «ἀπαρχῆς τε συνυπάρχειν τῷ τοῦ θεοῦ υἱῷ, λόγῳ φύσεως ἀλλ’ οὐ χάριτος, τὴν ζωὴν καὶ τὴν κρίσιν καὶ τὴν ἐξουσίαν, καὶ ἁπλῶς ὅσαπερ λέγεται λαμβάνειν παρὰ τοῦ πατρὸς τὸν κύριον»· καὶ κατὰ τὸν μέγαν Βασίλειον, «συμπληρωτική ἐστι τοῦ πνεύματος ἡ ἁγιότης» καὶ «συνουσιωμένως ἔχει πάντα τὸ πνεῦμα κατὰ τὴν φύσιν· τὴν ἀγαθότητα, τὴν εὐθύτητα, τὸν ἁγιασμόν, τὴν ζωήν»· καὶ κατὰ τὸν πολὺν τὰ θεῖα Κύριλλον «οὐδὲν ἐπίκτητον τῷ θεῷ τῶν φυσικῶν καὶ θείων ἰδιωμάτων»· καὶ κατὰ τοὺς ἐνθέους τῆς ἐκκλησίας μελῳδούς, «συναΐδιον δόξαν ἡ μοναρχικωτάτη προβάλλεται τριάς»· καὶ κατὰ τὸν ἐπόπτην καὶ συγγραφέα τῆς μυστικῆς ἐποψίας, «τῷ θεῷ συναΐδιός ἐστιν ἡ πρόνοια ἡ καταλαμβανομένη ἐκ τῆς εἰς ἡμᾶς κυβερνήσεως»· μόνος δὲ ὁ θεῖος Μάξιμος ὑπεναντία τούτοις πᾶσι θεολογεῖ, λέγων ὑπὲρ ἀπειρίαν εἶναι τὸν θεὸν καὶ μηδενὶ τῶν ὄντων καθ’ ὁτιοῦν ληπτὸν πλὴν τοῦ διὰ πίστεως μόνης ἐκ τῶν αὐτοῦ ποιημάτων γινώσκεσθαι καὶ μηδὲν τὸ παράπαν ἐξ ἀϊδίου καθ’ οἱονοῦν τινα τρόπον συνεπινοούμενον ἔχειν; Πῶς γὰρ οὐκ ἀντικείμενος οὗτος ἐκείνοις κατὰ τὴν Ἀκινδύνου διδασκαλίαν καὶ σύνεσιν;

Εἰ γὰρ κατ’ αὐτόν, πᾶν τὸ καθ’ οἱονδήτινα τρόπον ὑφειμένον, κτίσμα, κτίσμα καὶ ὁ ἅγιος Μάξιμος ἔδειξεν οὖσαν τὴν ἀπειρίαν, ἐπέκεινα πάσης ἀπειρίας εἶναι τὸν θεὸν εἰπών, ἣν ὁ μέγας Γρηγόριος ὁ θεολόγος, ὑπὲρ ἀρχὴν καὶ τέλος εἶναι εἰρηκώς, ἄκτιστον ἀπέδειξεν. Ἀλλὰ καὶ «μηδενὶ καθόλου τῶν ὄντων καθ’ ὁτιοῦν ληπτὸν εἶναι τὸν θεὸν» ἀποφηνάμενος ὁ θεῖος Μάξιμος, εἰ μὴ περὶ τῆς θείας φύσεως εἴρηκε καὶ τῶν ταύτην ἐμφαινόντων, ἀλλὰ καὶ περὶ τῶν φυσικῶς θεωρουμένων περὶ τὸν θεόν, ὡς ὁ Ἀκίνδυνος ἐξηγήσατο, τοὺς καταληπτὴν εἰπόντας οὐ τὴν φύσιν ἀλλὰ τὴν ἀπειρίαν τοῦ θεοῦ καὶ τὴν ἁπλότητα καὶ τὴν δικαιοσύνην καὶ τὴν πρόνοιαν οὐκ ἀσφαλῶς θεολογοῦντας ἔδειξε. Καὶ εἰ κατὰ τὸν Ἀκίνδυνον οὕτως οὐδὲν τῶν ὄντων καθ’ οἱονοῦν τινα τρόπον συνεπινοεῖται τῷ θεῷ, ὡς φύσιν ἔχοντι μόνην χωρὶς τῶν περὶ αὐτὴν ὑπαρχόντων φυσικῶς, οὐδὲ τὴν ἀπειρίαν ἐξ ἀϊδίου συνεπινοουμένην ἔχει ὁ θεός, οὐδὲ τὴν ἁπλότητα, οὐ τὴν δικαιοσύνην, οὐ τὴν πρόνοιαν, οὐδ’ αὐτὴν τὴν θείαν θέλησιν, καὶ εἴ τι τούτοις παραπλήσιον.

Κεφ. ιβʹ. Παράστασις ὅτι καλῶς ὁ θεῖος ἔφη Μάξιμος ὑπὲρ ἀπειρίαν εἶναι τὸν θεόν, εἰ καὶ ἄκτιστος ἡ ἀπειρία ἐστίν, ἀλλ’ οὐχ ὡς Ἀκίνδυνος δυσσεβῶς διαστρέψας ἐξεδέξατο. Ἀλλ’ ἡμεῖς οὐχ οὕτω μεμυήμεθα φρονεῖν, ἄπαγε, ἀλλὰ μηδὲν συνεπινοεῖσθαι τῷ θεῷ καθ’ οἱονδήτινα τρόπον, τουτέστι μηδὲν τῶν ἠργμένων καὶ κτιστῶν, ἀλλ’ οὐ τῶν περὶ θεὸν ἐξ ἀϊδίου θεωρουμένων φυσικῶς. «Καὶ ὅσα γὰρ λέγομεν ἐπὶ θεοῦ καταφατικῶς», ὁ Δαμασκηνός φησι θεολόγος, «οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθὸν κἂν δίκαιον κἂν σοφὸν κἂν ἄλλο τι εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν»· καὶ πάλιν, «τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ θείᾳ φύσει, οὐκ αὐτὴν δὲ δηλοῖ τὴν οὐσίαν». Ἐντεῦθεν δὴ καὶ τὸν θεῖον Μάξιμον ἄκτιστον εἰδότα τὴν ἀπειρίαν καταλαμβάνομεν καὶ οὕτω συνῳδὰ λέγειν αὐτὸν οἰόμεθα τῷ ταύτην ὑπὲρ ἀρχὴν καὶ τέλος εἶναι διορισαμένῳ· μηδὲν γὰρ τῶν κτιστῶς ὄντων ὡς ἀρχὴν λαβόντων συνεπινοούμενον ἔχειν τὸν θεὸν ἡμᾶς διδάξας, τὴν ἀπειρίαν τοῖς κτιστοῖς οὐκ ἐνηρίθμησεν. Αὕτη γὰρ ὑπὲρ τὰ ἀρχὴν καὶ τέλος ἔχοντα διατελεῖ, καθάπερ καὶ ὁ θεολόγος εἴρηκεν, ὡσδαύτως καὶ ἡ τοῦ θεοῦ ἁπλότης καὶ ἡ δικαιοσύνη καὶ ἡ πρόνοια, ὡς ἀνωτέρω δέδεικται.

Καὶ οὐ ταῦτα μόνα ἐστὶν ὑπὲρ τὰ ὄντα, εἰ καὶ ὄντα ὀνομάζεται, ἀλλὰ καὶ πᾶσα κοινὴ πρόοδός τε καὶ ἐνέργεια θεία, ὡς καὶ ὁ μέγας Διονύσιος ἡμῖν ἐμφαίνει «αὐτοεῖναι», λέγων, «καὶ αὐτοζωὴν καὶ αὐτοθεότητά φαμεν, ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεά ἐστί τε καὶ λέγεται». Εἰπὼν γὰρ ὅτι τὰ ὄντα τούτων μετέχει, τοῦτ’ ἔδειξεν, ὡς ἐκεῖναι ὑπὲρ τὰ ὄντα εἰσίν.

Ἀλλαχοῦ δὲ σαφέστερον, αὐτὰς μὲν τὰς δυνάμεις καὶ τὰς μετοχὰς ὑπὲρ τὰ μετέχοντά φησι, ταυτὸν δ’ εἰπεῖν ὑπὲρ τὰ κτίσματα· πᾶν γὰρ κτιστὸν μετοχῇ τὸ εἶναι ἔχει. Τὸν δὲ θεὸν πάλιν ὑπὲρ ταύτας τὰς δυνάμεις καὶ τὰς μετοχάς φησι γράφων, «ὁπόσον ὑπερέχουσι τῶν οὐκ ὄντων τὰ ὄντα ἅγια ἢ θεῖα ἢ κύρια ἢ βασιλικά, καὶ αὖ τῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τοσοῦτον ὑπερέχει καὶ τῶν μεθεκτῶν καὶ τῶν μετεχόντων ὁ ἀμέθεκτος αἴτιος». Αἱ μὲν οὖν δυνάμεις αὗται ὁ θεός ἐστιν αὐτός, αὗται γάρ εἰσι καθ’ ἃς τὰ ὄντα μετέχει τοῦ θεοῦ. «Τὰ μὲν γὰρ κτίσματα πάντα», κατὰ τὸν θεῖον Μάξιμον, «καὶ μετέχει καὶ μεταδίδωσι, τὸ δὲ μετεχόμενον μόνον, ἀλλὰ μὴ μετέχον, μόνος ὁ θεός ἐστιν αὐτός».

Πῶς οὖν πάλιν ὑπὲρ ταύτας ὁ κατὰ ταύτας μετεχόμενος καὶ τῶν μετεχόντων πάντων αἴτιος; Ὡς κατ’ οὐσίαν ἀμέθεκτος· αὕτη γὰρ ὑπὲρ πᾶσαν μετοχήν. Ὁ δὲ Ἀκίνδυνος καὶ τὸ ἄπειρον κακίζει τῆς ὑπεροχῆς, φθονῶν ὡς ἔοικε καὶ τῷ θεῷ αὐτῷ τῆς τηλικαύτης ἕνεκεν ὑπεροχῆς καὶ τοῖς τὸν θεὸν μεγαλύνουσι πατράσι καὶ ἡμῖν τοῖς αὐτοῖς ὁμολογοῦσι τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως· καὶ τοῦτο γὰρ Μάξιμος ὁ θεῖος καὶ ὁ τῶν ἐνθέων θεολόγων ἅπας οὕτως ἐξυμνεῖ χορός. Εἰ δ’ Ἀκίνδυνος ἀπαρέσκεται, μετρήσας αὐτὸς ἐξαγγελλέτω τὴν ὑπεροχὴν ὅση· καὶ γὰρ ἡμεῖς τὸ παντάπασιν ἀπερινόητον καὶ ἀνέκφραστον ἐκεῖνο ὕψος καὶ διὰ τοῦ ἀπειράκις ἀπείρως παρὰ τῶν ἡμετέρων πατέρων ὑπερυψοῦν ἐδιδάχθημεν. Ἀλλὰ πῶς καὶ τῆς ὑπὲρ ἀρχὴν καὶ τέλος ἀπειρίας ὁ θεὸς ἐπέκεινα κατὰ τὸν θεῖον Μάξιμόν ἐστιν; Ὡς μὴ ὑπ’ αὐτῆς περιεχόμενος, ἀλλ’ αὐτὸς καὶ ταύτην περιέχων ὡς αἴτιος αὐτῆς ὑπάρχων· τῷ γὰρ εἶναι αὐτὸν ἡ ἀπειρία ἐστί· διὸ καὶ αὐτοῦ ἐστιν ἡ ἀπειρία καὶ αὐτός ἐστιν ἡ ἀπειρία· οὐδὲν γὰρ ἕτερον ὑπὲρ ἀρχὴν καὶ τέλος πλὴν αὐτοῦ. Τοῦτο τοίνυν καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία, ἡ ἁπλότης, ἡ ἀγαθὴ καὶ θεία θέλησις, ἧς ἔργα τὰ κτίσματα πάντα κατὰ τὸν εἰπόντα, «ἔργον θείας θελήσεως ἡ κτίσις».

Κεφ. ιγʹ. Ὅτι ἐκ τῶν κτισμάτων οὐ τῆς θείας οὐσίας, ἀλλὰ τῶν θείων ἐνεργειῶν ἐν περινοίᾳ γινόμεθα, τοῦτο δ’ ἀθετῶν ὁ Ἀκίνδυνος συναΐδια τῷ θεῷ τὰ κτίσματα δοξάζων, Ἕλλησί τε καὶ τῷ Εὐνομίῳ συμφωνῶν ἐλέγχεται. Ἀλλὰ πόθεν ἡ ἀγαθὴ καὶ θεία θέλησις, ταυτὸ δ’ εἰπεῖν ἡ ἀγαθότης καὶ ἡ ἁπλότης καὶ ἡ ἀπειρία, καὶ ἁπλῶς πάνθ’ ὅσα παρέπεσθαι τῇ θείᾳ φύσει ὁ Δαμασκηνὸς θεολόγος εἴρηκε; Πόθεν οὖν τὰ τοιαῦθ’ ἡμῖν ληπτὰ καθέστηκεν;

Ἀπὸ τῶν ποιημάτων. Καὶ πῶς ἀπὸ τούτων τὸν πάντῃ κατ’ οὐσίαν ἄληπτον γινώσκομεν θεὸν ὅτι ἔστι; Διὰ τῆς πίστεως. Ὥστε τοῦτ’ ἔστιν ὅπερ ὁ θεῖος ἔφη Μάξιμος, «μηδενὶ καθ’ ὁτιοῦν ληπτὸν εἶναι τὸν θεὸν πλὴν τοῦ διὰ πίστεως μόνον γινώσκεσθαι, καὶ τοῦτο ἐκ τῶν αὐτοῦ ποιημάτων».

Ἀπὸ τούτων γὰρ ἐν περινοίᾳ γινόμεθα τῆς θείας σοφίας καὶ ἰσχύος καὶ ἀγαθότητος, ὡς ὁ μέγας φησὶ Βασίλειος, ὅτι «σοφίας καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα»· καὶ οὕτω τὴν ἀπερινόητον καὶ ἀκατάληπτον ὑπερουσιότητα ἐκείνην, ἧς αὗται αἱ δυνάμεις, πίστει μόνῃ ὅτι ἔστι διαγινώσκομεν τὴν τῶν θείων ἡμῶν πατέρων ὁμολογίαν ἀπαρεγχείρητον διατηροῦντες.

Κινητικὴν γὰρ εἶναι καὶ συνεκτικὴν τῶν ὄντων ἐνέργειαν καὶ τοῖς τῶν Ἑλλήνων σοφοῖς ἐπῆλθεν ἀναλογίσασθαι, τὸν φερωνύμως κεκλημένον τουτονὶ κόσμον καὶ τὴν εὐαρμοστίαν τοῦ παντὸς θεωμένοις· φύσιν δὲ θελητικὴν παντοδύναμον ἡνίκ’ ἂν ἐθέλοι τῇ ἐνεργείᾳ χρωμένην καὶ ἐκ μὴ ὄντων τηνικαῦτα προάγουσαν ἐπίστευσαν οὐδαμῶς, διὸ καὶ τὸν κόσμον τῷ θεῷ συναΐδιον ἀπεφήναντο. Τοῦτο δὴ καὶ τὸν Ἀκίνδυνον δοξάζειν ὁ τῆς κατ’ αὐτὸν αἱρέσεως λόγος ἀναγκάσει. Φύσεως γὰρ ἀκτίστου καὶ δυνάμεως καὶ θελήσεως καὶ ἐνεργείας μηδεμίαν διαφορὰν πρὸς ἀλλήλας ἐχουσῶν, οὔτε τις διάκρισις τῆς δυνάμεως ἔσται ἢ τῆς ἐνεργείας, οὐδὲ γὰρ τῆς οὐσίας κατ’ αὐτὸν πρὸς ἑκάτερον αὐτῶν, οὔθ’ ἡ δημιουργικὴ ἐνέργεια ὑποκείσεται θελήσει, καὶ οὕτω τὰ δημιουργήματα συνέσται τῇ τοῦ θεοῦ δυνάμει τε καὶ ἐνεργείᾳ τὸν αἰεὶ χρόνον, μᾶλλον δὲ ἀχρόνως, ταυτὸ δ’ εἰπεῖν καὶ τῇ οὐσίᾳ· τῆς γὰρ δυνάμεως καὶ ἐνεργείας αὕτη κατ’ αὐτὸν οὐ διενήνοχεν. Οὐ τοῖς Ἕλλησι δὲ μόνον, ἀλλὰ καὶ τῷ Εὐνομίῳ φανερῶς ὁμόδοξος καὶ ὁμόλογός ἐστιν ὁ Ἀκίνδυνος γράφοντι σαφῶς οὕτως· «ἐκ τῶν δημιουργημάτων σκοπούμενός τις, ἀπὸ τούτων ἐπὶ τὰς οὐσίας ἀνάγεται, καὶ διὰ τὸ ἁπλοῦν εἶναι τὸ θεῖον ἢ ὅλον ἄληπτόν ἐστιν ἢ τελέως ληπτόν». Ἀμφότερα δ’ ἄν τις ἴδοι τὰ δυσσεβῆ ταῦτ’ ἐπὶ θεοῦ διὰ τῶν Ἀκινδύνου συναγόμενα λόγων.

Ἡνίκα μὲν γὰρ ἐκ τῶν ποιημάτων τὴν φύσιν αὐτοῦ καταλαμβάνεσθαι διδάσκει, καταληπτὸν τελέως ποιεῖται τὸν θεόν, ἡνίκα δὲ καὶ τῶν περὶ αὐτὸν φυσικῶς θεωρουμένων ἀπαγορεύει τὴν κατάληψιν, τελέως ἄληπτον δείκνυσιν οἰόμενος αὐτὸν μὴ συνιεὶς ὅτι κατ’ οὐσίαν μὲν ἄληπτόν ἐστι παντάπασι τὸ θεῖον, ἐκ δὲ τῶν περὶ αὐτὴν θεωρουμένων, τῆς ἀπειρίας, τῆς ἁπλότητος, τῆς προνοίας, τῆς ἀγαθότητος καὶ τῶν παραπλησίων, γίνεται ληπτόν. «Θεολογοῦντες γάρ», κατὰ τὸν θεῖον Μάξιμον, «οὐ τοὺς κατ’ αὐτὸν ζητοῦμεν λόγους, οὐ μὴ γὰρ εὕροι ἀνθρώπινος νοῦς, ἀλλὰ τοὺς περὶ αὐτὸν ὡς οἷόν τε διασκοποῦμεν, οἷον τοὺς περὶ ἀϊδιότητος, ἀπειρίας καὶ ἀοριστίας, ἀγαθότητος καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων». Οὕτω γὰρ καὶ ληπτὸς ἡμῖν καὶ ἀκατάληπτος ὑπάρχει ὁ θεὸς ἡμῶν, «ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτόν», κατὰ τὸν θεολόγον Γρηγόριον, «τῷ δὲ ἀλήπτῳ θαυμάζηται· θαυμαζόμενος δέ, ποθῆται πλέον· ποθούμενος δέ, καθαίρῃ· καθαίρων δέ, θεοειδεῖς ἀπεργάζηται· τοιούτοις δὲ γενομένοις ὡς οἰκείοις ἤδη προσομιλῇ—τολμᾷ τι νεανικὸν ὁ λόγος—θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους».

Ἀλλ’ ὁ τῶν ταῦτα λεγόντων κατήγορος Ἀκίνδυνος φεύγειν καὶ ἀποτροπαίους ἡγεῖσθαι παραινεῖ τοὺς κατὰ μὲν τὴν φύσιν τὸν θεὸν ἀποφαινομένους ἀκατάληπτον, κατὰ δὲ τὴν ἀπειρίαν καὶ τὴν ἀγαθότητα καὶ ὅσα φύσει περὶ αὐτὸν θεωρεῖται, νοεῖσθαί τε καὶ ὀνομάζεσθαι λέγοντας κατὰ τὸ ἐγχωροῦν.

Κεφ. ιδʹ. Ἔλεγχος ἔτι τῆς αὐτοῦ δόξης ἀπαγορεύοντος πνευματικῶς ὁρᾶσθαι τὸ θειότατον φῶς· ἐν ᾧ παράστασις ὡς οὐ τὸ φῶς μόνον ἄκτιστον, ἀλλὰ {παράστασις ὡς οὐ τὸ φῶς μόνον ἄκτιστον, ἀλλὰ καὶ ἡ δύναμις καθ’ ἣν ὁρᾶται.} Καὶ προστίθησιν ἀπαγορεύων καὶ τὸ πνευματικῶς ὀφθαλμοῖς ὁρᾶσθαι τὸν θεόν, τοῖς περὶ θεὸν νοουμένοις τὴν μυστικὴν συγχέων ἐποψίαν καὶ μηδεμίαν διαστολὴν εἰδὼς θεοπτίας καὶ θεολογίας. Δι’ οὐδὲν γὰρ ἄλλο τοῦτο πάντως ἀπηγόρευσεν ἢ διὰ τὸ περιαστράψαν ἐν Θαβὼρ τοὺς ὀφθαλμοὺς τῶν συναναβάντων τῷ κυρίῳ φῶς, κἀκεῖνο κτιστὸν ἀποδεικνὺς ὡς αἰσθήσει κατ’ αὐτὸν ὑποπεσόν, ὡς ἂν ἐκ τῶν κτιστῶν μόνων εἴη ὁ θεὸς τοῖς πᾶσι μεθεκτός τε καὶ ληπτός.

Ἀγνοεῖ γὰρ ὡς ἡ ἀπόρρητος ἐκείνη θέα, ὑπὲρ πᾶσαν οὖσα θεολογίαν, οὔτ’ αἴσθησίς ἐστιν οὔτε νόησις, «ἀλλ’ ἄρρητος ἐνέργεια, ὁρωμένη ἀοράτως καὶ νοουμένη ἀγνώστως» τοῖς κατηξιωμένοις «λαμπρότητα θεοῦ ἰδεῖν τε καὶ παθεῖν», ἀλλ’ οὐδ’ αὐτὴ ἡ ἀνερμήνευτος καὶ θέα καὶ μέθεξις ἑτέρως ἀποκαλύπτεται πλὴν διὰ πίστεως. «Οὗ γὰρ πίστις, ἐκεῖ φόβος τῶν ἠπειλημένων καὶ πόθος τῶν ἐπηγγελμένων· οὗ δὲ φόβος, ἐντολῶν τήρησις», ὁ θεολόγος φησί, καὶ «ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει», φησὶν ὁ τῶν θεολόγων θεός, «οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ πόθου πλήρωσις τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις».

Τί οὖν, ἡ ἀκτὶς ἡ θεία, τὸ μέγιστον τοῦτο καὶ ὑπὲρ τὸ μέγα, ἆρα κτίσμα; Καὶ τί τῶν κτισμάτων θεῖόν τε καὶ ὑπὲρ τὸ μέγα; Μόνος γὰρ ὁ θεὸς πᾶν μέγα ὑπερεκτείνεται, ὃς κατὰ τὴν ἐπαγγελίαν πρὸς τοὺς ἠγαπηκότας αὐτὸν ἀφικνεῖται καὶ αὐτὸς ἐμφανίζει ἑαυτὸν αὐτοῖς, οὐ τὴν οὐσίαν ἐπιδεικνύς— ἀνέκφαντος γὰρ ἐκείνη πανταχοῦ παροῦσα καὶ μηδαμοῦ φαινομένη μηδαμῶς—· οὐ κατ’ οὐσίαν οὖν ἀφικνεῖται ταύτην ἐκείνοις ἐπιδεικνύς τε καὶ διδούς, ἄπαγε, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ μυστικωτάτην ἐπιφάνειαν τῇ λαμπρότητι τῆς οἰκείας φύσεως ἐκείνους περιλάμπων καὶ τὴν ταύτης μέθεξιν αὐτοῖς χαριζόμενος, καὶ κατὰ τὸν μέγαν φάναι Βασίλειον, «ἄλλους ἡλίους ἀπεργαζόμενος, οὐκ αἰσθητῷ ἀλλὰ θεϊκῷ φωτί», καὶ αὐτῷ τῷ τοῦ προσώπου κυρίου, κατὰ τρόπον ἀπόρρητον ἐνσημαινομένους καὶ αὐτοὺς τὰ πρόσωπα.

Καὶ τί λέγω τὴν ἀκριβῆ κατάληψιν ἐκείνου τοῦ φωτὸς ἢ τῆς μετοχῆς τὸν τρόπον, ὅπου γε καὶ τὸ μόνον ἰδεῖν, καθάπερ ἐδιδάχθημεν, οὐ κτιστῆς ἐστι δυνάμεως; «Θεὸν γάρ», φησίν, «οὐδεὶς ἑώρακε πώποτε» «καὶ ὃ δὲ ἑώρακεν, ἐν πνεύματι τοῦτο τεθέαται», καὶ τοῦτό ἐστι τὸ πνευματικῶς ὁρᾶν. Διὸ καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Ἠθικοῖς, «κάλλος τοῦ ὄντως δυνατοῦ» τοῦτο προσειπὼν «καὶ νοητὴν αὐτοῦ καὶ θεωρητὴν θεότητα», ἐπήγαγεν, «ἐκεῖνο γὰρ ὄντως καλόν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον καὶ διανοίᾳ μόνῃ περιληπτόν, ὡς ἔστι δήπου. Εἶδόν τε αὐτὸ Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, φησί, καὶ τὰ προοίμια τῆς αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν». Εἰ γὰρ καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ὤφθη καὶ διανοίᾳ ἐνήστραψε, διὸ καὶ νοητὴ καὶ ὁρατὴ κέκληται θεότης, ἀλλὰ καὶ πᾶσαν ὑπερβαίνει, φησί, κατάληψίν τε καὶ δύναμιν. Ὁ δὲ Χρυσόστομος πατὴρ τὸν αὐτὸν ἐξηγούμενος ψαλμόν, «μετεμορφώθη», φησί· «τί ἐστι μετεμορφώθη;

Παρήνοιξεν ὀλίγον τῆς θεότητος καὶ ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα θεόν». Ἀλλ’ ὁρᾷς ὡς ὃ σύμβολον θεότητος ὁ θεῖος ἔφη Μάξιμος, τοῦτο Βασίλειος μὲν ὁ μέγας θεότητα προσεῖπεν, ὁ δὲ Χρυσόστομος πατὴρ ὀλίγον τῆς θεότητος, ὡς καὶ τὴν κατ’ ὄρθρον ἀμυδρὰν αὐγὴν καὶ φῶς ἄν τις ὀνομάσειε καὶ ὀλίγον τῆς ἡμέρας καὶ σύμβολον αὐτῆς; Φυσικόν γε μήν, ἀλλ’ οὐκ ἀλλότριον οὐδὲ ἀπεσχοινισμένον οὐδὲ διαιρούμενον αὐτῆς ποτέ. Καὶ τοῦτο δὲ ἀκήκοας, ὡς τὴν ὀλίγην ταύτην καὶ ἀμυδρὰν αὐγὴν τῇ παρανοίξει δείξας «ἔδειξεν αὐτοῖς τὸν ἐνοικοῦντα θεόν», αὐτὸν ἐκεῖνον, οὐχ ἕτερον δεύτερον κατὰ τοὺς ματαίους τῆς σῆς ἔριδος ἀναπλασμούς; Ἆρ’ οὖν οὐκ αὐτοῖς ἄντικρυς ἐπαφῆκας τὴν φιλολοίδορον γλῶτταν;

Οὐκ αὐτοὺς τούτους ἀσεβεστάτους καὶ ἀτοπωτάτους ἐκάλεις, ἡνίκα διθεΐτας τοὺς κατὰ τοῦθ’ ὁμολογοῦντας ἡμᾶς αὐτοῖς ὀνομάζειν ἠξίους καὶ πολυθέους, ὡς τὸν αὐτὸν θεὸν ἕτερον ἑαυτοῦ καὶ μείζονα καὶ ἐλάττονα λέγοντας αὐτὸν αὑτοῦ καὶ μικρὰν ἔχοντα καὶ μεγάλην θεότητα, τὰ σὰ ταῦτα περιαγγέλματα;

Τὸ δὲ καὶ εἰς κτίσμα τὸ φῶς ἐκεῖνο κατασπᾶν, ἵνα μὴ ταῦτα τάχα πάθοις αὐτός, πόσης ἀβελτηρίας τε καὶ δυσσεβείας, ἀσεβείας δὲ εἰπεῖν οἰκειότερον; Τὸ δὲ κτιστὴν καὶ ἄκτιστον λέγειν τοῦ θεοῦ θεότητα, ποίαν ἀτοπίας ὑπερβολὴν καταλέλοιπε; Τὸ δὲ καὶ τοὺς πρὸς εὐσέβειαν χειραγωγοῦντας ἀσεβείας γράφεσθαι, τίνα μανίαν οὐχ ὑπερέβαλε;

Τὸ δὲ μὴ θαυμάζοντα ὑμνεῖν, ἀλλὰ διαποροῦντα ἀπιστεῖν τὸ μέγα καὶ ὑπερφυὲς θέαμα ἐκεῖνο, ἆρ’ οὐ τελέως ἀμυήτου τὰ χριστιανῶν;

Κεφ. ιεʹ. Ἔκθεσις καὶ ἀνασκευὴ ῥήσεως ἄλλης τοῦ αὐτοῦ ἀδιάφορον πάλιν πειρωμένου δεικνύναι τῇ θείᾳ οὐσίᾳ τὴν θείαν ἐνέργειαν καὶ κτιστὴν τὴν ἐπιφανεῖσαν ἐν Θαβὼρ τοῖς ἀποστόλοις τοῦ θεοῦ λαμπρότητα. «Εἰ γὰρ ὁ ἄκτιστος», φησίν, «ὅλος ἐστὶν οὐσία τε καὶ ἐνέργεια, ὥσπερ οὖν ἐστιν, ἐνεργὴς γὰρ οὐσία τὸ θεῖον, οὐκ ἀνενέργητος, πῶς ἡ κτιστὴ φύσις τὴν ἄκτιστον ἐνέργειαν ὄψεται σωματικοῖς ὀφθαλμοῖς, κἂν ἰσάγγελος ᾖ τις κἂν ἄγγελος»;

Τί δὴ βούλεται διδάσκειν γράφων ὅτι ὁ θεὸς ὅλος ἐστὶν οὐσία καὶ ὅλος ἐνέργεια, ἐνεργὴς γὰρ οὐσία τὸ θεῖον; Τοῦτό φησιν, ὅτι ἐνεργὲς μὲν τὸ θεῖον, ἐνέργειαν δ’ οὐκ ἔχει τῆς οὐσίας διαφέρουσαν, ὅλος γὰρ οὐσία καὶ ὅλος ἐνέργειά ἐστιν ὁ θεός· καίτοι οὐχ ὁ θεός φησιν οὗτος, ἀλλ’ «ὁ ἄκτιστος», κατὰ μίμησιν Εὐνομίου, ὃς οὐχ ὁ πατὴρ ἔλεγεν, οὐχ ὁ υἱός, ἀλλ’ ‘ὁ ἀγέννητος’, ‘ὁ γεννητός’, ὑποκατασκευάζων ἐκ τῶν προσηγοριῶν τὸ βλάσφημον. Οὕτω γὰρ καὶ οὗτος εἰπών, εἶτα δείξας, ὡς ἐνόμισεν, ἀδιάφορον τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ἓν οὕτω τὸ ἄκτιστον κατασκευάζει καὶ τοῦτο τελέως ἄληπτον, ὡς μὴ ἔχειν τὸν θεὸν καὶ οὐσίαν καὶ ἐνέργειαν ἄκτιστον καὶ κατὰ μὲν τὴν οὐσίαν εἶναι παντάπασιν ἀπερινόητον, γινώσκεσθαι δὲ ἀπὸ τῶν ἐνεργειῶν. Ἀλλ’ ὅτι μὲν οὐσία ὂν τὸ θεῖον ἐνεργής, καὶ ἐνέργειαν ἔχει, παραστήσει συντόμως καὶ σαφῶς ὁ θεῖος Μάξιμος. Φησὶ γάρ· «οὐκ ἔστιν ἐνεργεῖν χωρὶς ἐνεργείας, ὥσπερ οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως».

Τὸ δὲ ὅλον τὸν θεὸν οὐσίαν εἶναι καὶ ὅλον ἐνέργειαν οὐδὲν ἐμποδίζει πρὸς τὸ διαφέρειν τῆς οὐσίας τὴν ἐνέργειαν, μᾶλλον μὲν οὖν καὶ τὰ μάλιστα συντείνει. Ὁ γὰρ θεὸς ὅλος ἐστὶν ἄναρχος καὶ ὅλος ἀτελεύτητος· ἆρ’ οὖν ταυτὸ τῷ ἀνάρχῳ τὸ ἀτελεύτητον ἢ διάφορον; Καὶ αὐτός ἐστι τὸ α καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὡς ὁ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει εἶπεν· ἆρ’ οὖν ὅλος ἀρχὴ καὶ ὅλος τέλος ὁ θεός, ἢ τούτοις συνδιασχίζεται καὶ κατὰ τὰ σώματα μερίζεται;

Τίς οὖν, διότι ὅλος ὁ θεὸς ἑκάτερον, ταυτὸ καὶ ἀδιάφορον ἂν θεῖτο τῇ ἀρχῇ τὸ τέλος, εἰ μὴ μαίνοιτο; Ἀλλὰ καὶ ὅλος δικαιοκρισία καὶ ὅλος συμπάθεια ὑπάρχει ὁ θεός· διενήνοχε δὲ τῆς δικαιοκρισίας ἡ συμπάθεια. Οὕτω καὶ ὅλος οὐσία καὶ ὅλος ἐνέργειά ἐστιν ὁ θεός· διενήνοχε δὲ τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια, καὶ κατὰ πολλούς γε τρόπους, καθάπερ πολλαχοῦ καὶ διὰ πλειόνων ἀπεδείξαμεν· τούτων δὴ τῶν τρόπων εἷς, καὶ τὸ τὴν μὲν θείαν οὐσίαν ἄληπτον εἶναι πᾶσι παντάπασι, γνωρίμους δὲ τὰς θείας ἐνεργείας. «Τὴν γὰρ μεγαλειότητα τοῦ θεοῦ ἡμῶν εἰδέναι λέγομεν», φησὶν ὁ μέγας Βασίλειος, «καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν» καὶ πάλιν, «ἡμεῖς ἐκ τῷν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα»· καὶ πάλιν, «εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα». Ὁ δὲ Ἀκίνδυνος ἀπιστῶν ἅμα καὶ διαπορῶν, ἐπάγει πρὸς ἀνασκευὴν τοῦ ἄκτιστον εἶναι τὴν ἐν Θαβὼρ ἐπιφανεῖσαν τοῖς τῶν ἀποστόλων ἐκκρίτοις τοῦ θεοῦ λαμπρότητα, «πῶς ἡ κτιστὴ φύσις τὴν ἄκτιστον ἐνέργειαν ὄψεται σωματικοῖς ὀφθαλμοῖς, κἂν ἰσάγγελος ᾖ τις κἂν ἄγγελος»;

Ὄντως ἀσυνέτου διανοίας καὶ ἀπυλώτου στόματος τὰ τοιαῦτα ῥήματα. Πῶς ὄψεται τὴν ἄνωθεν ἐπιλάμψασαν χάριν ὁ κεχαριτωμένος; Ὡς οἶδεν, ὡς εὐδόκησεν ὁ τὴν χάριν κεχαρισμένος. Οὐ γὰρ ἐν τῇ καθ’ ἡμᾶς γνώσει περιγράφεται τὰ θεῖα, ὦ ἄνθρωπε. Πῶς ὀφθαλμὸς ὁ μὴ πρὸς ταύτην πεφυκὼς εἶδε τὴν ἄκτιστον ἐνέργειαν; Ὡς ἐθεάθη ἡ ἀθέατος.

Οὐκ ἐγὼ τοῦτο λέγω, ἀλλ’ ὁ Χρυσόστομος πατήρ· «ἐπέδειξε γάρ», φησί, «τοῖς ἑαυτοῦ μαθηταῖς ἐπ’ ὄρους ὁ κύριος τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν». Ἀλλ’ εὐθὺς ἐροῦσιν οἱ ἀπύλωτον καὶ θηρευτικὴν περιφέροντες γλῶσσαν· ‘καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπεδείχθη; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέατος· καὶ εἰ ἀθέατος, οὐχ ὁρατή’. Ἀλλ’ ἄκουε συνετῶς. «Ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξε, τουτέστι μικρὸν παρήνοιξε τῆς θεότητος καὶ οὐχὶ τελείως.

Πληροφορῶν μὲν γὰρ ἔδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση δέ τις ἦν, ἀλλ’ ὅσον ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες». Ὡς μὲν οὖν ὁρωμένη καὶ χωρουμένη καὶ μετεχομένη καὶ μεριζομένη πως—καὶ γὰρ οὐχ ὅση τίς ἐστιν, ἀλλ’ ὀλίγον ὅσον ἐχώρουν οἱ ὁρῶντες ὤφθη—δείκνυται σαφῶς οὐκ οὐσία ἀλλ’ ἐνέργεια οὖσα· αὕτη γάρ ἐστιν ἡ μεριζομένη κατὰ τὸν αὐτόν. Ὡς δὲ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, ὡς ἀθέατος, ὡς θεότης, ὡς πᾶσαν ὑπερβαίνουσα κἀν τῷ μετέχεσθαι κατάληψιν, ἄκτιστός ἐστιν.

Κεφ. ιστʹ. Ὅτι εἰ καὶ σωματικοῖς ὀφθαλμοῖς τὸ θεῖον ὤφθη φῶς, ἀλλὰ μετασκευασθεῖσι τῇ δυνάμει τοῦ πνεύματος. Ἀλλ’ αὐτὸ τὸ ὀλίγον ἐρωτᾷς, εἰ ἄκτιστον πῶς ὤφθη σωματικοῖς ὀφθαλμοῖς; Ἐρῶ σοι τοίνυν τὰ ἄρρητα, ὡς ἐθεάθη τὰ ἀθέατα, τουτέστι καθόσον γλῶττά τε καὶ ὦτα, καὶ ταῦθ’ ἡμῶν, χωρεῖ· καθάπερ καὶ τοὺς ὀφθαλμοὺς ἀκήκοας, μᾶλλον δὲ οὐδ’ οὕτω, καθόσον τῶν ἰδόντων ἀποδέομεν ἡμεῖς. Κἀκεῖνοι δ’ ὅμως, εἰ καὶ ὑψηλότερον ἢ καθ’ ἡμᾶς εἶδον, ἀλλ’ ἀπὸ τῶν σωματικῶν φωνῶν καὶ ἀπὸ τῶν ἡμῖν γνωρίμων, τουτέστι τῶν κτιστῶν, ἐξηγήσαντο περὶ ἐκείνης. «Οὕτω γάρ», φησί, «θεολογήσεις, κἂν Μωυσῆς ᾖ κἂν Παῦλος κἂν ὑπὲρ ἐκείνους»· οὐ μὴν ὡς ἐφικτὸν λέγειν καὶ ἀκούειν, οὕτως ἐκεῖνοι ἐθεώρουν, «ἀλλ’ ἃ ὀφθαλμός», φησίν, «οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε» καὶ ἃ «οὐκ ἐξὸν λαλῆσαι».

Πῶς οὖν εἶδον οἱ ὀφθαλμοὶ τὴν ἄκτιστον δόξαν; Μετασκευασθέντες τῇ δυνάμει τοῦ πνεύματος καὶ δύναμιν σχόντες, ἣν οὐ πρότερον εἶχον καὶ πνεῦμα γεγονότες καὶ ἐν πνεύματι ὁρῶντες τὴν τοῦ πνεύματος ἑώρων δόξαν. «Ἀπὸ γὰρ τῆς σαρκός», φησίν, «ἐπὶ τὸ πνεῦμα μετέβησαν τῇ ἐναλλαγῇ τῶν αἰσθήσεων, ἣν αὐτοῖς τὸ πνεῦμα ἐνήργησεν».

Ἄκουσον Παύλου· «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ... ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ». Ἄκουσον πάλιν τοῦ χρυσοῦ τὴν γλῶτταν Ἰωάννου· «οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· διὸ φησί, ‘προσέθηκέ μοι ὠτίον ἀκούειν’ τὴν προσθήκην τὴν ἀπὸ τοῦ πνεύματος λέγων»· καὶ πάλιν, «μετὰ τὴν τοῦ πνεύματος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευματικὴ ἡ τῶν προφητῶν». Ἄκουσον τοῦ Δαμασκηνοῦ θεολόγου· «οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερος, ἀλλ’ ὅσον ἐχώρουν καθορᾶν οἱ βλέποντες»· «θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε καθὰ πέφυκε φύσεως, καὶ ὃ δέ τις ἑώρακεν, ἐν πνεύματι τοῦτο τεθέαται· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου». Ὁρᾶται τοίνυν τοῖς ἀξίοις ἔξαλμά τι τῆς ἐκεῖθεν λαμπρότητος, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ὁράσει μένει ἀόρατον· οὔτε γὰρ ὀφθαλμὸς αὐτὸ ὁρᾷ, οὔτε οὖς ἀκούει, οὔτε ἐπὶ καρδίαν ἀνθρωπίνην ἀναβαίνει· πάντα γὰρ ταῦτα δεξάμενα τὴν ἐκ τῆς δεξιᾶς τοῦ ὑψίστου, ταυτὸν δ’ εἰπεῖν τοῦ πνεύματος ἀλλοίωσιν, ἐν πνεύματι τὰ τοῦ πνεύματος ὁρᾷ θείως καὶ ὑπερφυῶς.

Ὁ δὲ ψυχικὸς ἄνθρωπος μὴ μόνον τῆς κατὰ τὴν ἀλλοίωσιν ἐκείνην θέας ἀπεσχοίνισταί τε καὶ διώρισται μακράν, ἀλλὰ καὶ αὐτὴν ἀθετεῖ καὶ διαβάλλει τὴν τῶν τοιούτων ἱστορίαν. Εἰ δὲ καὶ πνεύματι πλάνης ἐνεργεῖται, πρὸς τἀναντιώτατα διῳκισμένος, καὶ βλασφημεῖν οἴεται τοὺς ὄντως ἀκριβεῖς καὶ ἀσφαλεῖς θεολόγους· εἰ δὲ καὶ τῷ πνεύματι τούτῳ τῆς πλάνης ἐκβεβάκχευται, μάχην ἀκήρυκτον ἀναρριπίζει κατὰ τῶν ταῦτα πιστευόντων, πρὸς τοὺς ἐγγὺς βοῶν, τοῖς μακρὰν ἐπιστέλλων, πρὸς πάντας συκοφαντῶν, πάντα κυκῶν καὶ διαστρέφων, θεῖά τε καὶ ἀνθρώπινα, καὶ τοῖς συνίστορσι τῆς ἀληθείας ἐπανιστάς. Καὶ δὴ τὸ δεῖγμα τῶν τοιούτων ἐγγύς· αὐτὸς ὁ Ἀκίνδυνος.