Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός ΣΤ΄, Κεφάλαια 17-25: Οι ουσιώδεις ενέργειες του Θεού και η Τριαδική συμφωνία

Επιχειρηματολογία περί του ότι τα τρία πρόσωπα της Αγίας Τριάδος διαθέτουν κοινή άκτιστη ενέργεια και δύναμη, και αναίρεση της κακοδοξίας που ταυτίζει τις υποστάσεις με τις ουσιώδεις ενέργειες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 19 από 21

Ἄλλοτε δὲ τῆς τοιαύτης ἀβελτηρίας ἀφέμενος προφέρει τὸν μέγαν Ἀθανάσιον εἰπόντα, «μόνος ἐστὶ τοῦ πατρὸς σοφία καὶ ἀπαύγασμα ὁ λόγος»· καὶ «ἑνὸς ὄντος τοῦ θεοῦ, μίαν εἶναι δεῖ καὶ τὴν τούτου σοφίαν», καὶ ὅσα ἄλλα τούτῳ τε καὶ τῷ σεπτῷ γέγραπται Κυρίλλῳ πρὸς τοὺς κτίσμα τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι βλασφημοῦντας. Ἐπεὶ γὰρ «μία καὶ ἡ αὐτή, οὐχ ὁμοία ἀλλ’ ἡ αὐτή, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος σοφία καὶ δύναμις καὶ ἐνέργεια», κτίσματος ὄντος τοῦ υἱοῦ, οὐχ ὑπολέλειπται τῷ πατρὶ ἄκτιστος σοφία καὶ δύναμις καὶ ἐνέργεια, διὰ τοῦτο πρὸς τοὺς κτίσμα τὸν υἱὸν λέγοντας, λέγοιτ’ ἂν εὐσεβῶς μόνος ὁ υἱὸς ἄκτιστος σοφία καὶ δύναμις· οὐ γὰρ ἕτερος οὗτος κατὰ ταύτας τοῦ πατρός. Οὕτω γὰρ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος Πρὸς Ἀπολινάριον, τεθνηκέναι λέγοντα τὴν τοῦ υἱοῦ θεότητα, «οὐκ ἦν λοιπόν», φησί, «παρὰ τῷ πατρὶ σοφία ἢ δύναμις ἢ ζωὴ ἢ ἄλλο τι τῶν ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται».

Κεφ. ιζʹ. Τίς ἡ εὐσεβὴς διάνοια, καθ’ ἣν ἕκαστον τῶν τριῶν προσκυνητῶν προσώπων δύναμις καὶ ἐνέργεια καλεῖται· ἐν ᾧ πάλιν περὶ τῆς κοινῆς τῶν τριῶν δυνάμεως καὶ ἐνεργείας. Μόνος τοίνυν τοῦ πατρὸς ὁ υἱός ἐστιν ἐνέργεια, μὴ πρὸς τὰς ἀκτίστους ἐνεργείας τοῦ «μόνος» ποιουμένου τὴν ἀντιδιαστολήν, ἀλλὰ πρὸς τὰ κτίσματα. Ἐπεὶ δὲ καὶ τῶν μετοχῇ τὸ εἶναι ἐχόντων ἔστιν ἃ καλεῖται δυνάμεις τοῦ θεοῦ, οὐ πληθυντικῶς μόνον ἀλλὰ καὶ ἑνικῶς, ὁ υἱός, ἅτε μὴ μετουσίᾳ ἔχων τὸ εἶναι καὶ καλεῖσθαι δύναμις, ἀλλὰ πάντα τὰ τοῦ πατρὸς ἔχων ὁλοκλήρως, οὐχ ὅμοια ἐκείνοις ἀλλ’ αὐτὰ ἐκεῖνα, μόνος δύναμις καλεῖται πρὸς ἀντιδιαστολὴν τῶν κατὰ μετοχὴν τοῦτο κεκλημένων. Οὕτω καὶ ὁ πατήρ, οὕτω καὶ τὸ πνεῦμα, οὕτω καὶ μόνη δύναμις ἄκτιστος ἡ τῶν τριῶν. Ἀλλ’ ὅταν μὲν ἢ τὸν πατέρα ἢ τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον καλῶμεν δύναμιν ἢ ἐνέργειαν, συνεπινοοῦμεν ἢ καὶ συνεκφωνοῦμεν τὸ ἐνυπόστατον. Τὰς δὲ ἀϊδίους τοῦ πνεύματος ἐνεργείας, ὃ πολλάκις ἔφην, καταλέξας ὁ μέγας Βασίλειος «ταύτας», φησίν, «ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, μόνον ὑπάρχον ἐνυπόστατον». Ἔστι μὲν οὖν ἕκαστον τῶν τριῶν προσώπων ὑφεστῶσα δύναμις, οὐ μὴν διὰ τοῦτο κεχώρισται αὐτῶν ἡ κοινῶς τούτοις ἐνθεωρουμένη δύναμις, ἀλλὰ διὰ τὸ ἔχειν ταύτην ἀπαραλλάκτως ἕκαστόν τε καὶ ὁμοῦ ταῦτα δύναμις καλεῖται. «

Εἰ γὰρ κατὰ τὴν οὐσίαν ὁ υἱὸς ἀπαραλλάκτως ἔχει», κατὰ τὸν μέγαν Βασίλειον, «ἀπαραλλάκτως ἕξει καὶ κατὰ τὴν δύναμιν· ὧν δὲ ἡ δύναμις ἴση, ἴση που πάντως καὶ ἡ ἐνέργεια. ‘Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία’». Καὶ κατὰ τὸν θεῖον Κύριλλον, «ἰσοσθενὲς τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁμοούσιον τῷ θεῷ, τὸ τὴν θείαν ἐνέργειαν ἔχον ἐν ἑαυτῷ φυσικῶς».

Καὶ κατὰ τὸν μέγαν Διονύσιον, «δύναμίς ἐστιν ὁ θεός, ὡς πᾶσαν ἐν ἑαυτῷ δύναμιν προέχων καὶ ὑπερέχων». Οὕτω μὲν οὖν ἕκαστον ἐκείνων ἰδίᾳ καὶ ὁμοῦ τὰ τρία δύναμις καὶ ἐνέργεια καλεῖται μία. Δύναμις δὲ καὶ εὐπρέπεια τοῦ υἱοῦ καλεῖται ὁ πατήρ, κατὰ τὸν θεῖον ψαλμῳδὸν Δαβὶδ καὶ τὸν Νύσσης ἱεροφάντορα Γρηγόριον, ὡς ἐκεῖθεν ἔχοντος πρὸς τοῖς ἄλλοις πᾶσι καὶ τὴν δύναμιν.

Δύναμις δὲ καὶ ἐνέργεια τοῦ πατρὸς καλεῖται ὁ υἱός, ὡς ἐξ ἐκείνου ὤν, ἀλλ’ οὐκ ἐκεῖνος καθ’ ὑπόστασιν ὑπάρχων. «Δύναμις γάρ ἐστιν ὁ υἱὸς ὥσπερ καὶ ὁ πατήρ», φησὶν ὁ πάμμεγας Ἀθανάσιος, «ἀλλ’ ἵνα δειχθῇ ὅτι οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, διὰ τοῦτο τοῦ πατρός ἐστι δύναμις καὶ ἐνέργεια.

Ὁ μὲν γὰρ πατὴρ οὐ παρά τινος, αὐτὸς δὲ παρὰ τοῦ πατρὸς ἔχει τὸ εἶναι δύναμις»· καὶ πάλιν, «εἰ δὲ ἐν υἱῷ τὸ θέλημα τοῦ πατρός, πῶς δυνατὸν καὶ αὐτὸν ἐν θελήσει καὶ βουλήματι γίνεσθαι; Ἀνάγκη γὰρ καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ λόγῳ συνίστασθαι, δι’ οὗ καὶ αὐτὸς γίνεται· φαίνεται γὰρ ἡ τοῦ θεοῦ βούλησις οὐκ ἐν τοῖς γινομένοις οὖσα, ἀλλ’ ἐν τῷ δι’ οὗ». Βούλησιν δὲ ἐνταῦθα τὴν σοφίαν ὠνόμασε, καθάπερ καὶ αὐτὸς προϊὼν διασαφοῖ· «ὡς γὰρ ἰσχύς», φησί, «καὶ ἀσφάλεια ταυτόν, οὕτω καὶ ἡ βουλὴ καὶ ἡ φρόνησις, ἅ ἐστιν ὁ κύριος». Ἀλλ’ ὁρᾷς πρὸς τίνας ὁ λόγος, ὅτι πρὸς τοὺς ἀφρόνως κτίσμα τὸν υἱὸν φρονοῦντας; Τί τοίνυν ταῦτα πρὸς ἡμᾶς τοὺς μὴ τὴν θείαν μόνην οὐσίαν ἀλλὰ καὶ τὰς θείας δυνάμεις τε καὶ ἐνεργείας ἀκτίστους εἶναι διατεινομένους καὶ διὰ τοῦτο παρ’ Ἀκινδύνου καὶ Βαρλαὰμ νῦν πολεμουμένους; Συνορᾷς δὲ καὶ διατί μόνος ὁ υἱὸς δύναμίς ἐστι καὶ ἐνέργεια καὶ σοφία τοῦ πατρός; Ὅτι τὴν τοῦ πατρὸς σοφίαν καὶ θέλησιν καὶ δύναμιν ἐν ἑαυτῷ ἔχει, οὐχ ὁμοίαν ἀλλ’ αὐτὴν ἐκείνην. Διὸ πάλιν ὁ αὐτός φησιν, «ἡ σοφία λέγει, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς, ἐμὴ βουλὴ καὶ ἀσφάλεια· οὐκοῦν αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ πατρὸς καὶ θέλημα τοῦ πατρὸς αὐτὸς ἐκλήθη. Δεῖ γὰρ οὕτω διελέγχειν αὐτούς, ἀνθρώπινα περὶ τοῦ θεοῦ διανοουμένους· οὕτω γὰρ ἐκτός ἐστιν ὁ υἱὸς τῶν βουλήσει γενομένων».

Οὐ μήν, ἀλλ’ ἐπεὶ προαποδέδεικται μήθ’ ὑποστάσεις εἶναι μήθ’ ὑποστατικὰ τὴν ἄκτιστον δύναμιν καὶ τὴν ἐνέργειαν, ἀλλ’ οὐδὲ φύσιν, λείπεται φυσικῶς τῷ θεῷ προσεῖναι ταῦτα. Ὃ καὶ ὁ Δαμασκηνὸς θεολόγος ἐπὶ λέξεώς φησιν ὅτι «φυσικὰ καὶ οὐχ ὑποστατικὰ λέγομεν τὰ θελήματα καὶ τὰς ἐνεργείας· λέγω δὴ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν εἶναι ταῦτα, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος εἰπεῖν ἀναγκασθησόμεθα». «Εἴ γε μὴν ἕκαστον τῶν κατὰ φύσιν ἐνυπαρχόντων τῷ θεῷ», φησὶν ὁ θεῖος Κύριλλος, «οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεὸς ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται».

Ὅταν οὖν ἐπὶ τοῦ θεοῦ λέγηται τὸ «μόνος ἄκτιστος», πρὸς τὴν κτίσιν ποιεῖται τὴν ἀντιδιαστολήν, ἀλλ’ οὐ πρὸς τὰ φυσικῶς προσόντα τῷ θεῷ, ὧν ἐστι καὶ ἡ θεία δύναμις καὶ ἡ κατάλληλος αὐτῇ ἐνέργεια. Μάτην τοίνυν ὁ Ἀκίνδυνος τούτῳ χρῆται καθ’ ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ θεοῦ καὶ τῆς αὐτοῦ θείας δυνάμεως καὶ ἐνεργείας, οἰκειότερον δὲ εἰπεῖν κατὰ τῆς ἑαυτοῦ ψυχῆς. Τὸ δὴ μόνον εἶναι τὸν υἱὸν ἄκτιστον δύναμίν τε καὶ ἐνέργειαν οὐκ ἐμποδίζει, μᾶλλον μὲν οὖν καὶ συναποδείκνυσιν ἄκτιστον εἶναι τὴν κοινὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δύναμίν τε καὶ ἐνέργειαν. Φυσικὴ γὰρ οὖσα καὶ οὐχ ὑποστατική, καθάπερ εἴρηται, ἡ τοιαύτη δύναμις τῆς φύσεως ἐστίν· ὧν δ’ ἡ φύσις, τούτων καὶ ἡ τοιαύτη δύναμις. Κοινὴ δ’ ἡ φύσις τῶν τριῶν, κοινὴ ἄρα καὶ ἡ τοιαύτη δύναμίς τε καὶ ἐνέργεια· καὶ διὰ τὴν θείαν φύσιν ἑκάστη τῶν ὑποστάσεων ἔχει τὴν φυσικὴν ταύτην δύναμίν τε καὶ ἐνέργειαν καὶ τὸ δύναμις ἄκτιστος καὶ ἐνέργεια καλεῖσθαι. Κατὰ γὰρ τὸν θεῖον Μάξιμον, «οὐδὲν τῶν φυσικῶν εἰς ἄτομον προηγουμένως, ἀλλ’ εἰς τὴν αὐτοῦ φύσιν καὶ τὴν οὐσίαν ἔχει τὴν ἀναφοράν». Διὰ τοῦτο καὶ κατὰ τὸ ἀνωτέρω εἰρημένον τοῖς πατράσιν, ἕκαστον τῶν τριῶν προσώπων τῆς θεότητος ἐνεργοῦν μᾶλλον, ἀλλ’ οὐκ ἐνέργεια, εἰ μή τις συνεπινοεῖ ἢ καὶ συνεκφωνεῖ, καθάπερ ἔφημεν, τὸ ἐνυπόστατον.

Ἔτι καλεῖται δύναμις τοῦ πατρὸς ὁ υἱὸς κατὰ τὸν μέγαν Ἀθανάσιον, «ἵνα τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ τὸ ἀΐδιον καὶ τὸ τῷ θεῷ πρέπον λογιζώμεθα». Καλῶς ἄρ’ ἔφημεν ὅτι τὸ δύναμιν τοῦ πατρὸς καλεῖσθαι τὸν υἱὸν δεικτικόν ἐστι τοῦ ἀκτίστου τῆς κοινῆς δυνάμεως τῶν τριῶν προσκυνητῶν προσώπων. Διὰ τοῦτο γὰρ καὶ δύναμις καλεῖται, ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ, ὡς ἀνωμολογημένον ὂν ἀΐδιον εἶναι τὴν δύναμιν. Ἴδοις δ’ ἂν τοὺς θεολόγους καταχρωμένους ἐν ταῖς πρὸς τοὺς Ἕλληνας πεποιημέναις ὁμιλίαις τῇ θεολογικῇ ταύτῃ διανοίᾳ, ἐπειδήπερ τὸ ἀπαθὲς τῆς γεννήσεως ἐντεῦθεν ἔπεισι λογίζεσθαι καὶ τὸ ἀΐδιον καὶ πᾶν ὅ,τι τῷ θεῷ προσῆκον. Ἔτι γε μὴν καὶ τῷ δι’ αὐτοῦ δημιουργὸν εἶναι τὸν πατέρα, δύναμις τοῦ πατρὸς καὶ ἐνέργεια καλεῖται ὁ υἱός. Τοῦτο δέ, κατὰ τὸν μέγαν Βασίλειον, «οὐκ ἄτονον τοῦ υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν»· οὕτω γὰρ ἂν οὔτε πατὴρ προσδεηθείη υἱοῦ, μόνῳ τῷ θέλειν δημιουργῶν, ἀλλ’ ὅμως θέλει διὰ υἱοῦ, οὔτ’ ἂν ὁ υἱὸς συνεργίας προσδεηθείη καθ’ ὁμοιότητα τοῦ πατρὸς ἐνεργῶν, ἀλλὰ καὶ ὁ υἱὸς θέλει διὰ τοῦ πνεύματος τελειοῦν.

Κεφ. ιηʹ. Ὅτι τῶν θεολόγων καὶ μὴ εἶναι καὶ εἶναι τὸν θεὸν ἐνέργειαν λεγόντων, καὶ τούτων ἑκάτερον διχῶς, πρὸς δὲ καὶ κοινὴν τῶν τριῶν προσώπων εἶναι δεικνύντων ἄκτιστον δύναμίν τε καὶ ἐνέργειαν, ὁ Ἀκίνδυνος, πλὴν τοῦ λέγεσθαι δύναμίν τε καὶ ἐνέργειαν, τἄλλα πάντα ἀθετεῖ. Τῶν θεοφόρων τοιγαροῦν θεολόγων, καθ’ οὓς προαναπέφηνε τρόπους, νῦν μὲν οὐκ ἐνέργειαν εἶναι λεγόντων ἕκαστον τῶν τριῶν τῆς θεότητος προσώπων, νῦν δ’ εἶναι τούτων ἕκαστον ἐνέργειαν, ἄλλοτε δ’ αὖ κοινὴν εἶναι τῶν τριῶν καὶ ἀπαράλλακτον τὴν ἐνέργειαν, οἷς καὶ ἡμεῖς ὁμολογοῦμεν διὰ πάντων, ὁ Ἀκίνδυνος μόνας προθεὶς τὰς ῥήσεις ἀφ’ ὧν ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐνέργειαι εἶναι μαρτυροῦνται, πρὸς δὲ τὰς δεικνύσας τἄλλα καθάπερ ἐκκεκωφημένος, «αἱ μὲν οὖν φυσικαί», φησίν, «καὶ οὐσιώδεις ἐνέργειαι τοῦ θεοῦ καὶ δυνάμεις αὗται· ἐνέργειαν δὲ ἡμῖν ὁ θεολόγος παραδίδωσιν οὐ τὴν αὐτὴν οὖσαν τῇ τοῦ θεοῦ οὐσίᾳ, ἀλλ’ ἑτέραν καὶ ἐνεργουμένην καὶ παυομένην. Φησὶ γάρ, ‘τὸ πνεῦμα τὸ ἅγιον, ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων πάντως ὑποθετέον, ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων, ὧν τὸ μὲν οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός.

Εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτ’ ἂν εἴη θεοῦ· τί γὰρ ἕτερον ἢ τίνος; Τοῦτο γάρ πως μᾶλλον καὶ φεύγει σύνθεσιν. Καὶ εἰ ἐνέργεια ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται’».

Τὸ μὲν οὖν μὴ κατὰ πάντα δεῖν οἴεσθαι τοῖς θείοις ἕπεσθαι πατράσι τὸν πολὺν Ἀκίνδυνον, ἀλλ’ ὥσπερ τινὰ κριτήν, μᾶλλον δὲ τύραννον, προκαθήμενον, τὰ μὲν τῶν ἐκείνοις εἰρημένων ἐκβάλλειν καὶ παραρριπτεῖν ἀκυροῦντα μετὰ πολλῆς ἀναιδείας, μηδὲ γοῦν λόγου τινὸς ἀξιώσαντα τὸ παράπαν, τὰ δὲ ἐγκρίνειν καὶ εἰσποιεῖσθαι διασπῶντα τῶν ἄλλων μετὰ πολλῆς ἐξουσίας καὶ τοὺς ἄλλους πάντας ταῖς ἀποσπᾶσι ταύταις μόναις στοιχεῖν βιάζεσθαι, παρείσθω νῦν λέγειν φανερὸν ἐκ τῶν προδεδειγμένων ὄν. Τὸ δὲ δυσσεβὲς εἶναι δεικνύναι τὸν υἱὸν καὶ τὸ πνεῦμα λέγειν κατ’ αὐτὸν οὐσίαν εἶναι τοῦ θεοῦ μικρὸν ὑπερθετέον. Ἡ δὲ τοῦ θεοῦ ἐνέργεια, ἣν Γρηγόριος μὲν ὁ τῆς θεολογίας ἐπώνυμος μὴ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων εἶπεν, ἀλλὰ τῶν ἐν ἑτέρῳ θεωρουμένων, ἐνεργεῖσθαί τε καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεσθαι, φέρ’ ἴδωμεν, ἐπειδὴ τῶν ἐν ἑτέρῳ θεωρουμένων ἐστίν, ἐν τίνι θεωρεῖται καὶ πότερον, αὐτὸ τὸ ἐνεργεῖν τὸν θεόν ἐστιν αὕτη ἢ τὰ ἐκ τοῦ ἐνεργεῖν τὸν θεὸν ἀποτελούμενα;

Κεφ. ιθʹ. Παράστασις ὅτι ἡ ἐνθεωρουμένη τῇ οὐσίᾳ τοῦ ἁγίου πνεύματος κατὰ τὸν θεολόγον ἐνέργεια ἄκτιστός ἐστι καὶ σύνθεσιν οὐδεμίαν ἐμποιεῖ, κἂν {κτιστός ἐστι καὶ σύνθεσιν οὐδεμίαν ἐμποιεῖ, κἂν εἰ τῆς οὐσίας διενήνοχεν.} Ἀλλ’ ὅτι μὲν οὐκ ἔστιν αὕτη τὰ ἀποτελέσματα, σαφές· οὐσιῶν γὰρ πεποιωμένων ὁ θεὸς ὑπάρχει ποιητής. Καθ’ ἑαυτὰ τοίνυν ὑφεστήκασιν ἄγγελοι, ψυχαί, κόσμος ἅπας αἰσθητός, ἡ δὲ ἐνέργεια αὕτη τοῦ θεοῦ τῶν ἐν ἑτέρῳ θεωρουμένων ἐστίν. Οὐκοῦν οὔτε τῶν νοητῶν ἐστι κτισμάτων οὔτε μὴν τῶν αἰσθητῶν, ἀλλ’ αὐτὸ τὸ ἐνεργεῖν καὶ δημιουργεῖν τὸν θεόν. Τί γὰρ δεῖ λέγειν, ὅτι τῶν ἐν ταῖς οὐσίαις ἐνθεωρουμένων οὐκ ἔστιν; Οὐ γὰρ αἱ μὲν οὐσίαι ἀποτελέσματα καὶ οὐκ ἐνέργειά εἰσι θεοῦ τοιαύτη, αἱ δ’ αὐτῶν ποιότητες οὐκ εἰσὶν ἀποτελέσματα. Πῶς οὖν οὐκ ἄκτιστος ἡ ἐνέργεια αὕτη τοῦ θεοῦ μηδὲν οὖσα τῶν νοητῶν ἢ τῶν αἰσθητῶν κτισμάτων καὶ μὴν τῶν ἐκ τῆς ἐνεργείας ταύτης ἀποτελεσμάτων; Ἄγγελοι μὲν καὶ ψυχαὶ τέλος οὐχ ἕξουσιν, ὡς πάντες ἴσμεν, ἀλλ’ οὐδὲ συμβεβηκὸς εἰρήσεταί ποτέ τις τούτων κατ’ οὐδένα τρόπον, ἡ δὲ ἐνέργεια αὕτη παύεσθαι καὶ συμβεβηκὸς εἶναί πως εἴρηται.

Τοιγαροῦν κἀντεῦθεν δῆλον ὡς οὐδὲν τῶν νοητῶν κτισμάτων αὕτη, οὐκοῦν οὐδὲ τῶν αἰσθητῶν—πῶς γὰρ τῶν μὲν ἔσται, τῶν δ’ οὐκ ἔσται; —Τῶν ἀριδήλων τοιγαροῦν ὡς οὐδὲν τῶν ἀποτελεσμάτων· μηδὲν δ’ οὖσα τῶν ἀποτελεσμάτων ἡ ἐνέργεια αὕτη, πῶς ἂν εἴη κτίσμα;

Ἐπεὶ δὲ καὶ τῶν ἐνθεωρουμένων τοῖς κτίσμασιν οὐκ ἔστι—κἀκεῖνα γὰρ ἀποτελέσματα—τῶν ἐνθεωρουμένων ἄρα τῷ θεῷ ἐστι· κατ’ αὐτὴν γὰρ ὁ θεὸς ποιητής τε καὶ δημιουργὸς καλεῖται. Διὸ καὶ ὁ θεολόγος εἰπών, «εἰ μὴ οὐσία εἴη, ἐνέργεια τοῦτ’ ἂν εἴη θεοῦ», ἐπήνεγκε, «τί γὰρ ἕτερον καὶ τίνος; Τοῦτο γάρ πως καὶ φεύγει σύνθεσιν», τοῦτο λέγων ἄντικρυς, ὡς εἰ καὶ διαφέρει τῆς οὐσίας τοῦ θεοῦ ἡ ἐνθεωρουμένη ταύτῃ ἐνέργεια, —ἡ μὲν γὰρ τῶν ἐν ἑτέρῳ ἐνθεωρουμένων ἐστίν, ἡ δὲ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων—, ἀλλ’ οὐκ ἔστι διὰ τοῦτο σύνθετον τὸ θεῖον. Τὸ δ’ ὅπως, δι’ ὃ προσέγραψεν ὁ μέγας τὸ «πῶς», ἐν τῷ Περὶ θείων ἐνεργειῶν καὶ τῆς κατ’ αὐτὰς μεθέξεως ἡμῖν εἴρηται.

Πρὸς ὃ δ’ ἡμῖν ὁ λόγος νῦν, εἰ τῶν ἐνθεωρουμένων τῷ θεῷ ἡ ἐνέργεια αὕτη, πῶς οὐκ ἄκτιστος; Οὐδὲν γὰρ τῶν ἐνθεωρουμένων τῷ θεῷ κτιστόν. Πῶς γὰρ καὶ ταῦτα τῶν θεολόγων λεγόντων, «οὐκ ἔστι τῶν ἐν τῷ θεῷ τι κτιστόν, ὡς οὐδὲ τῶν ἐν τῷ ἀνθρώπῳ τι ἄκτιστον»; «Ἀλλ’ ἐνεργεῖσθαι γέγραπται», φησί. Καὶ τί τοῦτο; Καὶ ἡ θεία γὰρ ἐνεργεῖται πρόνοια κατὰ τὸν εἰπόντα «ἐν δεξιᾷ τοῦ πατρὸς ὁ Χριστὸς ἐκάθισε θεϊκῶς ἐνεργῶν τὴν τῶν ὅλων πρόνοιαν».

Ὁ δὲ Νύσσης θεῖος Γρηγόριος «οὐ τρεῖς θεοὺς ὀνομάζειν», φησί, «δυνάμεθα τοὺς τὴν θεατικὴν καὶ ἐποπτικὴν δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως ἀλλήλων ἐφ’ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας· ἀλλ’ οὐ παρὰ τοῦτο κτίσμα τις ἐρεῖ τὴν θείαν πρόνοιαν καὶ τὴν θεατικὴν τοῦ θεοῦ δύναμιν θέλων εὐσεβεῖν».

Κεφ. κʹ. Ὅτι ταύτην κτιστὴν εἶναι φανερῶς δογματίζων ὁ Ἀκίνδυνος τὴν πέμπτην καὶ τὴν ἕκτην τῶν οἰκουμενικῶν συνόδων τελέως ἀθετεῖ. Μᾶλλον δὲ ἵνα δι’ ἑνὸς ἄμφω παρασταίη τό τε μὴ πᾶν τὸ ἐνεργούμενον ὑπάρχειν κτίσμα καὶ τὸ ἐνθεωρεῖσθαι τῷ θεῷ ταύτην τὴν ἐνέργειαν, τῆς ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου νῦν ἐπιμνηστέον. Γράφουσι γὰρ ἐπὶ λέξεως ἡ θειοτάτη σύνοδος αὕτη· «ἔλεγεν ὁ Ὠριγένης ὅτι ‘ὁ θεὸς ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν, πάντως ἐτράπη ἀφ’ ἑτέρου εἰς ἕτερον’. Λέγομεν δὲ ἡμεῖς ὅτι οὐ κατὰ τὴν φύσιν ἐτράπη, ἀλλὰ κατὰ τὴν ἐνέργειαν, μᾶλλον δὲ οὐδὲ κατὰ ταύτην. Εἶχε μὲν γὰρ ἀεὶ τὴν δύναμιν τοῦ κτίζειν καὶ δημιουργεῖν, ἐνηργήθη δὲ ἡ τοιαύτη δύναμις ὅτε ἠβουλήθη». Ἆρ’ οὐ σαφῶς ἄνους ὁ Ἀκίνδυνος «τὸ ἐνεργούμενον κτιζόμενον νοοῦμεν» γράφων; Ἐνηργήθη γὰρ ἀλλ’ οὐκ ἐκτίσθη ἡ ἀΐδιος δύναμις. «Ἀλλὰ καὶ παύεται», φησίν, «ἡ ἐνέργεια αὕτη». Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος «τὴν τοῦ θεοῦ πρόγνωσιν περί τινος παύεσθαί» φησι «προβάντος τοῦ προεγνωσμένου».

Καὶ τῆς ἕκτης τῶν οἰκουμενικῶν συνόδων ἔργον ἦν καὶ σπούδασμα θειότατον, τὸ μὲν ἀφεῖναι τὰς ἁμαρτίας τῷ παραλυτικῷ καὶ τὸ ζωοποιῆσαι τὴν τοῦ ἀρχισυναγώγου παῖδα τὸν Χριστὸν θείαν καὶ ἄκτιστον ἐνέργειαν ἀποφήνασθαι, τῇ θείᾳ φύσει τοῦ Χριστοῦ κατάλληλον, τὸ δ’ ἀνθρωπίνῃ χειρὶ κρατῆσαι τῆς παιδὸς καὶ γλώττῃ φθέγξασθαι κτιστὴν διατελεῖν ἐνέργειαν, τῇ ἀνθρωπίνῃ φύσει τοῦ Χριστοῦ κατάλληλον.

Τηλικαύτην ἀθετοῦσί τε καὶ ἀναιρεῖν τολμῶσι σύνοδον οἱ τὴν τοῦ θεοῦ ἐνέργειαν εἰς κτίσμα κατασπῶντες, ὡς ἐνεργουμένην ἢ παυομένην εἰρημένην. Τό τε γὰρ ζωοποιεῖν ἤρξατο καὶ πέπαυται τηνικαῦτα τῆς παιδὸς ἀναβιούσης, ἀλλ’ οὐ διὰ τοῦτο τὸ ζωοποιεῖν κτιστὴ ἐνέργεια θεοῦ ἐστι.

Καὶ ὁ παραλυτικὸς εἰληφὼς τὴν ἄφεσιν τῶν προημαρτημένων οὐκέτ’ ἐδεῖτο κατὰ ταῦτα τοῦ ταύτην ἐνεργοῦντος. Ἐν γὰρ τοῖς τοιούτοις τὸ ἄρχεσθαι ἢ παύεσθαι τῆς φανερώσεώς ἐστιν, ἀλλ’ οὐκ αὐτῆς τῆς ἐνεργείας, ἥτις θεία δύναμίς ἐστι φανερουμένη διὰ τῶν ἀποτελεσμάτων, ἅτε μηδὲ χωρούντων τούτων τὸ διηνεκές· ἐκείνη γὰρ ἀκάματος·

Κεφ. καʹ. Παράστασις ὅτι κἂν συμβεβηκός πως λέγηται ἢ ἐνέργεια αὕτη, ἀλλ’ οὐχ οἷον μὴ προσεῖναι τῷ θεῷ· ἐν ᾗ διὰ πολλῶν ἀπόδειξις ὅτι διαφέρει τῆς ἀκτίστου οὐσίας ἡ ἄκτιστος ἐνέργεια. Ἀλλὰ γὰρ τί μηκύνω ταυτὶ συνείρων; Οὐ γὰρ ὅτι δημιουργεῖν ὁ θεὸς ἤρξατο καὶ πέπαυται ὅτε ἠθέλησεν αὐτός, διὰ τοῦτο μὴ φυσικῶς ἐροῦμεν τὸ δημιουργεῖν ἔχειν τὸν θεόν, ταυτὸ δ’ εἰπεῖν ταύτην τὴν ἐνέργειαν. Εἰ δὲ φυσικῶς αὕτη πρόσεστι θεῷ, πῶς οὐκ ἄκτιστος; Ἐπεὶ γὰρ καὶ τῶν ἐν τῷ θεῷ θεωρουμένων ἐστίν, ἀλλ’ οὐ καθ’ ἑαυτὴν ὑφεστηκυῖα, τῶν δ’ ἐν ἑτέρῳ θεωρουμένων τὰ μὲν φυσικῶς ἐστι, τὰ δὲ κατὰ συμβεβηκός, συμβεβηκὸς δὲ τῷ θεῷ οὐδὲν ἐνθεωρεῖται—καὶ γὰρ οὐδ’ ἐπίκτητον οὐδὲ μεταβαλλόμενον, ὁποῖον τὸ κυρίως ἐστὶ συμβεβηκός—φυσικῶς ἄρα πρόσεστιν ἡ ἐνέργεια αὕτη τῷ θεῷ. Τὸ δὲ φυσικῶς προσόν, εἰ καὶ συμβεβηκὸς ἔστιν ὅτε λέγεται πρὸς τὴν οὐσίαν ἀντιδιαστελλόμενον, ἀλλ’ οὐ πάντως ἐστὶ συμβεβηκὸς οὐδὲ τοιοῦτον, οἷον τῷ θεῷ προσεῖναι φθάσας ἀπηγόρευσεν ὁ λόγος.

Τοῦτο δὴ καὶ παρὰ τοῦ σοφοῦ τὰ θεῖα Κυρίλλου διδασκόμεθα γράφοντος πρὸς τοὺς διατεινομένους συμβεβηκὸς εἶναι τὸ ἐν τῷ θεῷ ἀγέννητον, εἰ μὴ οὐσία εἴη· «σοφὸν μὲν τὸ λέγειν μηδὲν συμβαίνειν τῇ οὐσίᾳ τοῦ θεοῦ, διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ τέλειον. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάσει λόγος ὡς συμβεβηκότα τινὰ νοεῖν ἐπὶ θεοῦ καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς ἦν μὲν κατ’ οὐσίαν δημιουργός, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μὴ τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποιήθη τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ καὶ ἐνεργείᾳ ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα τῷ θεῷ, τί μάτην περὶ τοῦ μηδὲν συμβεβηκέναι λέγειν τῷ θεῷ τὸ ἀγέννητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν, ὅσαπέρ ἐστι κατ’ οὐσίαν αὐτῷ;». Καὶ πάλιν, μετὰ τὴν ἀπαρίθμησιν τῶν τῷ θεῷ προσόντων φυσικῶς, «εἰ τοίνυν», φησίν, «οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ θεῷ, ταῦτα πάντα ἔσται αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτῇ τῇ οὐσίᾳ συμβεβηκέναι μέχρι μόνης οὕτω νοούμενα φωνῆς».

Ἆρ’ οὐχὶ καὶ τοῦτο σαφὲς ἐντεῦθεν ὂν τυγχάνει, καθάπερ ἐκ γεωμετρικοῦ τινος πορίσματος ἀναφανέν, ὡς ὁ μὲν Ἀκίνδυνος κατὰ μίμησιν Ἀρείου καὶ Εὐνομίου καὶ τῶν ὁμοίων ἕκαστον τῶν φυσικῶς καὶ οὐσιωδῶς προσόντων τῷ θεῷ οὐσίαν εἶναι δογματίζει καὶ κτιστὸν ἅπαν ὅπερ μὴ οὐσία, προφάσει τῆς ἁπλότητος τῆς θείας καὶ τῷ μὴ βούλεσθαι τὸ συμβεβηκὸς εὐσεβῶς ἐπὶ θεοῦ νοούμενον ἄκτιστον προσίεσθαι, καλῶς δ’ ἡμεῖς ποιοῦντες ἀντιλέγομεν αὐτῷ, καθάπερ ἐκείνοις οἱ θεοειδεῖς πατέρες;

Οὐ μὴν ἀλλ’ ἐπεὶ συμβεβηκέναι καὶ συμβεβηκὸς εἴρηκεν ὁ θεολόγος ταύτην τὴν ἐνέργειαν, ἥτις τὰ κτίσματα κατὰ τὸν Ἀκίνδυνόν ἐστι, πάντ’ ἔσται τὰ κτίσματα συμβεβηκότα κατ’ αὐτόν. Εἰ δὲ τὰ συμβεβηκότα μόνα τοῖς οὖσιν ὁπωσοῦν τὴν ἐνέργειαν ταύτην εἶναι λέγει τοῦ θεοῦ, ἐπειδήπερ ἐστὶ συμβεβηκός, ἀκτίστους ἡμῖν ὁ τοῦτο λέγων εἰσάγει τὰς τῶν ὄντων οὐσίας, τὸν παρ’ ἕλλησιν ἀρχαῖον ὕθλον ἀνακαλούμενος. Ἀκόλουθόν γε μὴν τὸν κατὰ τὴν ἐνέργειαν κτίσμα ποιοῦντα τὸν θεὸν ἄκτιστα νομίζειν καὶ οὕτω τὰ κτίσματα θεοποιεῖν. Ἐπεὶ δὲ μὴ τῶν ἐν τοῖς κτίσμασι συμβεβηκότων, ἐν τῷ θεῷ ἀνάγκη εἶναι τὴν ἐνέργειαν ταύτην, μὴ πάντως συμβεβηκὸς ὑπάρχουσαν ἀλλ’ ὡς φυσικῶς προσοῦσαν. Ἀλλὰ γὰρ ὥσπερ ὁ θεολόγος Γρηγόριος συμβεβηκὸς ἔφη τὴν θείαν ἐνέργειαν, περὶ ἧς ἡμῖν ὁ λόγος, μὴ πάντως ὑπάρχουσαν καθάπερ δέδεικται συμβεβηκός, οὕτω καὶ ἐνεργουμένην, μὴ πάντως οὖσαν ἐνεργουμένην ἀλλὰ καὶ ἐνεργοῦσαν καὶ παυομένην μὴ πάντως παυομένην.

Περὶ γὰρ τῆς οὐσίας τοῦ πνεύματος ποιούμενος τὸν λόγον ὁ θεολόγος καὶ πρὸς τοὺς ἐνέργειαν αὐτὸ λέγοντας ὑπάρχειν μόνην ἀντιλέγων, πρὸς τὴν τοῦ πνεύματος ἄκτιστον οὐσίαν ἀντιδιαστέλλων τὴν ἄκτιστον τοῦ πνεύματος ἐνέργειαν, τὴν πρὸς ἀλλήλας ἐπιδείκνυσι διαφοράν. Ἡ μὲν γὰρ οὐσία οὐκ ἔσθ’ ὅπως ἂν ῥηθείη ποτὲ συμβεβηκός, καθ’ ἑαυτὴν ὑπάρχουσα, ἡ δὲ ἐνέργεια ἔσθ’ ὅπως ἂν ῥηθείη, μὴ οὐσία οὖσα μηδὲ καθ’ ἑαυτὴν ὑπάρχουσα, εἰ καὶ μὴ πάντως ἂν ῥηθείη, τῷ φυσικῶς ἐνθεωρεῖσθαι καὶ μὴ κατὰ συμβεβηκός. Καὶ ἡ μὲν οὐσία κατ’ οὐδένα τρόπον ἐνεργεῖται, ἡ δὲ ἐνέργεια ἐνεργεῖται, ἀλλ’ οὐ πάντως, ταυτὸν δ’ εἰπεῖν, οὐχ ὡς τὰ κτίσματα, καὶ τῷ μὴ ἐνεργεῖσθαι ταύτην μόνον ἀλλὰ καὶ θείως ἐνεργεῖν, κατὰ τὸν εἰπόντα, «τῆς μὲν θείας φύσεώς ἐστι τὸ γεννᾶν, τῆς δὲ ἐνεργείας τὸ ποιεῖν». Καθάπερ γὰρ λέγεταί τι πρᾶγμα παρ’ ἡμῶν τῶν ἐκτὸς ἡμῶν ὑπάρχον, λέγεται δὲ παρ’ ἡμῶν καὶ ὁ λόγος ὁ ἡμέτερος, ἀλλ’ ὡς ἔμφυτος οὖσα κίνησις ἡμῶν, διὸ καὶ τὸν ἡμέτερον λόγον ἔσθ’ ὅτε λέγειν φαμὲν ἀλλ’ οὐχὶ λέγεσθαι μόνον, οὐ μὴν δὲ καὶ τὸ παρ’ ἐκείνου λεγόμενον. Οὕτω κἀπὶ τῆς ἐμφύτου ἐνεργείας λέγοιτ’ ἂν εἰκότως καὶ ἐνεργεῖν καὶ ἐνεργεῖσθαι.

Καὶ ἡ μὲν οὐσία τοῦ πνεύματος ἀνέκφαντός ἐστι παντάπασιν, ἡ δὲ ἐνέργεια τοῦ θείου πνεύματος φανερουμένη διὰ τῶν ἀποτελεσμάτων κατὰ τὴν φανέρωσιν ἄρχεται καὶ παύεται, τῶν κτισμάτων ὥσπερ ἔφθημεν εἰπόντες μὴ χωρούντων τὴν ἀϊδιότητα. Διὸ καί τις τῶν πατέρων ἐρωτηθεὶς διατί μὴ συναΐδια τῷ θεῷ τὰ κτίσματα, «διότι μὴ χωροῦσιν», ἀπεκρίνατο, «τὸ ἄναρχον». Ἀλλ’ οὐ διὰ τοῦτο πάντως ἄρχεται ἡ τοῦ θεοῦ ἐνέργεια καὶ παύεται· ὁ γὰρ ἀεὶ ἐνεργῶν θεὸς ἄπαυστον ἔχει τὴν ἐνέργειαν, καὶ τὰ πάνθ’ ὁρῶν ἀεὶ καὶ τῶν πάντων προνοούμενος· «ὁ γὰρ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», φησί.

Κεφ. κβʹ. Ὅτι ἡ ἐνέργεια αὕτη καὶ οὐσιωδῶς προσεῖναι τῷ θεῷ καὶ ἐνεργοῦσα παρὰ τῶν θεολόγων μαρτυρεῖται· καὶ ὡς ταύτην κτίσμα φανερῶς λέγων ὁ Ἀκίνδυνος κτίσμα τὸν θεὸν ποιεῖ. Δέον τοίνυν τὸν Ἀκίνδυνον τὴν ἐπὶ τοῦ θεοῦ διαφορὰν τῆς οὐσίας καὶ τῆς ἐνεργείας παρὰ τοῦ θεολόγου διδαχθέντα, τοῦ συναλείφειν αὐτὰς καὶ δι’ ἀμφοτέρων ἀναιρεῖν ἐκστῆναι καὶ τοῦ σύνθετον λέγειν τὸν θεὸν εἰ διαφέρουσαν ἔχει τῆς ἀκτίστου οὐσίας τὴν ἄκτιστον ἐνέργειαν· ὁ δὲ πρόφασιν ἐντεῦθεν εὕρετο τοῦ ταύτην κτίσμα λέγειν καὶ διὰ ταύτης κτίσμα τὸν θεὸν ποιεῖν. Τοῖς γὰρ οἰκείοις φυσικοῖς καὶ οὐσιώδεσι πᾶσα φύσις καὶ οὐσία κατάλληλός ἐστι, καίτοι οὐ περὶ τῆς δημιουργικῆς ἐνεργείας πρὸς αὐτὸν ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ τῆς τοῦ θεοῦ λαμπρότητος, καθ’ ἣν ὁ Χριστὸς ἐπὶ τοῦ ὄρους περιήστραψε τοὺς μαθητάς, ἣν ἔχειν τε αὐτὸς ἀνάρχως ὡς θεοῦ γνήσιος υἱὸς ἀναγέγραπται καὶ περιαυγάζειν ἀπαύστως τοὺς ἀξίους κατ’ αὐτὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος.

Οὐ μὴν ἀλλ’ ἐπεὶ τὴν οὐσιώδη καὶ φυσικὴν τοῦ θεοῦ ἐνέργειαν ἄκτιστον εἶναι καὶ αὐτὸς ὁ Ἀκίνδυνός φησιν, ἀλλ’ οὐκ ἄλλο παρὰ τὴν οὐσίαν, καὶ νῦν ἔτ’ αὐτῷ δεικτέον διὰ τῆς τῶν θεολόγων γλώττης μαρτυρούμενον, ὡς ἡ ἐνέργεια ἣν ἐνεργουμένην εἴρηκεν ὁ θεολόγος καὶ οὐσιώδης τοῦ θεοῦ ἐστι καὶ τῆς τοῦ θεοῦ οὐσίας ἕτερον· τάχα γὰρ ἂν οὕτω τῆς δυσσεβείας ἀποσταίη, τῷ σαφεῖ τῆς ἀληθείας ἀναπεπεισμένος, εἰ μὴ κατὰ τὸ ἀποστολικὸν «ἐξέστραπται τελέως καὶ ἔστιν αὐτοκατάκριτος».

Τίς δ’ ἂν εἴη κοινὴ γλῶττα τῶν θεολόγων ἢ Δαμασκηνὸς ὁ θεῖος πανταχόθεν τοὺς τῶν θείων δογμάτων ἐρανισάμενος λόγους; Οὗτος οὖν εἰπὼν δύο ἐνεργείας ἔχειν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὴν μὲν ὡς θεόν, τὴν δὲ ὡς ἄνθρωπον, ἐπήγαγεν· «ἰστέον δὲ ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις, ἐνεργητικὸν δὲ ἡ φύσις ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν, ἐνέργημα δὲ τὸ ἀποτέλεσμα. Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα καὶ τὸ ἐνέργημα ἐνέργεια». Θέλων δ’ ἔπειτα δεῖξαι τὴν οὐσιώδη ταύτην τοῦ θεοῦ ἐνέργειαν ἐκείνην εἶναι, ἣν ἑτέραν τῆς οὐσίας τοῦ θεοῦ φησιν ὁ τῆς θεολογίας ἐπώνυμος, ἐπάγει πάλιν· «ἰστέον δὲ ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεολόγος Γρηγόριος ἐν τῷ Περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, ‘εἰ δὲ ἐνέργεια, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται’». Ἀλλὰ καὶ αὐτὸς ὁ τῆς θεολογίας ἐπώνυμος τοῦτο προϊὼν ὑπέδειξεν ἐκεῖ, κίνησιν θεοῦ καὶ αὐτὸς τὴν ἐνέργειαν ταύτην προσειπών.

Ὁ δ’ Ἀκίνδυνος πάλιν τἀναντία σαφῶς τῶν θεολόγων ἀποφαινόμενος, τοῖς αὐτῷ προειρημένοις ἐφεξῆς ἐπάγει γράφων· «οὔτε οὖν ὁ υἱὸς καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἕτερα τῆς οὐσίας τοῦ θεοῦ, οὔτε τοῦτο ἄκτιστος καὶ οὐσιώδης καὶ φυσικὴ τοῦ θεοῦ ἐνέργεια, ὅπερ ἐνεργεῖται ὑπὸ τοῦ θεοῦ καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύεται», μὴ εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται. Καὶ τοίνυν «ἃ μὴ ἑώρακεν ἐμβατεύων εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ» τὴν ἄκτιστον τοῦ θεοῦ ἐνέργειαν εἰς κτίσμα κατασπᾷ καὶ συγκατασπᾷ τὴν θείαν φύσιν· οὐ γάρ ἐστι κτιστῆς ἐνεργείας ἄκτιστον ὑπάρχειν φύσιν.

Καίτοι Δαμασκηνὸς ὁ θεῖος τελέως ἐμφράττων αὐτοῦ τὸ στόμα καὶ πᾶσαν πρόφασιν περιαιρούμενος, οὐχ ἁπλῶς τοῦ θεοῦ, ἀλλ’ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄλλο εἶπεν εἶναι τὴν ἄκτιστον οὐσίαν καὶ ἄλλο τὴν ἄκτιστον ἐνέργειαν· καὶ προσεῖπε ταύτην οὐσιώδη φανερῶς καὶ ὡς ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καὶ ἐνεργοῦσαν ταύτην ὑποφαίνων, ὡς καὶ μικρὸν ἡμῖν ἀνωτέρω διατετράνωται καὶ αὐτὸς ἐναργέστερον ἀλλαχοῦ παρίστησιν, «ἡ τοῦ Χριστοῦ» γράφων «θεία θέλησις ἄναρχός ἐστι καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν». Προϊὼν δὲ κανταῦθα πολλαχῶς ποιεῖται δήλην τὴν διαφοράν, νῦν μὲν ἕπεσθαι λέγων τῇ ἀκτίστῳ οὐσίᾳ τοῦ Χριστοῦ τὴν ἄκτιστον ἐνέργειαν, νῦν δὲ προσεῖναι ταύτῃ· ἄλλοτε δὲ προϊέναι φάσκων ἐκ τῆς θείας οὐσίας τὴν κατάλληλον ἐνέργειάν τε καὶ θέλησιν.

Καὶ οὐχ ἁπλῶς τὴν θέλησιν καὶ τὴν ἐνέργειαν, ἀλλ’ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν προσεῖναι λέγει τῇ θείᾳ φύσει, ἀλλ’ οὐ φύσιν εἶναι, γράφων, «ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς τοῦ Χριστοῦ φύσεσι θελημάτων τε καὶ ἐνεργειῶν, οὐ διαίρεσιν εἰσάγει τοῦ ἑνὸς Χριστοῦ· μὴ γένοιτο. Φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὴ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα»· καὶ πάλιν, «εἰ πᾶσα ἐνέργεια φύσεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ποῦ τις ἐνέργειαν εὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν;».

Ἆρ’ οὖ διὰ πάντων ἀντικείμενός ἐστιν Ἀκινδύνῳ ὡς ὄντι διὰ πάντων περὶ τὰ θεῖα πλημμελεῖ τὴν διάνοιαν; Τὸ γὰρ δὴ καὶ λέγειν, ὡς «αἱ οὐσιώδεις ἐνέργειαι ὁ υἱός ἐστι καὶ τὸ πνεῦμα τοῦ θεοῦ», εἶτ’ ἐπάγειν ὡς «οὐκ ἔστι ταῦθ’ ἕτερα τῆς οὐσίας τοῦ θεοῦ» πολὺ μὲν ἔχει τὸ ἄλογον, πλεῖον δὲ τὸ δυσσεβές.

Κεφ. κγʹ. Ὅτι τὸ λέγειν καθάπερ οὗτος τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ θεοῦ τὴν οὐσίαν εἶναι τοῦ θεοῦ πολὺ μὲν ἔχει τὸ ἄλογον, πλεῖον δὲ τὸ δυσσεβές· ἐν ᾧ κεφαλαίῳ πάλιν παράστασις ὅτι καὶ ἄναρχός ἐστιν ἡ διαφέρουσα τῆς θείας οὐσίας θεία ἐνέργεια. Πρῶτον μὲν ὡς ἡ ἑνιαίως ἀεὶ θεολογουμένη οὐσία τοῦ θεοῦ πληθυντικῶς παρ’ αὐτοῦ προάγεται· «αἱ οὐσιώδεις» γάρ, φησίν, «ἐνέργειαι οὐκ εἰσὶν ἕτεραι τῆς οὐσίας». Οὐδὲ γοῦν κατὰ τοῦτο, ὦ καινόφρον, ὅτι αἱ μὲν οὐσίαι τοῦ θεοῦ οὐδέποτ’ ἄν τις εἴποι πληθυντικῶς προενεγκών, εἴπερ εὐσεβεῖν αἱρεῖται, τὰς δὲ οὐσιώδεις ἐνεργείας τοῦ θεοῦ καὶ πληθυντικῶς προάγομεν; Ἔπειτα, εἴπερ ὁ υἱὸς καὶ τὸ πνεῦμα τοῦ θεοῦ μὴ τῆς οὐσίας ἕτερα, αὐτὸς ὁ υἱὸς λοιπὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὸν Ἀκίνδυνόν ἐστιν ἡ οὐσία τοῦ θεοῦ. Τίς οὖν τῶν ἁπάντων εἴρηκέ ποτε τὸν ἄνθρωπον οὐσίαν εἶναι τοῦ ἀνθρώπου ἢ τὸν ἄγγελον πάλιν τοῦ ἀγγέλου ἢ τὸν Παῦλον ἢ τὸν Γαβριὴλ ἢ τὸν ἀνθρώπου υἱὸν οὐσίαν τοῦ ἀνθρώπου;

Οὐσίαν μὲν γὰρ εἶναι τούτων ἕκαστον ἢ ἔχειν λογικὴν ἢ νοερὰν πᾶς τις ἂν εἰκότως φαίη, οὐσίαν δὲ λέγειν τὸν ἄγγελον πάλιν τοῦ ἀγγέλου ἢ τὸν ἄνθρωπον πάλιν τοῦ ἀνθρώπου ἢ τὸν υἱόν, ὃ καὶ ὑποστάσεως σημαντικόν ἐστι, μεμωραμένης ἐστὶ καὶ γλώττης καὶ φρενός· ὁ δ’ ἐπὶ θεοῦ πατρὸς καὶ υἱοῦ θεοῦ καὶ πνεύματος θεοῦ τοιαῦτα συγγραφόμενος οὐκ ἀβελτηρίας μόνον, ἀλλὰ καὶ δυσσεβείας εἰς ἔσχατον ἐληλακὼς τυγχάνει.

Καὶ τοίνυν ἔρεσθαι προσῆκε τοῦτον, τίνος ἄρα θεοῦ οὐσία ὁ υἱὸς καὶ τὸ πνεῦμα τοῦ θεοῦ; Εἰ μὲν γὰρ τοῦ πατρός, πρῶτον μὲν αὐτὸς ὁ πατὴρ ἀνούσιος ἔσται τῷ υἱῷ καὶ τῷ πνεύματι μόνον ἐνθεωρούμενος· ταῦτα δὲ μονοϋπόστατά τε καὶ καθ’ ἑαυτὰ τελέως ἀνυπόστατα, μὴ κατ’ ἰδίαν ἕκαστον ὑπόστασιν ὑπάρχον ὡς οὐσία τυγχάνοντα τῆς τοῦ πατρὸς ὑποστάσεως, τουτέστι τῶν κατ’ αὐτὴν ἰδιωμάτων. Οὐχ ἡμῶν, ἀλλ’ ἐκ τῶν ἐκείνου λόγων ταυτὶ τίκτεται τὰ ἀσύστατα.

Ἔπειτα εἰ, καθάπερ παρὰ τῶν ἁγίων ἐδιδάχθημεν, ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ υἱός, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐσία τοῦ πατρὸς κατὰ τὸν Ἀκινδύνου λῆρον, ἐκ τοῦ πνεύματος ἔσται ὁ υἱός, ὁμοίως δὲ καὶ τὸ πνεῦμα ἐκ τοῦ υἱοῦ—καὶ γὰρ κἀκεῖνο ἐκ τῆς πατρικῆς οὐσίας οὐ γεννητῶς ἀλλ’ ἐκπορευτῶς προῆλθεν—οὐσία δὲ πατρὸς ὁ υἱὸς κατὰ τὸν Ἀκίνδυνον. Οὐ γὰρ ἤκουσεν, ὡς ἔοικεν, ἢ οὐκ ἐπίστευσεν ὅτι «τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα».

Εἰ δὲ μὴ τοῦ πατρὸς εἶναί φησιν οὐσίαν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτοῦ ταῦτ’ ὄντα οὐσιώδεις ἐνεργείας, ὁ θεοῦ ταῦτ’ εἶναι οὐσίαν ἰσχυριζόμενος, ἀλλ’ ἁπλῶς τοῦ θεοῦ, πῶς ὁ υἱὸς μὲν καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐσία κατ’ αὐτόν ἐστι θεοῦ, ὁ δὲ πατὴρ οὐκ ἔστιν, ἢ γοῦν ὡς ἀνούσιος, ἢ ὡς ἑτέρας οὐσίας παρὰ ταῦτα; Ἀλλ’ ἡμεῖς ἐκ τῆς πατρικῆς οὐσίας ἐκεῖνα πεπιστεύκαμεν, διὸ καὶ ὁμοούσια τῷ πατρί τε καὶ ἀλλήλοις. Οὐδὲν δὲ τῶν ὁμοουσίων ἀνούσιον ἢ ἑτερούσιόν ἐστιν, οὐδ’ οὐσιώδης κίνησις ἕτερον ἑτέρου, ἀλλὰ μίαν ὡς ὁμοίαν ἔχει τὴν κίνησιν καὶ τὴν ἐνέργειαν.

Ἐπὶ δὲ τοῦ θεοῦ οὐχὶ μίαν ὡς ὁμοίαν, ἀλλ’ ὡς τὴν αὐτὴν καὶ ἀπαράλλακτον οὖσαν τῶν τριῶν προσώπων, δι’ ἣν καὶ ἐνέργεια καλεῖται τούτων ἕκαστον. Εἰ δὲ καὶ τὸν πατέρα φησὶν ὁ Ἀκίνδυνος οὐσίαν εἶναι τοῦ θεοῦ, τίνος ἄρα λέγει θεοῦ οὐσίαν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον; Θεοῦ μὲν γὰρ οὐσίαν εἶναι μίαν, ἀόρατον, ἀπερινόητον, ἀνέκφαντον, ἀνέκφραστον, ἀκατονόμαστον, δηλαδὴ πατρός, υἱοῦ καὶ πνεύματος, κοινῇ πάντες οἱ εὐσεβεῖς ὁμολογοῦμεν, θεοῦ δὲ οὐσίαν λέγειν τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ θεοῦ, ἢ καὶ τὸν πατέρα σὺν αὐτοῖς, αἱρέσεών ἐστιν αἰσχίστη καὶ καινή τις καὶ ἀλλόκοτος. Ὁ γὰρ τὰ τρία ἢ τὰ δύο πρόσωπα τῆς μιᾶς θεότητος λέγων οὐσίαν τοῦ θεοῦ, τί ἄλλο ἢ τὰς ὑποστάσεις φησὶν οὐσίας καὶ ὄντως πολύθεός ἐστιν; Ἐπεὶ δὲ καὶ τὰς ἀκτίστους τοῦ θεοῦ δυνάμεις ὁ νέηλυς οὗτος θεολόγος οὐσίαν ἔφη τοῦ θεοῦ, μηδὲν διαφέρειν ταύτας αὐτῆς ἀποφηνάμενος, πλείστας δὲ δυνάμεις ἔχοντα, μᾶλλον δὲ καὶ παντοδύναμον ὄντα φύσει πάντες ἴσμεν τὸν θεόν—τὸ γὰρ πᾶς ἐπὶ τῶν πολλῶν καὶ κατά τι διαφερόντων ἀκούομεν λεγόμενον—πολλὰς ἄρ’ οὗτος καὶ διαφόρους οὐσίας εἶναι διαβεβαιοῦται τοῦ θεοῦ.

Καίτοι λόγος ἡμῖν οὐκ ἦν περὶ υἱοῦ καὶ πνεύματος, ἀλλὰ πρὸς αὐτόν τε καὶ τοὺς κατ’ αὐτὸν κτιστὴν λέγοντας τὴν κοινὴν καὶ φυσικὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐνέργειαν τοὺς ἁγίους ἀντιπροηνέγκαμεν ἡμεῖς λέγοντας τὴν πρόνοιαν κοινὴν καὶ οὐσιώδη τοῦ θεοῦ ἐνέργειαν, οὐ ταύτην δὲ μόνον, ἀλλὰ καὶ τὰς ἄλλας θείας ἐνεργείας, τὴν δύναμιν, τὴν θέλησιν καὶ τὰ τοιαῦτα· ὡς καὶ ὁ μέγας Ἀθανάσιος, «οὐ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ πατὴρ καὶ ὁ υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν»· καὶ ὁ θεῖος Κύριλλος, «ἰσοσθενὲς τὸ πνεῦμα τὸ ἅγιον καὶ ὁμοούσιον τῷ θεῷ, τὸ τὴν θείαν ἐνέργειαν ἔχον ἐν ἑαυτῷ φυσικῶς»· καὶ ὁ μέγας Βασίλειος, «εἰ κατὰ τὴν οὐσίαν ἀπαραλλάκτως ὁ λόγος ἔχει τοῦ πατρός, ἀπαραλλάκτως ἕξει καὶ κατὰ τὴν δύναμιν· ὧν δὲ ἡ δύναμις ἴση, ἴση που πάντως καὶ ἡ ἐνέργεια»· καὶ ὁ Νύσσης θεῖος Γρηγόριος, «μία τις ἡ τοῦ ἀγαθοῦ θελήματος κίνησις καὶ διάδοσις, ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πρὸς τὸ πνεῦμα τὸ ἅγιον διεξαγομένη»· καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος «τὰς τοῦ Χριστοῦ», φησί, «δύο φύσεις ὁμολογοῦντας, καὶ τὰ φυσικὰ τούτων ἰσάριθμα δεῖ πάντως πρεσβεύειν θελήματα καὶ τὰς οὐσιώδεις τοσαύτας ἐνεργείας ὁμολογεῖν», κἀν τῷ σεκρέτῳ περὶ τούτων διαλεγόμενος «εἰ οὐσιωδῶς πρόσεστι», φησί, «τῷ θεῷ ἡ δημιουργικὴ ἐνέργεια, τὰ δὲ οὐσιωδῶς προσόντα, καὶ ἀναφαίρετα»· καὶ πάλιν, «πάντως ἀνάγκη ἐπὶ Χριστοῦ θελήσεις λέγεσθαι καὶ ἐνεργείας· οὐδὲν γὰρ τῶν ὄντων χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκε».

Τούτους οὖν καὶ τοὺς ἄλλους παρηγάγομεν ἁγίους τὰ τοιαῦτα λέγοντας σαφῶς οὐσιώδεις ἐνεργείας τοῦ θεοῦ, μὴ τοῦ πατρὸς μόνον, ἀλλὰ νῦν μὲν αὐτοῦ, νῦν δὲ τοῦ υἱοῦ, νῦν δ’ αὐτοῦ τοῦ πνεύματος. Ὁ δὲ κατὰ τῆς ἑαυτοῦ καὶ πολλῶν ἔστιν ὧν ψυχῆς ἀντιλέγειν ἡμῖν ἐκθύμως ὀρεγόμενος, λογογραφεῖ καὶ διαπέμπεται πανταχοῦ σχεδὸν τὰς τοσαύτας τε καὶ τηλικαύτας δυσσεβείας ταύτας, ἃς διὰ τοσούτων ἐξελέγχομεν λόγων, σπεύδων καὶ τοῦτο δεῖξαι πᾶσιν, ὡς ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἡ οὐσία τοῦ θεοῦ ἐστι—ταῦτα γὰρ μόνα, κατ’ αὐτόν, κατ’ οὐδένα τρόπον διενηνόχασι τῆς οὐσίας τοῦ θεοῦ—δογματίζων, ὡς ἔοικε, μηδὲ ὑποστάσεις ἔχειν ταῦτα, τὸ γὰρ μηδὲν διαφέρον τῆς οὐσίας, οὐσία μόνον ἐστί, καὶ τὸ παρ’ αὐτοῦ διατεθρυλλημένον περιάγγελμα, ὅτι ἓν καὶ ἀδιάφορόν ἐστιν οὐσία καὶ ἐνέργεια ἐπὶ θεοῦ, συμφόρημα πάσης πονηρᾶς αἱρέσεως ὑπάρχον, ὡς καὶ ἐν ἰδίᾳ πραγματείᾳ προαπεδείξαμεν καὶ πρὸς τοῦτο νῦν δείκνυσιν αὐτὸς συντεῖνον.

Τοῦτο δὴ καὶ ἡμῶν κατηγορῶν οὐ διέλιπεν, ὅτι διαφέρειν λέγομεν τῆς ἀκτίστου οὐσίας τὴν ἄκτιστον δύναμιν καὶ ἐνέργειαν ἕνα θεὸν προσκυνοῦντες τρισυπόστατον ἐνεργῆ τε καὶ παντοδύναμον, ὃν οὗτος, δι’ ὧν γράφει, νῦν μὲν εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομεῖ, νῦν δὲ καὶ τὸ εἶναι ὅλως ἀναιρεῖ. Τοῖς δὲ τὰ ἑαυτῶν ζητοῦσιν ἀλλ’ οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ τοσοῦτον οὐ μέλει τὸ παράπαν ὡς καὶ ἡμῖν ἐγκαλεῖν τῆς εὐσεβείας ὑπεραπολογουμένοις πρὸς δύναμιν.

Εἰσὶ δ’ οἳ καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦσιν ὑπὲρ τοῦ δοκεῖν ἕδραν εὐσεβοῦς ὁμολογίας εἶναι, φεῦ, τὰ τοιαῦτα δόγματα, μᾶλλον δὲ παραληρήματα. Καὶ τῶν θεοφόρων γὰρ πατέρων εἴ τι προάγει πρὸς συνηγορίαν δῆθεν ἑαυτοῦ, μὴ παρανοούμενον τῆς αὐτοῦ κακοδοξίας ἀνασκευαστικὸν καθέστηκε καὶ πρὸς τὴν αὐτοῦ κατηγορίαν πρόκειται τοῖς συνιεῖσι. Διὸ καὶ τὰ δυσνόητα καὶ τοῖς πολλοῖς ἀπερινόητα καταφυγὴν ἀεὶ ποιούμενος οἰκείαν, καὶ τὸ τοῦ μεγάλου θεολόγου Γρηγορίου περὶ ἐνεργείας εἰς ἐπίκρυψιν προὐβάλετο τῆς οἰκείας κακονοίας, τὸ δὲ καὶ αὐτὸ τὴν αὐτοῦ κακοδοξίαν ἐξελέγχει· δείκνυσι γὰρ ἐνέργειαν θεοῦ ἐν τῷ θεῷ θεωρουμένην, ἀλλ’ οὐκ οὐσίαν οὖσαν τοῦ θεοῦ, οὐ μὴν κτιστὴν οὖσαν ὅτι μὴ οὐσία. Οὐδὲν γὰρ ἂν ἦν οὐσία τῶν κτισμάτων, εἰ αὕτη τὰ κτίσματα ὑπῆρχε· πάντα γὰρ ἀνάγκη ταύτην τὰ κτίσματα ὑπάρχειν, εἴπερ αὕτη κατὰ τὸν Ἀκίνδυνον ἡ κτιστὴ τοῦ θεοῦ ἐνέργειά ἐστιν. Ἀλλ’ ἐπὶ τὴν εἰρημένην εὐσεβῶς τῷ θεολόγῳ τῆς ἐνεργείας ταύτης παῦλαν, ὡς εἰς φρούριον ἐρυμνὸν καὶ διὰ τὸ ὕψος δυσθεώρητον, εὐθὺς τρέχει καταπονούμενος, μὴ συνιεὶς ὡς διὰ τὴν ἔκφανσιν ἐπ’ αὐτῆς τὸ πεπαῦσθαι λέγεται, πρὸς τὴν οὐσίαν ἀντιδιαστελλομένης, ὥσπερ εἴρηται, δεικνυμένης καὶ διὰ τούτου τῆς διαφορᾶς τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν.

Τί δέ, τοῦ μὲν Γρηγορίου ἀκήκοε, Βασιλείου δὲ οὐκ ἤκουσεν, ἵνα μὴ τοιαῦτα λέγων καταγέλαστος εἴη; «Πῶς γὰρ οὐ καταγέλαστον», φησί, «τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν πάλιν ὡσαύτως, καὶ ἁπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι»; Ἆρ’ οὖν ἡ δημιουργικὴ καὶ προνοητικὴ καὶ προγνωστικὴ δύναμίς τε καὶ ἐνέργεια ἤρξατό ποτε ἢ πέπαυται, εἰ μὴ ἄρα κατὰ τὸ φανεροῦσθαι;

Χρῆται μέντοι τούτων ἑκάστῃ ὁ θεὸς ὁπότε καὶ ἐφ’ ὅσον βούλοιτο, διδοὺς τοῖς μετὰ νοῦ σκοποῦσι συνορᾶν αὐτοῦ τὴν ἀΐδιον δύναμιν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ὃ τῶν ἱερέων ἐπ’ ἐκκλησίας πολλάκις ἀναβοώντων τῆς ἡμέρας οὐχ ἑστῶσιν ὡς ἔοικεν αὐτός ποτ’ ἤκουσεν ὠσίν, ὁ τὸν υἱὸν μόνον καὶ τὸ πνεῦμα δύναμιν ἀξιῶν καλεῖν, καὶ ταῦθ’ ὡς μὴ μετὰ τῆς οὐσίας καὶ δύναμιν ἔχοντα, μᾶλλον δὲ δυνάμεις φυσικάς. Ὅς, καθάπερ ἐπεντρυφῶν τῇ δυσσεβείᾳ, τὰς κακῶς ἐκλαμβανομένας καὶ διαστρεφομένας παρ’ αὐτοῦ φωνὰς ἀναλαμβάνων πάλιν καὶ τῶν ταῖς αὐτοῦ παρανοίαις ἥκιστα πειθαρχεῖν αἱρουμένων καταψευδόμενος «οὐσιώδης τοιγαροῦν», φησίν, «ἐνέργεια καὶ δύναμις ἐπὶ θεοῦ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐστίν· εἰ οὖν ἕτερα ταῦτα τῆς οὐσίας τοῦ θεοῦ κατὰ τὸν Παλαμᾶν καὶ ὑφειμένα αὐτῆς καὶ ἄνισα καὶ ἀνόμοια, οὐδὲν τῶν Ἀρείου καὶ Εὐνομίου δογμάτων τὰ τοῦ Παλαμᾶ διαφέρει».

Κεφ. κδʹ. Παράστασις ὅτι οὐχ ἡμεῖς ἀλλὰ Βαρλαὰμ καὶ Ἀκίνδυνός εἰσιν οἱ ἄνισον καὶ ἀνόμοιον εἶναι δογματίζοντες τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν καὶ δύο θεότητας λέγοντες ἐντεῦθεν, ὑπερκειμένην καὶ ὑφειμένην. Ὄντως ὁ ταῦτα λέγων Ἀκίνδυνος ὑπὸ τοῦ πατρὸς τοῦ ψεύδους ἐνεργεῖσθαι, φεῦ, ἐκινδύνευσε. Ποῦ γὰρ ἡμεῖς ἔφημεν ἀνόμοιον εἶναι καὶ ἄνισον τῇ οὐσίᾳ τοῦ θεοῦ τὴν τούτου θείαν ἐνέργειαν; Πῶς δ’ ἂν τοῦτ’ ἔφημεν ἡμεῖς οἱ ταύτην ἄκτιστον φρονοῦντες, καὶ μὴ ἅπαξ μηδὲ δίς, ἀλλὰ καὶ πολλάκις καὶ πάνυ πολλάκις εἰρηκότες, ὡς «ἐκ τῆς ἑκάστου ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς»; Τὸ γὰρ χαρακτηριζόμενον οὐκ ἐκ τοῦ ἀνομοίου ἀλλ’ ἐκ τοῦ ὁμοίου χαρακτηρίζεται. Τοιγαροῦν ἐπὶ τὴν τοῦ συκοφάντου κεφαλήν, μᾶλλον δὲ ψυχήν, τρέπεται τὸ βλάσφημον, αὐτὸς γάρ ἐστιν ὁ λέγων κτιστὴν τῆς ἀκτίστου οὐσίας τὴν ἐνέργειαν, ταυτὸ δ’ εἰπεῖν ἀνόμοιον· διὸ καὶ τὸν υἱὸν ἐνέργειαν ἄκτιστον ἀκούων, οὐσίαν εἶναι λέγει τοῦτον τοῦ θεοῦ, ὡς πλὴν τῆς θείας οὐσίας ἑτέρου μηδενὸς ὄντος ἀκτίστου κατ’ αὐτὸν ἐπὶ θεοῦ.

Ἀλλὰ καὶ θεὸν ἕνα προσκυνοῦντες καὶ σέβοντες ἡμεῖς, τρισυπόστατον, ἐνεργῆ τε καὶ θελητὴν ἐλέους καὶ παντοδύναμον, οὐ τὸ μὲν αὐτοῦ προσκυνοῦμεν καὶ σέβομεν, τὸ δ’ οὔ, ἀλλὰ τὴν μίαν ἐν οὐσίᾳ καὶ δυνάμει καὶ θελήσει καὶ ἐνεργείᾳ τελείαν θεότητα μιᾷ προσκυνήσει δοξάζομεν· ἐν δὲ τῇ μιᾷ προσκυνήσει ποῦ τὸ ἄνισον; Αὐτῷ καὶ τοῦτο προσήκει τῷ συκοφάντῃ δυσσεβῶς εἰς κτιστὰ καὶ ἄκτιστα κατατεμόντι τὴν μίαν θεότητα καὶ κατατομαῖς ἐπὶ τοσοῦτον ἀνίσοις κατ’ αὐτῆς, μᾶλλον δὲ καθ’ ἑαυτοῦ χρησαμένῳ φρενοβλαβῶς.

Τοῦ δὲ Βαρλαὰμ ὑφειμένην ὡς κτιστὴν εἰπόντος εἶναι θεότητα τὴν ἐπὶ τοῦ ὄρους τοῖς ἀποστόλοις ἑωραμένην λαμπρότητα, πρὸς τοῦτον ἀντειπόντες ἡμεῖς καὶ ἄκτιστον οὖσαν αὐτὴν ἀποδείξαντες, ὡς τῆς θείας φύσεως διατελοῦσαν λαμπρότητα καὶ τῆς μιᾶς ἀκτίστου θεότητος οὐκ ἐκτός, εἴπερ κατὰ τὸ αἴτιον ἔφημεν καὶ ἀνέκφαντον καὶ ἀνέκφραστον ὑπερκεῖσθαι ταύτης εἴρηται παρὰ τῶν πατέρων ἡ θεία καὶ παντάπασιν ἀνώνυμος ὑπερουσιότης τοῦ θεοῦ, ἀλλὰ καὶ τῆς θείας προνοίας ὑπερκεῖσθαι γέγραπται καὶ τῆς θεατικῆς τοῦ θεοῦ δυνάμεως καὶ ἁπλῶς πάσης κοινῆς θείας ἐνεργείας.

Οὐ μὴν παρὰ τοῦτο τὴν θείαν πρόνοιαν κτιστὴν ἐροῦμεν καὶ τὴν θεατικὴν δύναμιν τοῦ εἰδότος τὰ πάντα πρὶν γενέσεως· οὕτως οὖν οὐδὲ τὴν λαμπρότητα τῆς θείας φύσεως κτιστὴν ἐροῦμεν παρὰ τοῦτο. Νῦν δ’ ὁ τῆς τοῦ Βαρλαὰμ αἱρέσεως μαθητὴς καὶ διάδοχος Ἀκίνδυνος, κτιστὴν σαφῶς καὶ οὗτος λέγων καὶ ὄντως ὑφειμένην τὴν θείαν λαμπρότητα ἐκείνην, καὶ οὕτω κατατέμνων εἰς δύο ἀνίσους καὶ ἀνομοίους θεότητας τὴν μίαν, εἶθ’ ὑπ’ ἀνοίας ὑπερβαλλούσης τὸ οἰκεῖον αἶσχος τῶν αὐτὸ βδελυττομένων οἴεται καὶ τοῖς ἀποτρόπαιον τοῦτ’ ἄγος ἡγουμένοις ὑπ’ ἀναιδείας ἐπιγράφεται καὶ τοῖς καὶ αὐτὸν ἀποσμήχειν πειρωμένοις ὑπ’ ἀγνωμοσύνης προστρίβεσθαι πειρᾶται.

Κεφ. κεʹ. Ὅτι πρὸς πολλαῖς ἑτέραις δυσσεβείαις καὶ τὰς θείας ὑποστάσεις ἀνίσους πρὸς ἀλλήλας εἶναι δείκνυσιν Ἀκίνδυνος καὶ ὡς πολλαχῶς τὸ ἑνιαῖον τοῦ θεοῦ καὶ τῆς ἁγίας τριάδος ἀναιρεῖ μυστήριον, ὁ δὲ Παλαμᾶς ὡς ἀληθῶς ἐστι πρεσβεύων ἕνα τρισυπόστατον θεὸν ἐν μιᾷ θεότητι. Οὐκ ἐντεῦθεν δὲ μόνον τῷ συκοφάντῃ προσιζάνει τὸ μύσος, ἀλλ’ ἐπεὶ κατ’ αἰτίαν ἡμεῖς ἔφημεν τὴν θείαν οὐσίαν ὑπερκεῖσθαι τῆς ἑαυτῆς ἐνεργείας, συνῳδὰ τοῖς θεοσόφοις πατράσιν, ὁ δὲ τὸ ἄνισον καὶ ἀνόμοιον ἐκ τούτου καθ’ ἡμῶν συλλογίζεται, πῶς οὐχὶ καὶ τὸν τοῦ θεοῦ υἱὸν αὐτὸς ἀκολούθως ἀποστερήσει τῆς πρὸς τὸν μείζονα κατὰ τὸ αἴτιον ὁμοιότητός τε καὶ ὁμοτιμίας, ἵν’ Ἄρειος καὶ Εὐνόμιος ἄλλος ἀκούσῃ δικαίως παρ’ ἡμῶν, ὁ καλῶν ἡμᾶς ἀδίκως ἀπὸ τούτων; Τί δ’ αὖ ὅτι κατὰ τὸν Παλαμᾶν ἕτεραι τῆς οὐσίας αἱ οὐσιώδεις τοῦ θεοῦ ἐνέργειαι, τουτέστι διαφοράν τινα πρὸς ἐκείνην ἔχουσι; Καὶ πῶς οὐκ ἂν ἔχοιεν αἱ πολλαὶ τῆς μιᾶς, τὰ φυσικῶς προσόντα τῆς φύσεως ᾗ πρόσεστιν; Ἢ οὐδὲ τὰ ὑποστατικὰ διενήνοχε τῆς ὑποστάσεως, ὡς ἑκάστης ὄντα πλείω καὶ ὡς μὴ ἐκείνων ἕκαστον ὑπόστασις ὑπάρχον; Οὔκουν οὐδ’ ἕκαστον τῶν οὕτω φυσικῶν φύσις ἂν εἴη.

Διὸ καὶ ὁ θεῖος Κύριλλός φησιν, «εἴπερ ἕκαστον τῶν φύσει προσόντων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται», «οὐδὲ γὰρ ἁπλοῦν οὐδ’ ἀσύνθετον τὸ θεῖον εἴπερ ταῦτα οὐσίαι» καὶ κατὰ τὸν τῆς θεολογίας ἐπώνυμον Γρηγόριον. Ἀλλὰ τί τὰ τοῖς πατράσιν ἐπὶ λέξεως εἰρημένα λογοπραγοῦμεν ἡμεῖς; Ὡς γὰρ πολλαχοῦ προϋπέδειξεν ὁ λόγος, αὐτῶν ἐστι τῶν θεοειδῶν πατέρων δόγμα τε καὶ κήρυγμα περιφανὲς ἕτερον εἶναι τὴν οὐσίαν ἐπὶ τοῦ ἑνὸς θεοῦ καὶ ἕτερον τὴν οὐσιώδη ταύτης καὶ φυσικὴν ἐνέργειαν.

Ἀλλὰ τὴν κοινὴν εὐσέβειαν καὶ τὰ τῶν κοινῶν τῆς θεοσεβείας διδασκάλων Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτὸν τῷ Παλαμᾷ μόνῳ φέροντες προσνέμουσιν, ἵν’ ἐν τῇ τούτων ἀθετήσει κλέπτειν καὶ λανθάνειν δύναιντο, τὰ τοῦ Παλαμᾶ λέγοντες ἀθετοῦμεν καὶ τοὺς τὰ τοῦ Παλαμᾶ στέργοντας διώκομεν. Καὶ εἰ καθ’ ἃ τοῖς ἁγίοις πᾶσιν ὁ Παλαμᾶς συμφωνεῖ διώκεται παρ’ ὑμῶν, Ἀρείου τε καὶ Εὐνομίου μηδὲν ὑμῖν διαφέρειν δοκεῖ, πόσῳ μᾶλλον οἱ ταῦτα πρώτως καὶ θεολογήσαντες καὶ κηρύξαντες; Ὄντως μακάριον τὸν Παλαμᾶν τοῦτον ἄκων, Ἀκίνδυνε, πεποίηκας νῦν, κοινωνὸν εἰργασμένος τῆς παρὰ σοῦ κατὰ τῶν ἁγίων ἐναργοῦς τοῖς συνετοῖς παροινίας· συμμεθέξει γὰρ δήπου καὶ τῆς τῶν ἁγίων τούτων μακαριότητος. Καίτοι καθὰ καὶ προείρηται, περὶ μὲν υἱοῦ καὶ πνεύματος λόγος τούτῳ γέγονεν οὐδείς, ἐντρέπων δὲ τόν σοι τῆς δυσσεβείας καθηγησάμενον καὶ εἰς τὸ θεῖον ἐγγράφως βλασφημοῦντα φῶς τὰ τῆς θεοπνεύστου προήνεγκε γραφῆς. Πρὸς ὃν σὺ τῆς ἐκείνου κακονοίας γεγονὼς διάδοχος τὰς σὰς αὖθις θεομαχῶν ἀντιπαρεξάγεις βλασφημίας.

Ἐπεὶ γὰρ οὐσιώδεις ἐνεργείας τοῦ θεοῦ τὸν υἱὸν μόνον λέγεις, οὕτω καὶ τὸ πνεῦμα τοῦ θεοῦ καθεῖλες, ἄθλιε, τελέως τὸ προσκυνητὸν τῆς τριάδος μυστήριον. Ἕξει γὰρ ὁ υἱὸς πάλιν υἱόν, ἐπειδὴ τεθεολόγηται καὶ οὐσιώδη ἐνέργειαν ἔχειν. Εἰ δὲ μὴ υἱὸς αὕτη τοῦ υἱοῦ, ἀλλὰ τὸ πνεῦμά ἐστι, σαφῶς ὁ τοῦτο λέγων, πρὸς τῷ ταῖς ἄλλαις συναινεῖν πονηραῖς αἱρέσεσι, καὶ τὰ Λατίνων φρονεῖ, μᾶλλον δὲ καὶ τούτους ἐπὶ τὸ χεῖρον παρήλασε. Τὸ δὲ πνεῦμα πάλιν, ἐπεὶ καὶ αὐτὸ κατὰ τοὺς πατέρας οὐσιώδη ἔχει ἐνέργειαν, μᾶλλον δὲ καὶ ἐνεργείας, ἢ υἱὸν ἔχει καὶ αὐτὸ ἢ πνεῦμα ἕτερον, μᾶλλον δ’ ἄμφω· τοιγαροῦν πληθὺς ἀλλόκοτος ἡ τριάς.

Ἐπεὶ γὰρ καὶ κοινὴ πατρός, υἱοῦ καὶ πνεύματος λέγεται τοῖς ἁγίοις οὐσιώδης ἐνέργεια, οὐχ ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἔσται καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἑκάτερον τούτων ἐκ πατρός, υἱοῦ καὶ πνεύματος. Τοῦ γε μὴν φυσικοῦ θελήματος καὶ πάντων τῶν καταφατικῶς καὶ ἀποφατικῶς ἐπὶ θεοῦ λεγομένων, φυσικῶς γε μὴν προσόντων ἰδιωμάτων τῇ θείᾳ φύσει προαχθέντων εἰς μέσον, τίς ἂν ἀπαριθμήσαιτο τῶν ἐκβαινόντων ἀτόπων τὴν πληθύν, ἐκ τοῦ μηδὲν ἄλλο λέγειν πλὴν υἱοῦ καὶ πνεύματος φυσικῶς προσεῖναι τῷ θεῷ;

Κατὰ γὰρ τὸν θεῖον πάλιν Κύριλλον, «οὐδὲν ἐπίκτητον τῶν φυσικῶν καὶ θείων ἰδιωμάτων». Ἀλλ’ οὐδὲ μίαν θεότητα δυνήσῃ δοξάζειν τῶν τριῶν ὡς ἀληθῶς προσώπων εἰ μὴ κοινὴν πιστεύσεις φυσικὴν ἐνέργειαν αὐτῶν ὑπάρχειν. Ταύτης γὰρ τὸ τῆς θεότητος ὄνομα κυρίως καὶ κατὰ ταύτην ὀνομάζειν ἐδιδάχθημεν θεόν, ἀνώνυμον ὡς ὑπερώνυμον παντάπασιν ὄντα κατὰ τὴν φύσιν. Καὶ τί μηκύνω ταῦτα λέγων; Οὐδὲ γὰρ υἱὸν ὅλως ὑπάρχειν, οὐδὲ πνεῦμα ἅγιον δυνήσῃ λέγειν, ἀλλ’ οὐδὲ πατέρα, οὐδὲ φύσιν ὅλως θείαν, ἐπεὶ κατὰ τοὺς θεολόγους «οὐκ ἔστιν εὑρεῖν φύσιν φυσικῆς ἄμοιρον καὶ οὐσιώδους ἐνεργείας». Σὺ δέ, νῦν μὲν τὴν φύσιν, νῦν δὲ τὰς ὑποστάσεις λέγεις δυνάμεις καὶ ἐνεργείας ἀποστερῶν αὐτὰς τῶν κοινῶν δυνάμεών τε καὶ ἐνεργειῶν. ᾟ δὲ καὶ κτίσμα λέγεις τὴν κοινὴν ἐνέργειαν πατρός, υἱοῦ καὶ πνεύματος, ὡς ἓν δῆθεν εἴη σοι τὸ ἄκτιστον, εἰς κτίσμα κατασπᾷς τὸ θεῖον, οὐχ ἕν, ἀλλ’ οὐδὲν τὸ ἄκτιστον ὡς ἀληθῶς τιθείς. Ἵν’ οὖν τὸν ἄλλον ἐσμὸν τῶν ἀτοπημάτων προσαριθμεῖσθαι παραλίπωμεν ἀρτίως, ἆρ’ οὐχὶ καὶ Σαβέλλιον καὶ Ἄρειον καὶ Εὐνόμιον καὶ πάντας τοὺς τοιούτους ἐκ τῶν ἀναπεφηνότων τούτων ὁ Ἀκίνδυνος ἐκινδύνευσεν ὑπερβαλέσθαι;

Ἴσμεν δὲ καὶ ἡμεῖς φυσικὴν τὸν υἱὸν τοῦ πατρὸς ἐνέργειαν, ἔστι παρ’ ὧν τῶν θείων πατέρων ὀνομαζόμενον, εἰκότως, ἐπεὶ πᾶς υἱὸς γνήσιος καὶ φυσικός. Ἔστι δὲ καὶ φυσικὴ κατάλληλος πάσῃ φύσει βούλησις καὶ θέλησις, καὶ πᾶν ὅ,τι παραπλήσιον, ἅπερ ἀνάγκη καὶ τῷ υἱῷ προσεῖναι φυσικῶς· οὐ γὰρ τὸν αὐτὸν τρόπον ἅπαν φυσικόν. Ὥσπερ δὲ σοφίαν λέγομεν κοινὴν πατρός, υἱοῦ καὶ πνεύματος τὴν αὐτὴν ἐν τοῖς τρισὶ καὶ ἀπαράλλακτον οὖσαν, κἂν Ἀκίνδυνος ἀπαρέσκηται, λέγομεν δὲ καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱόν, ἀλλὰ αὐθυπόστατον καὶ κατὰ μόνην τὴν ὑπόστασιν ἐκείνου παρηλλαγμένον, οὕτω, εἰ καί τις ἐνέργειαν ἢ δύναμιν οὐσιώδη φαίη τοῦ πατρὸς τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, συνεπινοεῖ ἢ καὶ συνεκφωνεῖ, καθὰ καὶ φθάσαντες διεδείξαμεν, τῇ ἐνεργείᾳ ταύτῃ τὸ αὐθυπόστατον, καὶ οὕτω τῆς κοινῆς φυσικῆς ἐνεργείας ἀποδιαιρεῖ, μὴ χωρίζων, ἀλλὰ τὴν πρὸς ἐκείνην τῶν ὑποστάσεων διαφορὰν γνωρίζων καὶ μᾶλλον τὸ ὑπερφυὲς τῆς συμφυΐας ἐκείνης παριστάς, κατὰ τὸ ἐγχωροῦν, πρὸς ἣν οὐδεὶς οὔτε νοῦς οὔτε λόγος ἱκανός.

Εἰ δέ τις πάλιν διατείνεται μὴ εἶναι σοφίαν καὶ δύναμιν κοινήν, καὶ ταῦτα τοῦ μεγάλου Βασιλείου λέγοντος, «εἴπερ ἀπαραλλάκτως ἔχει κατὰ τὴν οὐσίαν, ἀπαραλλάκτως ἕξει καὶ κατὰ τὴν δύναμιν»· εἴ τις οὖν μὴ πείθοιτο σοφίαν εἶναι καὶ δύναμιν κοινὴν πατρός, υἱοῦ καὶ πνεύματος, ὡς τοῦ υἱοῦ μόνου ὄντος δυνάμεως καὶ σοφίας τοῦ θεοῦ, πάλιν ἀκούσεται δικαίως παρ’ ἡμῶν, ὡς πρὸς τῷ τοῖς θεολόγοις πᾶσιν ἀντικεῖσθαι καὶ πρὸς τὴν Σαβελλίου πλάνην, οἷόν τι βάραθρον ἐκπεπτωκώς, ἀθλίως ἐξετραχηλίσθη.

Καὶ γὰρ εἰ δύναμίς ἐστιν ὁ υἱὸς μόνον ἢ σοφία, σοφίαν δὲ αὐτὸς καὶ δύναμιν οὐκ ἔχει, πῶς ἔσται υἱός; Πῶς δὲ ὑπόστασις ἰδία; Διὰ τοῦτο γὰρ σοφίαν καὶ δύναμιν τοῦ πατρὸς λέγομεν αὐτόν, ἵνα τὴν ἀδιαίρετον πρὸς τὸν πατέρα συνάφειαν δείξωμεν αὐτοῦ. Διὰ τοῦτο δὲ υἱὸν ἔχοντα δύναμιν καὶ σοφίαν τὴν αὐτὴν πατρὶ καὶ πνεύματι, ἵνα μετὰ τῆς ἀδιαιρέτου συναφείας καὶ τὸ αὐθυπόστατον αὐτοῦ νοήσωμεν καὶ προσκυνήσωμεν μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν, ἐν τρισὶ τελείοις καὶ ὁμοτίμοις προσώποις, μηδενὶ τρόπῳ πλὴν τῶν προσωπικῶν ἰδιωμάτων ἀλλήλων μεριζομένοις, ὧν κράτος ἕν, ὧν ἔργον ἕν, ὧν θεότης καὶ δόξα καὶ βασιλεία μία, πρὸ αἰώνων καὶ ἐπ’ αἰῶνας καὶ ἔτι.